Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 8

 
καὶ ἡ Οὐετουρία παραστησαμένη τήν τε· γυναῖκα τοῦ Μαρκίου καὶ τὰ τέκνα καὶ τὰς ἐπιφανεστάτας τῶν ἐν Ῥώμῃ γυναικῶν πρῶτον μὲν ἔκλαιεν εἰς τὴν γῆν ὁρῶσα μέχρι πολλοῦ, καὶ πολὺν ἐκίνησεν ἐκ τῶν παρόντων ἔλεον. ἔπειτʼ ἀναλαβοῦσα αὑτὴν ἔλεξεν·
 
αἱ γυναῖκες, ὦ Μάρκιε τέκνον, τὰς ὕβρεις ἐνθυμούμεναι καὶ τὰς ἄλλας συμφορὰς τὰς συμβησομένας αὐταῖς, ἐὰν ἡ πόλις ἡμῶν ὑπὸ τοῖς πολεμίοις γένηται, πᾶσαν ἄλλην ἀπογνοῦσαι βοήθειαν, ἐπειδὴ τοῖς ἀνδράσιν αὐτῶν ἀξιοῦσι διαλύσασθαι τὸν πόλεμον αὐθάδεις καὶ σκληρὰς ἔδωκας ἀποκρίσεις, ἄγουσαι τὰ τέκνα καὶ τοῖς πενθίμοις τούτοις ἠμφιεσμέναι τρύχεσι κατέφυγον ἐπʼ ἐμέ, τὴν σὴν μητέρα, καὶ Οὐολουμνίαν, τὴν σὴν γυναῖκα, δεόμεναι, μὴ περιιδεῖν αὐτὰς τὰ μέγιστα τῶν ἐν ἀνθρώποις κακῶν ὑπὸ σοῦ παθούσας· οὐθὲν μὲν οὔτε μεῖζον οὔτʼ ἔλαττον εἰς ἡμᾶς ἐξαμαρτοῦσαι, πολλὴν δὲ καί, ὅτʼ εὐτυχοῦμεν, εὔνοιαν ἔτι παρασχόμεναι, καί, ὅτʼ ἐπταίσαμεν, συμπάθειαν.
 
ἔχομεν γὰρ αὐταῖς μαρτυρεῖν, ἐξ οὗ σὺ ἀπῆρας ἐκ τῆς πατρίδος, ἡμεῖς δʼ ἔρημοι καὶ τὸ μηθὲν ἔτι οὖσαι κατελειπόμεθα, συνεχῶς τε παραγινομέναις πρὸς ἡμᾶς καὶ παραμυθουμέναις τὰς συμφορὰς ἡμῶν καὶ συναλγούσαις. τούτων δὴ λαμβάνουσαι μνήμην ἐγώ τε καὶ ἡ σὴ γυνὴ ἡ συνοικουροῦσα μετʼ ἐμοῦ τὰς ἱκεσίας αὐτῶν οὐκ ἀπεστράφημεν, ἀλλʼ ὑπεμείναμεν, ὡς ἠξίουν ἡμᾶς ἐλθεῖν ἐπὶ σὲ καὶ τὰς ὑπὲρ τῆς πατρίδος ποιήσασθαι δεήσεις.
 
ἔτι δʼ αὐτῆς λεγούσης ὑπολαβὼν ὁ Μάρκιος εἶπεν· ἀδυνάτων δεομένη, μῆτερ, ἐλήλυθας ἀξιοῦσα προδοῦναί με τοῖς ἐκβαλοῦσι τοὺς ὑποδεξαμένους, καὶ τοῖς ἅπαντά με ἀφελομένοις τὰ ἐμαυτοῦ τοὺς χαρισαμένους τὰ μέγιστα τῶν ἐν ἀνθρώποις ἀγαθῶν· οἷς ἐγὼ τὴν ἀρχὴν τήνδε παραλαμβάνων θεούς τε καὶ δαίμονας ἐγγυητὰς ἔδωκα, μήτε προδώσειν τὸ κοινὸν αὐτῶν μήτε προκαταλύσεσθαι τὸν πόλεμον, ἐὰν μὴ Οὐολούσκοις ἅπασι δοκῇ.
 
θεούς τε δὴ σεβόμενος, οὓς ὤμοσα, καὶ ἀνθρώπους αἰδούμενος, οἷς τὰς πίστεις ἔδωκα, πολεμήσω Ῥωμαίοις ἄχρι τέλους. ἐὰν δʼ ἀποδιδῶσι τὴν χώραν Οὐολούσκοις, ἣν κατέχουσιν αὐτῶν βίᾳ, καὶ φίλους αὐτοὺς ποιήσωνται πάντων αὐτοῖς μεταδιδόντες τῶν ἴσων ὥσπερ Λατίνοις, διαλύσομαι τὸν πρὸς αὐτοὺς πόλεμον· ἄλλως δʼ οὔ.
 
ὑμεῖς μὲν οὖν, ὦ γυναῖκες, ἄπιτε καὶ λέγετε τοῖς ἀνδράσι ταῦτα καὶ πείθετε αὐτοὺς μὴ φιλοχωρεῖν τοῖς ἀλλοτρίοις ἀδίκως, ἀλλʼ ἀγαπᾶν, ἐὰν τὰ ἑαυτῶν ἔχειν τις αὐτοὺς ἐᾷ, μηδʼ ὅτι πολέμῳ λαβόντες ἔχουσι τὰ Οὐολούσκων, περιμένειν, ἕως πολέμῳ πάλιν αὐτὰ ὑπὸ τούτων ἀφαιρεθῶσιν. οὐ γὰρ ἀποχρήσει τοῖς κρατοῦσι τὰ ἑαυτῶν μόνον ἀπολαβεῖν, ἀλλὰ καὶ τὰ τῶν κρατηθέντων ἴδια ἀξιώσουσιν ἔχειν. ἐὰν δὲ περιεχόμενοι τῶν μηθὲν ὐτοῖς προσηκόντων πᾶν ὁτιοῦν πάσχειν ὑπομένωσι φυλάττοντες τὸ αὔθαδες, ἐκείνους αἰτιάσεσθε τῶν καταληψομένων κακῶν, οὐ Μάρκιον οὐδὲ Οὐολούσκους οὐδὲ τῶν ἄλλων ἀνθρώπων οὐδένα.
 
σοῦ δέ, ὦ μῆτερ, ἐν μέρει πάλιν υἱὸς ὢν ἐγὼ δέομαι μή με παρακαλεῖν εἰς ἀνοσίους πράξεις καὶ ἀδίκους, μηδὲ μετὰ τῶν ἐχθίστων ἐμοί τε καὶ σεαυτῇ τεταγμένην πολεμίους ἡγεῖσθαι τοὺς ἀναγκαιοτάτους· ἀλλὰ παρʼ ἐμοὶ γενομένην ὥσπερ ἐστὶ δίκαιον πατρίδα τε νέμειν, ἣν ἐγὼ νέμω, καὶ οἶκον, ὃν ἐγὼ κέκτημαι, τιμάς τε καρποῦσθαι τὰς ἐμάς, καὶ δόξης ἀπολαύειν τῆς ἐμῆς, τοὺς αὐτοὺς ἡγουμένην φίλους τε καὶ πολεμίους οὕσπερ ἐγώ· ἀποθέσθαι τʼ ἤδη τὸ πένθος, ὃ διὰ τὰς ἐμὰς ὑπέμεινας, ὦ ταλαίπωρε, φυγάς, καὶ παύσασθαι τιμωρουμένην με τῷ σχήματι τούτῳ.
 
ἐμοὶ γὰρ τὰ μὲν ἄλλα, ὦ μῆτερ, ἀγαθὰ κρείττονα ἐλπίδων καὶ μείζονα εὐχῆς παρὰ θεῶν τε καὶ ἀνθρώπων ἀπήντηται, ἡ δὲ περὶ σοῦ φροντίς, ᾗ τὰς γηροβοσκοὺς οὐκ ἀπέδωκα χάριτας, ἐντετηκυῖα τοῖς σπλάγχνοις πικρὸν ἐποίει καὶ ἀνόνητον ἁπάντων τῶν ἀγαθῶν τὸν βίον. εἰ σὲ σὺν ἐμοὶ τάξεις σεαυτὴν καὶ τῶν ἐμῶν κοινωνεῖν ἐθελήσεις ἁπάντων, οὐθενὸς ἔτι μοι δεήσει τῶν ἀνθρωπίνων ἀγαθῶν.
 
παυσαμένου δʼ αὐτοῦ μικρὸν ἡ Οὐετουρία ἐπισχοῦσα χρόνον, ἕως ὁ τῶν περιεστηκότων ἔπαινος ἐπαύσατο πολύς τε καὶ μέχρι πολλοῦ γενόμενος, λέγει πρὸς αὐτόν· ἀλλʼ ἔγωγέ σε, ὦ Μάρκιε τέκνον, οὔτε προδότην Οὐολούσκων γενέσθαι ἀξιῶ, οἵ σε φεύγοντα ὑποδεξάμενοι τοῖς τʼ ἄλλοις ἐτίμησαν καὶ τὴν ἑαυτῶν ἡγεμονίαν ἐπίστευσαν, οὔτε παρὰ τὰς ὁμολογίας καὶ τοὺς ὅρκους, οὓς ἔδωκας αὐτοῖς, ὅτε τὰς δυνάμεις παρελάμβανες, ἄνευ κοινῆς γνώμης ἰδίᾳ καταλύσασθαι τὴν ἔχθραν βούλομαι· μηδʼ ὑπολάβῃς τὴν σεαυτοῦ μητέρα τοσαύτης ἀναπεπλῆσθαι θεοβλαβείας, ὥστε τὸν ἀγαπητὸν καὶ μόνον υἱὸν εἰς αἰσχρὰς καὶ
 
ἀνοσίους πράξεις παρακαλεῖν. ἀλλὰ μετὰ κοινῆς γνώμης ἀποστῆναί σε ἀξιῶ τοῦ πολέμου, πείσαντα τοὺς Οὐολούσκους μετριάσαι περὶ τὰς διαλλαγὰς καὶ ποιήσασθαι τὴν εἰρήνην ἀμφοτέροις τοῖς ἔθνεσι καλὴν καὶ πρέπουσαν. τοῦτο δὲ γένοιτʼ ἄν, εἰ νῦν μὲν ἀναστήσας τὴν στρατιὰν ἀπαγάγοις ἐνιαυσίους ποιησάμενος ἀνοχάς, ἐν δὲ τῷ μεταξὺ χρόνῳ πρέσβεις ἀποστέλλων τε καὶ δεχόμενος ἀληθῆ φιλίαν πράττοις καὶ
 
διαλλαγὰς βεβαίας. καὶ εὖ ἴσθι· Ῥωμαῖοι μέν, ὅσα μήτε τὸ ἀδύνατον μήτʼ ἄλλη τις ἀδοξία προσπεσοῦσα κωλύσει, πάντα ὑπομενοῦσι πράττειν λόγῳ καὶ παρακλήσει πειθόμενοι, ἀναγκαζόμενοι δʼ , ὥσπερ σὺ νῦν ἀξιοῖς, οὐθὲν ἂν πώποτε χαρίσαιντο ὑμῖν οὔτε μεῖζον οὔτʼ ἔλαττον, ὡς ἐξ ἄλλων τε πολλῶν πάρεστί σοι καταμαθεῖν καὶ τὰ τελευταῖα ἐξ ὧν Λατίνοις συνεχώρησαν ἀποστᾶσιν ἀπὸ τῶν ὅπλων· Οὐολοῦσκοι δὲ πολὺ τὸ αὔθαδες ἔχουσιν, ὃ συμβαίνει τοῖς μεγάλα εὐτυχήσασιν.
 
ἐὰν δὲ διδάσκῃς αὐτούς, ὅτι πᾶσα μὲν εἰρήνη παντός ἐστι πολέμου κρείττων, σύμβασις δὲ φίλων κατὰ τὸν ἑκούσιον γινομένη τρόπον τῶν ὑπʼ ἀνάγκης συγχωρηθέντων βεβαιοτέρα, καὶ ὅτι σωφρόνων ἐστὶν ἀνθρώπων, ὅταν μὲν εὖ πράττειν δοκῶσι, ταμιεύεσθαι τὰς τύχας, ὅταν δʼ εἰς ταπεινὰς καὶ φαύλας ἔλθωσι, μηθὲν ὑπομένειν ἀγεννές· καὶ τἆλλα, ὅσα εἰς ἡμερότητα καὶ ἐπιείκειαν ἐπαγωγὰ παιδεύματα εὕρηται λόγων, οὕς ὑμεῖς οἱ τὰ πολιτικὰ πράττοντες μάλιστʼ ἐπίστασθε, ἴστε ὅτι τοῦ τε αὐχήματος, ἐφʼ οὗ νῦν εἰσιν, ἑκόντες ὑποβήσονται καὶ ποιήσουσιν ἐξουσίαν σοι τοῦ πράττειν, ὅ τι ἂν αὐτοῖς ὑπολαμβάνῃς συνοίσειν.
 
ἐὰν δʼ ἀντιπράττωσί σοι καὶ τοὺς λόγους μὴ προσδέχωνται ταῖς διὰ σὲ καὶ διὰ τὴν ἡγεμονίαν τὴν σὴν γενομέναις περὶ αὐτοὺς τύχαις ὡς ἀεὶ διαμενούσαις ἐπαιρόμενοι, τῆς στρατηγίας αὐτοῖς ἀφίστασο φανερῶς, καὶ μήτε προδότης γίνου τῶν πεπιστευκότων μήτε πολέμιος τῶν ἀναγκαιοτάτων· ἀσεβὲς γὰρ ἑκάτερον. ταῦτα ἥκω δεομένη σου γενέσθαι μοι παρὰ σοῦ, Μάρκιε τέκνον, οὔτʼ ἀδύναθʼ, ὡς σὺ φῄς, πάσης τʼ ἀδίκου καὶ ἀνοσίου συνειδήσεως καθαρά.
 
φέρε, ἀλλὰ δόξαν αἰσχρὰν οἴσεσθαι δέδοικας, ἐὰν ἃ παρακαλῶ σε πράττῃς, ὡς ἀχάριστος εἰς τοὺς εὐεργέτας ἐξελεγχθησόμενος, οἵ σε πολέμιον ὄντα ὑποδεξάμενοι πάντων μετέδωκαν ὧν τοῖς φύσει πολίταις μέτεστιν ἀγαθῶν· ταῦτα γάρ ἐστιν, ἃ μεγάλα ποιεῖς τοῖς λόγοις ἀεί.
 
οὐκ ἀποδέδωκας οὖν αὐτοῖς πολλὰς καὶ καλὰς ἀμοιβὰς καὶ νενίκηκας ἀπείρῳ δή τινι μεγέθει καὶ πλήθει χαρίτων τὰς ἐξ ἐκείνων εὐεργεσίας; οὓς ἀγαπητὸν ἡγουμένους καὶ πάντων μέγιστον ἀγαθῶν, ἐὰν ἐλευθέρας οἰκῶσι τὰς πατρίδας, οὐ μόνον ἑαυτῶν κυρίους εἶναι βεβαίως παρεσκεύακας, ἀλλὰ καὶ πεποίηκας ἤδη σκοπεῖν, πότερα καταλῦσαι τὴν Ῥωμαίων ἀρχὴν αὐτοῖς ἄμεινον, ἢ μετέχειν αὐτῆς
 
ἐξ ἴσου κοινὴν καταστησαμένους πολιτείαν. ἐῶ γὰρ λέγειν, ὅσοις κεκόσμηκας ἐκ τοῦ πολέμου λαφύροις τὰς πόλεις αὐτῶν, καὶ πηλίκους κεχάρισαι τοῖς συστρατευσαμένοις πλούτους. τοὺς δὴ τοσούτους διὰ σὲ γενομένους καὶ ἐπὶ τηλικαύτης βεβηκότας εὐτυχίας οὐ δοκεῖς ἀγαπήσειν οἷς ἔχουσιν ἀγαθοῖς, ἀλλʼ ὀργιεῖσθαί σοι καὶ ἀγανακτήσειν, ἐὰν μὴ καὶ τὸ τῆς πατρίδος αἷμα ταῖς χερσὶν αὐτῶν ἐπισπείσῃς; ἐγὼ μὲν οὐκ οἴομαι.
 
εἷς ἔτι μοι καταλείπεται λόγος ἰσχυρὸς μέν, ἐὰν λογισμῷ κρίνῃς αὐτόν, ἀσθενὴς δʼ, ἐὰν μετʼ ὀργῆς, ὁ περὶ τῆς οὐ δικαίως μισουμένης ὑπὸ σοῦ πατρίδος. οὔτε γὰρ ὑγιαίνουσα καὶ τῷ πατρίῳ κόσμῳ πολιτευομένη τὴν οὐ δικαίαν κατὰ σοῦ κρίσιν ἐξήνεγκεν, ἀλλὰ νοσοῦσα καὶ ἐν πολλῷ κλύδωνι σαλευομένη, οὔτε πᾶσα τὴν αὐτὴν γνώμην τότʼ ἔσχεν, ἀλλὰ τὸ κάκιον ἐν αὐτῇ μέρος πονηροῖς προστάταις χρησάμενον.
 
εἰ δὲ δὴ μὴ τοῖς κακίστοις μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν ἐδόκει ταῦτα, καὶ ὡς οὐ τὰ κράτιστα πολιτευόμενος ἀπηλάθης ὑπʼ αὐτῶν, οὐδʼ οὕτω σοι προσῆκε μνησικακεῖν πρὸς τὴν σεαυτοῦ πατρίδα. πολλοῖς γὰρ δὴ καὶ ἄλλοις τῶν ἀπὸ τοῦ βελτίστου πολιτευομένων τὰ παραπλήσια συνέβη παθεῖν· καὶ σπάνιοι δή τινές εἰσιν, οἷς οὐκ ἀντέπνευσε πρὸς τὴν δοκοῦσαν ἀρετὴν
 
φθόνος ἐκ τῶν συμπολιτευομένων ἄδικος. ἀλλʼ ἀνθρωπίνως, ὦ Μάρκιε, φέρουσι καὶ μετρίως ἅπαντες οἱ γενναῖοι τὰς συμφοράς, καὶ πόλεις μεταλαμβάνουσιν, ἐν αἷς οἰκήσαντες οὐθὲν λυπήσουσι τὰς πατρίδας· ὥσπερ καὶ Ταρκύνιος ἐποίησεν ὁ Κολλατῖνος ἐπικαλούμενος· ἱκανὸν ἓν παράδειγμα καὶ οἰκεῖον· ὃς συνελευθερώσας ἀπὸ τῶν τυράννων τοὺς πολίτας, ἔπειτα διαβληθεὶς πρὸς αὐτοὺς ὡς συμπράττων πάλιν τοῖς τυράννοις τὴν κάθοδον, καὶ διὰ τοῦτο ἐξελασθεὶς αὐτὸς ἐκ τῆς πατρίδος, οὐκ ἐμνησικάκει πρὸς τοὺς ἐκβαλόντας αὐτόν, οὐδʼ ἐπεστράτευε τῇ πόλει τοὺς τυράννους ἐπαγόμενος, οὐδʼ ἐποίει τεκμήρια τῶν διαβολῶν τὰ ἔργα, ἀλλʼ εἰς τὴν μητρόπολιν ἡμῶν Λαουΐνιον ἀπελθὼν ἐκεῖ πάντα τὸν λοιπὸν ἐβίω χρόνον εὔνους ὢν τῇ πατρίδι καὶ φίλος.
 
ἔστω δʼ οὖν ὅμως, καὶ δεδόσθω τοῖς τὰ δεινὰ παθοῦσι μὴ διακρίνειν εἴτε φίλιον εἴη τὸ κακῶς δεδρακὸς εἴτʼ ἀλλότριον, ἀλλʼ ἴσην πρὸς ἅπαντας ὀργὴν ἔχειν· ἔπειτʼ οὐχ ἱκανὰς εἰσπέπραξαι παρὰ τῶν ὑβρισάντων σε δίκας γῆν τʼ αὐτῶν τὴν ἀρίστην πεποιηκὼς μηλόβοτον καὶ πόλεις διαπεπορθηκὼς συμμαχίδας, ἃς πολλοῖς πόνοις κτησαμένη κατέσχε, καὶ τρίτον ἤδη ταῦτʼ ἔτος εἰς πολλὴν τῶν ἀναγκαίων κατακεκλεικὼς αὐτοὺς ἀπορίαν; ἀλλὰ καὶ πόρρω ἀνδραποδισμοῦ τῆς πόλεως αὐτῶν καὶ κατασκαφῆς τὴν ἀγριαίνουσαν καὶ
 
μαινομένην ὀργὴν προάγεις· καὶ οὐδὲ τοὺς πεμφθέντας ὑπὸ τῆς βουλῆς πρέσβεις φέροντάς σοι τῶν τε ἐγκλημάτων ἄφεσιν καὶ κάθοδον ἐπὶ τὰ οἰκεῖα φίλους καὶ ἀγαθοὺς ἄνδρας ἐλθόντας ἐνετράπης, οὐδὲ τοὺς ἱερεῖς, οὓς τὸ τελευταῖον ἔπεμψεν ἡ πόλις, ἱερὰ στέμματα θεῶν ἔχοντας καὶ προτείνοντας γηραιοὺς ἄνδρας ἀλλὰ καὶ τούτους ἀπήλασας, αὐθάδεις καὶ δεσποτικὰς ὡς κεκρατημένοις ἀποκρίσεις δούς.
 
ἐγὼ μὲν οὐκ ἔχω, πῶς ἐπαινέσω ταῦτα τὰ σκληρὰ καὶ ὑπέραυχα καὶ τὴν θνητὴν φύσιν ἐκβεβηκότα δικαιώματα ὁρῶσα καταφυγὰς εὑρημένας ἅπασιν ἀνθρώποις καὶ παραιτήσεις, ὧν ἂν ἐξαμαρτάνωσι περὶ ἀλλήλους, ἱκετηρίας καὶ λιτὰς καὶ τὸ καταφυγεῖν ἐπὶ τοὺς ἠδικημένους τὸ ἀδικοῦν ταπεινόν, θεῶν ἡμῖν ταῦτα τὰ ἔθη καταστησαμένων· ὑφʼ ὧν μαραίνεται πᾶσα ὀργὴ καὶ ἀντὶ τοῦ μισεῖν τὸν ἐχθρὸν ἐλεεῖ· τοὺς δʼ αὐθαδείᾳ χρησαμένους καὶ λιτὰς ἱκετῶν ὑβρίσαντας, ἅπαντας νεμεσωμένους ὑπὸ θεῶν καὶ εἰς συμφορὰς καταστρέφοντας οὐκ εὐτυχεῖς.
 
αὐτοὶ γὰρ δὴ πρῶτον οἱ ταῦτα καταστησάμενοι καὶ παραδόντες ἡμῖν θεοὶ συγγνώμονες τοῖς ἀνθρωπίνοις εἰσὶν ἁμαρτήμασι καὶ εὐδιάλλακτοι, καὶ πολλοὶ ἤδη μεγάλα εἰς αὐτοὺς ἐξαμαρτόντες εὐχαῖς καὶ θυσίαις τὸν χόλον ἐξιλάσαντο· εἰ μὴ σύ, ὦ Μάρκιε, ἀξιοῖς τὰς μὲν τῶν θεῶν ὀργὰς θνητὰς εἶναι, τὰς δὲ τῶν ἀνθρώπων ἀθανάτους. δίκαια μὲν οὖν ποιήσεις καὶ σεαυτῷ πρέποντα καὶ τῇ πατρίδι αὐτῇ, ἀφεὶς τὰ ἐγκλήματα μετανοούσῃ γε καὶ διαλλαττομένῃ καὶ ὅσα πρότερον ἀφείλετο σοὶ νῦν ἀποδιδούσῃ.
 
εἰ δʼ ἄρα πρὸς ἐκείνην ἀδιαλλάκτως ἔχεις, ἐμοὶ ταύτην δός, ὦ τέκνον, τὴν τιμὴν καὶ χάριν, παρʼ ἧς οὐ τὰ ἐλαχίστου ἄξια ἔχεις οὐδʼ ὧν ἀντιποιήσαιτʼ ἄν τις καὶ ἕτερος, ἀλλὰ τὰ μέγιστα καὶ τιμιώτατα καὶ οἷς ἅπαντα τὰ λοιπὰ κέκτησαι, τὸ σῶμα καὶ τὴν ψυχήν. δανείσματα γὰρ ἔχεις ταῦτʼ ἐμά, καὶ οὐκ ἀφαιρήσεταί με ταῦτʼ οὐθεὶς οὔτε τόπος οὔτε καιρός, οὐδέ γʼ αἱ Οὐολούσκων οὐδὲ τῶν ἄλλων ἀνθρώπων εὐεργεσίαι συμπάντων καὶ χάριτες τοσοῦτον ἰσχύουσιν οὐδʼ ἂν οὐρανομήκεις γένωνται, ὥστε τὰ τῆς φύσεως ἐξαλεῖψαι καὶ παρελθεῖν δίκαια· ἀλλʼ ἐμὸς ἅπαντα τὸν χρόνον ἔσῃ καὶ πρώτῃ πάντων τὰς τοῦ βίου χάριτας ὀφειλήσεις ἐμοί, καὶ ὧν ἂν δέωμαι δίχα προφάσεως ὑπουργήσεις.
 
τοῦτο γὰρ ὁ τῆς φύσεως νόμος ὥρισεν ἅπασι τοῖς αἰσθήσεως καὶ λόγου μετειληφόσι τὸ δίκαιον, ᾧ πιστεύουσα, Μάρκιε τέκνον, κἀγὼ δέομαί σου μὴ ἐπάγειν πόλεμον τῇ πατρίδι, καὶ ἐμποδὼν ἵσταμαί σοι βιαζομένῳ. ἢ προτέραν οὖν ἐμὲ τὴν ἐναντιουμένην σοι μητέρα ταῖς ἐρινύσι προθυσάμενος αὐτοχειρίᾳ τότε τοῦ κατὰ τῆς πατρίδος ἅπτου πολέμου, ἢ τὸ μητροκτόνον ἄγος αἰδούμενος εἶξον τῇ σεαυτοῦ
 
μητρὶ καὶ δός, ὦ τέκνον, τὴν χάριν ἑκών. νόμον μὲν οὖν τόνδε, ὃν οὐθεὶς πώποτε ἀνελεῖ χρόνος, τιμωρὸν καὶ σύμμαχον ἔχουσα οὐκ ἀξιῶ, Μάρκιε, μόνη τιμῶν, ἃς οὗτός μοι δίδωσιν, ἄμοιρος ἐκ σοῦ γενέσθαι· ἔργων δὲ χρηστῶν ὑπομνήσεις, ἵνʼ ἀφῶ τὸν νόμον, σκόπει πάλιν ὡς πολλὰς καὶ μεγάλας· ἥτις ὀρφανὸν ὑπὸ τοῦ πατρὸς καταλειφθέντα σε παραλαβοῦσα νήπιον διέμεινα ἐπὶ σοὶ χήρα καὶ τοὺς ἐπὶ τῆς παιδοτροφίας ἀνήντλησα πόνους, οὐ μήτηρ μόνον, ἀλλὰ καὶ πατὴρ καὶ τροφὸς καὶ ἀδελφὴ καὶ πάντα τὰ φίλτατά σοι γενομένη.
 
ἐπειδὴ δʼ εἰς ἄνδρας ἦλθες, ἐξόν μοι τότε ἀπηλλάχθαι τῶν φροντίδων ἑτέρῳ γημαμένην καὶ ἕτερα τέκνα ἐπιθρέψαι καὶ πολλὰς γηροβοσκοὺς ἐλπίδας ἐμαυτῇ καταλιπεῖν, οὐκ ἠβουλήθην, ἀλλʼ ἔμεινα ἐπὶ τῆς αὐτῆς ἑστίας καὶ τὸν αὐτὸν ἔστερξα βίον, ἐν σοὶ μόνῳ πάσας τιθεῖσα τὰς ἐμαυτῆς ἡδονάς τε καὶ ὠφελείας· ὧν ἔψευσάς με τὰ μὲν ἄκων, τὰ δʼ ἑκών, καὶ πασῶν ἀτυχεστάτην ἐποίησας μητέρων. ποῖον γὰρ χρόνον, ἀφʼ οὗ σε εἰς ἄνδρας ἤγαγον, ἄνευ λύπης ἢ φόβου διετέλεσα, ἢ πότε ἱλαρὰν ἔσχον ἐπὶ σοὶ τὴν ψυχὴν πολέμους ἐπὶ πολέμοις στέλλοντα ὁρῶσά σε καὶ μάχας ἐπὶ μάχαις ἀναιρούμενον καὶ τραύματʼ ἐπὶ τραύμασι λαμβάνοντα;
 
ἀλλʼ ἐξ οὗ ἐπολιτεύου καὶ τὰ κοινὰ ἔπραττες, ἡδονήν τινα ἐκαρπωσάμην ἡ μήτηρ ἐγὼ διὰ σέ; τότε μὲν οὖν τὰ μάλιστα ἠτύχουν στάσεως πολιτικῆς μέσον ὁρῶσά σε κείμενον. ἐν οἷς γὰρ ἀνθεῖν ἐδόκεις πολιτεύμασι καὶ πολὺς ἔπνεις ἐναντιούμενος ὑπὲρ τῆς ἀριστοκρατίας τοῖς δημοτικοῖς, ταῦτʼ ἐμοὶ φόβου μεστὰ ἦν ἐνθυμουμένῃ τὸν ἀνθρώπινον βίον, ὡς ἐπὶ μικρᾶς αἰωρεῖται ῥοπῆς, καὶ ἐκ πολλῶν ἀκουσμάτων τε καὶ παθημάτων μαθούσῃ, ὅτι τοῖς ἐπισήμοις ἀνδράσι θεία τις ἐναντιοῦται νέμεσις ἢ φθόνος τις ἀνθρώπινος πολεμεῖ· καὶ ἦν ἄρα μάντις ἀληθὴς ὡς μήποτε ὤφελον τῶν ἐκβησομένων. κατηγωνίσατό γʼ οὖν σε πολὺς ἐπιρράξας ὁ πολιτικὸς φθόνος καὶ ἀνήρπασεν ἐκ τῆς πατρίδος· ὁ δὲ μετὰ ταῦτά μου βίος, εἰ δὴ καὶ βίον αὐτὸν δεῖ καλεῖν, ἀφʼ οὗ με καταλιπὼν ἔρημον ἐπὶ τοῖς παιδίοις τούτοις ἀπῆλθες, ἐν τούτῳ δεδαπάνηται τῷ ῥύπῳ καὶ ἐν τοῖς πενθίμοις τρύχεσι τούτοις.
 
ἀνθʼ ὧν ἁπάντων ταύτην ἀπαιτῶ σε χάριν, μηδέποτέ σοι βαρεῖα γενομένη μηδʼ εἰς τὸν λοιπὸν ἐσομένη χρόνον, ἕως ἂν ζῶ, διαλλαγῆναι πρὸς τοὺς σεαυτοῦ πολίτας ἤδη ποτὲ καὶ παύσασθαι τὸν ἀμείλικτον χόλον φυλάσσοντα κατὰ τῆς πατρίδος· κοινὸν ἀγαθὸν ἀμφοτέροις ἡμῖν ἀξιοῦσα λαβεῖν καὶ οὐκ ἐμαυτῆς ἴδιον μόνης.
 
σοί τε γάρ, ἐὰν πεισθῇς καὶ μηθὲν ἀνήκεστον ἐξεργάσῃ, καθαρὰν καὶ ἀμίαντον ἔχειν συμβήσεται τὴν ψυχὴν ἀπὸ παντὸς χόλου καὶ ταράγματος δαιμονίου· ἐμοί τε ἡ παρὰ τῶν πολιτῶν τε καὶ πολιτίδων τιμὴ ζώσῃ τε παρακολουθοῦσα τὸν βίον εὐδαίμονα ποιήσει, καὶ μετὰ τὴν τελευτὴν ἀποδιδομένη καθάπερ εἰκὸς εὔκλειαν ἀθάνατον οἴσει.
 
καὶ εἴ τις ἄρα τὰς ἀνθρωπίνους ψυχὰς ἀπολυθείσας τοῦ σώματος ὑποδέξεται τόπος, οὐχ ὁ καταχθόνιος καὶ ἀφεγγὴς ὑποδέξεται τὴν ἐμήν, ἐν ᾧ φασι τοὺς κακοδαίμονας οἰκεῖν, οὐδὲ τὸ λεγόμενον τῆς Λήθης πεδίον, ἀλλʼ ὁ μετέωρος καὶ καθαρὸς αἰθήρ, ἐν ᾧ τοὺς ἐκ θεῶν φύντας οἰκεῖν λόγος εὐδαίμονα καὶ μακάριον ἔχοντας βίον· οἷς διαγγέλλουσα τὸ σὸν εὐσεβὲς καὶ τὰς σὰς χάριτας, αἷς αὐτὴν ἐκόσμησας, ἀεί τινας αἰτήσεταί σοι παρὰ θεῶν ἀμοιβὰς καλάς.
 
ἐὰν δὲ προπηλακίσῃς τὴν σεαυτοῦ μητέρα καὶ ἄτιμον ἀπολύσῃς, ὅ τι μὲν αὐτῷ σοι συμβήσεται διὰ ταῦτα παθεῖν, οὐκ ἔχω λέγειν, μαντεύομαι δʼ οὐδὲν εὐτυχές. ὅτι δʼ ἐὰν καὶ τἆλλα πάντα εὐδαιμονῇς, ἔστω γάρ, ἡ διʼ ἐμὲ καὶ τὰς ἐμὰς συμφορὰς παρακολουθήσουσά σοι καὶ οὐδέποτε ἀνήσουσα τὴν ψυχὴν ὀδύνη πάντων ἀγαθῶν σοι ἀνόνητον ποιήσει τὸν βίον, εὖ οἶδα.
 
οὐ γὰρ ἀνέξεται Οὐετουρία τὴν δεινὴν καὶ ἀνήκεστον ὕβριν ἐν τοσούτοις μάρτυσιν ὑβρισθεῖσα τὸν ἐλάχιστον βιῶναι χρόνον, ἀλλʼ ἐν τοῖς ἁπάντων ὑμῶν φίλων τε καὶ ἐχθρῶν ὄμμασιν ἐμαυτὴν διαχρήσομαι, βαρεῖαν ἀρὰν καὶ δεινὰς ἐρινύας ἀντʼ ἐμαυτῆς καταλιποῦσά σοι τιμωρούς.
 
ὧν μὴ δεήσειεν, ὦ θεοὶ τῆς Ῥωμαίων φύλακες ἡγεμονίας, ἀλλʼ εὐσεβεῖς καὶ καλοὺς δοίητε Μαρκίῳ λογισμούς· καὶ ὥσπερ ἄρτι προσιούσῃ μοι τούς τε πελέκεις ἀπέθετο καὶ τὰς ῥάβδους ἔκλινε καὶ τὸν δίφρον ἀπὸ τοῦ βήματος ἔθηκε χαμαὶ καὶ πάντα τἆλλα, οἷς κοσμεῖσθαι τὰς αὐτοκράτορας ἀρχὰς νόμος, τὰ μὲν ἐμείωσε, τὰ δʼ ἐκποδὼν εἰς τέλος ἐποίησε δῆλον ἅπασι βουλόμενος ποιῆσαι, ὅτι τῶν μὲν ἄλλων ἄρχειν αὐτῷ προσῆκεν, ὑπὸ δὲ τῆς μητρὸς ἄρχεσθαι· οὕτω καὶ νῦν τιμίαν καὶ περίβλεπτόν με ποιήσετε, καὶ χαρισάμενος τὴν κοινὴν πατρίδα ἀντὶ κακοδαιμονεστάτης εὐδαιμονεστάτην ἀποδείξειέ με πασῶν γυναικῶν.
 
εἰ δὲ ὅσιόν ἐστι καὶ θεμιτὸν υἱοῦ γόνασι μητέρα προσκυλίεσθαι, καὶ τοῦτο καὶ πᾶν ἄλλο ταπεινὸν σχῆμα καὶ λειτούργημα ὑπομενῶ σωτηρίας ἕνεκα τῆς πατρίδος.
 
ταῦτʼ εἰποῦσα ἔρριψεν ἑαυτὴν χαμαὶ καὶ περιπλέξασα ταῖς χερσὶν ἀμφοτέραις τοὺς πόδας τοῦ Μαρκίου κατεφίλησε. πεσούσης δʼ αὐτῆς αἱ μὲν γυναῖκες ἀνεβόησαν ἅμα πᾶσαι κωκυτὸν ὀξὺν καὶ μακρόν, οἱ δʼ ἐν τῷ συνεδρίῳ παρόντες Οὐολούσκων οὐκ ἠνέσχοντο τὴν ἀήθειαν τῆς ὄψεως, ἀλλʼ ἀπεστράφησαν. αὐτὸς δʼ ὁ Μάρκιος ἀναλόμενος ἐκ τοῦ δίφρου καὶ περιπεσὼν τῇ μητρὶ ἀνίστησιν αὐτὴν ἀπὸ τῆς γῆς ὀλίγον ἐμπνέουσαν, καὶ περιβαλὼν καὶ πολλὰ ἐκχέας δάκρυα εἶπε· νικᾷς, ὦ μῆτερ, οὐκ εὐτυχῆ νίκην οὔτε σεαυτῇ οὔτʼ ἐμοί· τὴν μὲν γὰρ πατρίδα σέσωκας, ἐμὲ δὲ τὸν εὐσεβῆ καὶ φιλόστοργον υἱὸν ἀπολώλεκας.
 
ταῦτʼ εἰπὼν ἐπὶ τὴν σκηνὴν ἀπῄει κελεύσας ἀκολουθεῖν τήν τε μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ παιδία, ἔνθα τὸν λοιπὸν τῆς ἡμέρας χρόνον σκοπούμενος σὺν αὐταῖς, ὅ τι χρὴ πράττειν, διετέλεσεν. ἦν δὲ τὰ δόξαντα αὐτοῖς τοιάδε· περὶ μὲν τῆς καθόδου μήτε τὴν βουλὴν τέλος μηθὲν ἐκφέρειν εἰς τὸν δῆμον μήτʼ ἐκεῖνον ἐπιψηφίζειν, πρὶν ἂν τοῖς Οὐολούσκοις εὐτρεπῆ γένηται τὰ περὶ φιλίας καὶ καταλύσεως τοῦ πολέμου· αὐτὸν δὲ τὴν στρατιὰν ἀναστήσαντα ὡς διὰ φιλίας γῆς ἀπάγειν· ὑποσχόντα δὲ τῆς ἀρχῆς λόγον καὶ τὰς εὐεργεσίας ἀποδειξάμενον ἀξιοῦν τοὺς ἐπιτρέψαντας αὐτῷ τὴν στρατιάν, μάλιστα μὲν φιλίᾳ δέχεσθαι τοὺς πολεμίους καὶ συνθήκας ποιήσασθαι δικαίας, αὐτῷ τὴν ἰσότητα καὶ τὸ μὴ σφαλῆναι περὶ τὰς ὁμολογίας ἐπιτρέψαντας.
 
εἰ δʼ ἐπὶ τοῖς κατωρθωμένοις σφίσιν αὐθαδείας ἀναπιμπλάμενοι μὴ δέχοιντο τὰς διαλλαγάς, ἀφίστασθαι τῆς ἀρχῆς αὐτοῖς. ἢ γὰρ οὐχ ὑπομενεῖν αὐτοὺς ἄλλον τινὰ αἱρεῖσθαι στρατηγὸν διʼ ἀπορίαν ἀγαθοῦ ἡγεμόνος, ἢ παρακινδυνεύσαντας ὁτῳδήτινι παραδοῦναι τὰς δυνάμεις σὺν μεγάλῃ διδαχθήσεσθαι βλάβῃ τὴν τοῦ συμφέροντος αἵρεσιν. τὰ μὲν δὴ βουλευθέντα αὐτοῖς καὶ δόξαντα δίκαιά τε καὶ ὅσια εἶναι, φήμης τʼ ἀγαθῆς ἐφʼ ᾗ μάλιστα ὁ ἀνὴρ ἐσπούδαζε παρὰ πᾶσι τευξόμενα, τοιάδε ἦν.
 
ἐτάραττε δέ τις αὐτ ὑποψία δέος ἔχουσα, μή ποτε ἀλόγιστος ὄχλος ἐν ἐλπίδι τοῦ καταπεπολεμηκέναι τὸ ἀντίπαλον ἤδη ὢν δι’ ὀργῆς ἀκράτου λάβῃ τὴν ἀποτυχίαν κἄπειτα ὡς προδότην αὐτὸν οὐδὲ λόγου μεταδοὺς αὐτοχειρίᾳ φθάσῃ διολέσας. ἐδόκει οὖν αὐτοῖς καὶ τοῦτο καὶ εἴ τι ἄλλο δεινότερον εἴη κινδύνευμα σὺν ἀρετῇ σώζουσι τὴν πίστιν ὑπομένειν. ἐπεὶ δὲ περὶ δύσιν ἡλίου ἦν ἤδη, ἀσπασάμενοι ἀλλήλους ἐξῄεσαν ἐκ τῆς σκηνῆς· ἔπειθʼ
 
αἱ μὲν γυναῖκες εἰς τὴν πόλιν ἀπῄεσαν, ὁ δὲ Μάρκιος ἐν ἐκκλησίᾳ τὰς αἰτίας ἀποδοὺς τοῖς παροῦσι, διʼ ἃς ἔμελλε λύειν τὸν πόλεμον, καὶ πολλὰ τῶν στρατιωτῶν δεηθεὶς συγγνῶναί τʼ αὐτῷ καί, ἐπειδὰν οἴκαδε ἀφίκωνται, μεμνημένους ὧν ἔπαθον εὖ τοῦ μηθὲν ὑπὸ τῶν ἄλλων ἀνήκεστον παθεῖν συναγωνιστὰς γενέσθαι, καὶ ἄλλα πολλὰ καὶ ἐπαγωγὰ διαλεχθεὶς παρασκευάζεσθαι ἐκέλευσεν ὡς τῇ ἐπιούσῃ νυκτὶ ἀναστρατοπεδεύσοντας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme