Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 8

40.3 εἴ τις ἐστὶν ἐν σοὶ ψυχῆς ἡμέρου καὶ φιλανθρώπου καταλειπομένη μερίς, ἐλέησον, ὦ Οὐετουρία, γυνὴ γυναῖκας κοινωνησάσας ἱερῶν ποτε καὶ ὁσίων, καὶ παραλαβοῦσα μετὰ σεαυτῆς Οὐολουμνίαν τε τὴν ἀγαθὴν γυναῖκα καὶ τοὺς παῖδας αὐτῆς καὶ τὰς ἱκέτιδας ἡμᾶς φερούσας τὰ νήπια ταυτὶ καὶ αὐτὰς γενναίας ἴθι πρὸς τὸν υἱὸν καὶ πεῖθε καὶ λιπάρει καὶ μὴ ἀνῇς δεομένη, μίαν ἀντὶ πολλῶν χάριν αἰτοῦσα παρʼ αὐτοῦ σπείσασθαι πρὸς τοὺς ἑαυτοῦ πολίτας καὶ κατελθεῖν εἰς τὴν δεομένην ἀπολαβεῖν αὐτὸν πατρίδα· πείσεις γάρ, εὖ ἴσθι, καὶ οὐ περιόψεταί σε ἐρριμμένην παρὰ τοῖς ἑαυτοῦ ποσὶν ἀνὴρ εὐσεβής.
40.4 καταγαγοῦσα δὲ τὸν υἱὸν εἰς τὴν πόλιν αὐτή τʼ ἀθάνατον ἕξεις κλέος ὥσπερ εἰκὸς ἐκ τηλικούτου κινδύνου καὶ φόβου ῥυσαμένη τὴν πατρίδα, καὶ ἡμῖν τιμῆς τινος αἰτία παρὰ τοῖς ἀνδράσιν ἔσῃ, ὅτι τὸν οὐ δυνηθέντα ὑπʼ ἐκείνων διασκεδασθῆναι πόλεμον αὐταὶ διελύσαμεν· ἐκείνων τʼ ἀληθῶς ἔγγονοι τῶν γυναικῶν φανησόμεθα, αἳ τὸν συστάντα Ῥωμύλῳ πρὸς Σαβίνους πόλεμον αὐταὶ πρεσβευσάμεναι διελύσαντο καὶ συναγαγοῦσαι τούς θʼ ἡγεμόνας καὶ τὰ ἔθνη μεγάλην ἐκ μικρᾶς ἐποίησαν τὴν πόλιν.
40.5 καλὸς ὁ κίνδυνος, ὦ Οὐετουρία, τὸν υἱὸν κομίσασθαι, ἐλευθερῶσαι τὴν πατρίδα, σῶσαι τὰς ἑαυτῆς πολίτιδας, κλέος ἀρετῆς ἀθάνατον τοῖς ἐσομένοις καταλιπεῖν. δὸς ἡμῖν ἑκοῦσα καὶ μετὰ προθυμίας τὴν χάριν καὶ σπεῦσον, ὦ Οὐετουρία· βουλὴν γὰρ ἢ χρόνον ὁ κίνδυνος ὀξὺς ὢν οὐκ ἐπιδέχεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme