Book 8
29.1
τοιαῦτα διεξελθόντος τοῦ Μηνυκίου μικρὸν ἐπισχὼν ὁ Μάρκιος εἶπε· σοὶ μέν, ὦ Μηνύκιε, καὶ ὑμῖν τοῖς ἅμα τούτῳ πεμφθεῖσιν ὑπὸ τῆς βουλῆς φίλος εἰμὶ καὶ πρόθυμος, εἴ τι δύναμαι, ποιεῖν ἀγαθόν, ὅτι μοι καὶ πρότερον, ὅτε πολίτης ὑμέτερος ἦν καὶ τὰ κοινὰ ἔπραττον, ἐν πολλοῖς καὶ ἀναγκαίοις ἐγένεσθε καιροῖς χρήσιμοι, καὶ μετὰ τὴν φυγὴν οὐκ ἀπεστράφητέ με καταφρονήσει τῆς τότε τύχης, ὡς οὔτε φίλους εὖ ποιεῖν δυνάμενον ἔτι οὔτʼ ἐχθροὺς κακῶς, ἀλλὰ χρηστοὶ καὶ βέβαιοι διεμείνατε φίλοι μητρός τε τῆς ἐμῆς κηδόμενοι καὶ γυναικὸς καὶ τέκνων, καὶ τὰς συμφορὰς αὐτοῖς κουφοτέρας ποιοῦντες ταῖς ἰδίαις ἐπιμελείαις.
29.2
τοῖς δʼ ἄλλοις Ῥωμαίοις ἀπέχθομαί τʼ ὡς δύναμαι μάλιστα καὶ πολεμῶ καὶ οὐδέποτε μισῶν αὐτοὺς παύσομαι· οἵ με ἀντὶ πολλῶν καὶ καλῶν ἔργων, ἐφʼ οἱς τιμᾶσθαι προσῆκεν, ὡς τὰ μέγιστα ἐξημαρτηκότα περὶ τὸ κοινὸν αἰσχρῶς ἐξήλασαν ἐκ τῆς πατρίδος, οὔτε μητέρα αἰδεσθέντες τὴν ἐμὴν οὔτε παιδία ἐλεήσαντες οὔτʼ ἄλλο πάθος ἥμερον οὐδὲν ἐπὶ ταῖς ἐμαῖς λαβόντες τύχαις.
29.3
μαθόντες δὲ τοῦτο, εἰ μὲν αὐτοὶ δεῖσθέ του παρʼ ἡμῶν, λέγετε μηθὲν ὀκνοῦντες, ὡς οὐθενὸς ἀτυχήσοντες τῶν δυνατῶν, περὶ δὲ φιλίας καὶ διαλλαγῶν, ἃς ἀξιοῦτέ με ποιήσασθαι πρὸς τὸν δῆμον ἐπὶ ταῖς ἐλπίσι τῆς καθόδου, παύσασθε διαλεγόμενοι. πάνυ γὰρ ἀγαπητῶς δεξαίμην ἂν εἰς τοιαύτην κατελθεῖν πόλιν, ἐν ᾗ τὰ μὲν τῆς ἀρετῆς ἆθλα ἡ κακία φέρεται, τὰς δὲ τῶν κακούργων τιμωρίας οἱ μηδὲν ἡμαρτηκότες ὑπομένουσιν.