Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 8

28.3 ἡδονὰς μὲν δὴ τοιαύτας καρπώσῃ κατὰ γνώμην χωρήσαντός σοι τοῦδε τοῦ ἔργου, ἔπαινον δὲ καὶ ζῆλον καὶ τιμάς, ὧν ὀρέγεσθαι χρὴ τοὺς ἀγαθοὺς ἄνδρας, σκόπει ποίας τινάς· μητροκτόνος κεκλήσῃ καὶ παιδοφόνος καὶ γυναικὸς ἀλιτήριος καὶ πατρίδος ἀλάστωρ, καὶ οὔτε θυσιῶν οὔτε σπονδῶν οὔθʼ ἑστίας, ὅποι ποτʼ ἂν ἀφίκῃ, κοινωνεῖν ἐθελήσει σοι τῶν εὐσεβῶν καὶ δικαίων οὐθείς, αὐτοῖς τʼ οὐκ ἔσῃ τίμιος, οἷς εὔνοιαν ἐνδεικνύμενος ταῦτα δρᾷς, ἀλλὰ καρπωσάμενοί τινα ἕκαστος τούτων ἐκ τῶν σῶν ἀσεβημάτων ὠφέλειαν μισήσουσι τὴν αὐθάδειαν τοῦ τρόπου.
28.4 ἐῶ γὰρ λέγειν, ὅτι χωρὶς τοῦ μίσους, ὃ παρὰ τῶν ἐπιεικεστάτων ἕξεις, καὶ φθόνος ἀπαντήσεται πολὺς ἐκ τῶν ἴσων καὶ φόβος ἐκ τῶν ἡσσόνων καὶ διʼ ἄμφω ταῦτʼ ἐπιβουλαὶ καὶ ἄλλα πολλὰ καὶ χαλεπά, ὅσα εἰκὸς συμπεσεῖν ἀνδρὶ ἐρήμῳ φίλων καὶ ἐν ξένῃ ὄντι γῇ. τὰς γὰρ δὴ παρὰ θεῶν τε καὶ δαιμόνων ἐπιπεμπομένας τοῖς ἀνόσια καὶ δεινὰ διαπραξαμένοις ἐρινύας ἐῶ, ὑφʼ ὧν αἰκιζόμενοι ψυχάς τε καὶ σώματα κακοὺς μὲν διαντλοῦσι βίους,
28.5 οἰκτρὰς δʼ ὑπομένουσι τελευτάς. ταῦτʼ ἐνθυμηθείς, ὦ Μάρκιε, μετάγνωθι καὶ παῦσαι μνησικακῶν τῇ σεαυτοῦ πατρίδι· τύχην τε πάντων αἰτίαν ἡγησάμενος ὧν πέπονθας πρὸς ἡμῶν ἢ δέδρακας ἡμᾶς κακῶν, ἄπιθι χαίρων ἐπὶ τὰ οἰκεῖα, καὶ κόμισαι μητρός τε περιβολὰς προσηνεστάτας καὶ γυναικὸς τε φιλοφροσύνας ἡδίστας καὶ τέκνων ἀσπασμοὺς γλυκυτάτους, καὶ σεαυτὸν ἀπόδος ὀφείλημα κάλλιστον τῇ γειναμένῃ σε καὶ τηλικοῦτον ἄνδρα παιδευσαμένῃ πατρίδι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme