Book 8
36.4
μηθὲν αὐτοῖς ψηφίζεσθαι φιλάνθρωπον. πολὺς γὰρ δὴ Ῥωμαίοις ἀεὶ λόγος τοῦ μηθὲν δρᾶσαί ποτʼ ἐξ ἐπιτάγματος μηδὲ φόβῳ πολεμίων εἴξαντας, σπεισαμένοις δὲ τοῖς διαφόροις καὶ παρασχοῦσιν ἑαυτοὺς ὑπηκόους χαρίζεσθαί τε καὶ ἐπιτρέπειν ὅτου δέοιντο τῶν μετρίων. καὶ τοῦτο τὸ φρόνημα ἐν πολλοῖς καὶ μεγάλοις κινδύνοις φυλάττουσα ἡ πόλις κατά τε τοὺς ὀθνείους καὶ τοὺς ἐμφυλίους πολέμους μέχρι τοῦ καθʼ ἡμᾶς χρόνου διατετέλεκε.
37.1
ταῦτα ψηφισαμένης τῆς βουλῆς καὶ πρεσβευτὰς ἑτέρους ἑλομένης δέκα ἄνδρας ἐκ τῶν ὑπατικῶν τοὺς ἀξιώσοντας τὸν ἄνδρα μηθὲν ἐκφέρειν ἐπίταγμα βαρὺ μηδʼ ἀνάξιον τῆς πόλεως, ἀλλὰ καταλύσαντα τὴν ἔχθραν καὶ ἀναστήσαντα τὴν δύναμιν ἐκ τῆς χώρας πειθοῖ καὶ διὰ λόγων συμβατηρίων ταῦτα πειρᾶσθαι πράττειν, εἰ βούλεται βεβαίους τε καὶ εἰς ἀεὶ διαμενούσας ποιήσασθαι τὰς ὁμολογίας τῶν πόλεων, ὡς τῶν γε ὑπʼ ἀνάγκης τινὸς ἢ καιροῦ συγχωρουμένων καὶ ἰδιώταις καὶ πόλεσιν ἅμα τῷ μεταπεσεῖν τοὺς καιροὺς ἢ τὰς ἀνάγκας εὐθὺς διαλυομένων· οἱ μὲν ἀποδειχθέντες ὑπʼ αὐτῆς πρέσβεις ἅμα τῷ πυθέσθαι τὴν παρουσίαν τοῦ Μαρκίου πορευθέντες ὡς αὐτὸν πολλὰ ἐπαγωγὰ διελέγοντο φυλάττοντες καὶ ἐν τοῖς λόγοις τὸ ἀξίωμα τῆς πόλεως.
37.2
ὁ δὲ Μάρκιος ἄλλο μὲν οὐδὲν αὐτοῖς ἀπεκρίνατο, συνεβούλευε δὲ κρεῖττόν τι βουλευσαμένους ἥκειν τριῶν ἐντὸς ἡμερῶν· ταύτας γὰρ αὐτοῖς ἔσεσθαι μόνας ἀνοχὰς τοῦ πολέμου. βουλομένων δέ τι πρὸς ταῦτα λέγειν τῶν ἀνδρῶν οὐκ ἐπέτρεψεν, ἀλλʼ ἀπιέναι τὴν ταχίστην ἐκέλευσεν ἐκ τοῦ χάρακος, ἀπειλήσας ὡς, εἰ μὴ ποιήσουσιν, ὡς κατασκόποις χρήσεται· κἀκεῖνοι σιωπῇ ἀπιόντες εὐθὺς ᾤχοντο.