Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 8

24.7 ταῦτά σοι περί τε ἡμῶν αὐτῶν, ὦ Μάρκιε, τῶν ἐκ τοῦ συνεδρίου καὶ περὶ τῶν ἄλλων πολιτῶν, οὓς ἀπολέσαι προθυμῇ κακὸν οὐδὲν ὑπʼ αὐτῶν πεπονθώς, τάφων τε καὶ ἱερῶν καὶ πόλεως τῆς γειναμένης τε καὶ θρεψαμένης τὰ δίκαια εἰρήσθω.
25.1 φέρε, εἰ δὲ δὴ πάντας μὲν ἀνθρώπους καὶ τοὺς μηδὲν ἀδικοῦντάς σε γυναιξὶν ὁμοῦ καὶ τέκνοις δίκας σοι δοῦναι προσῆκε, πάντας δὲ θεούς τε καὶ ἥρωας καὶ δαίμονας πόλιν τε καὶ χώραν ἀπολαῦσαι τῆς τῶν δημάρχων ἀνοίας, καὶ μηδὲν ἐξαίρετον μηδʼ ἀτιμώρητον ἀφεῖσθαι μέρος ὑπὸ σοῦ, οὐχ ἱκανὰς ἤδη παρὰ πάντων εἰσπέπραξαι δίκας τοσοῦτον μὲν φόνον ἐργασάμενος ἀνθρώπων, τοσαύτην δὲ χώραν πυρὶ καὶ σιδήρῳ λωβησάμενος, τοσαύτας δὲ πόλεις ἐκ βάθρων ἀναστήσας, ἑορτὰς δὲ καὶ θυσίας καὶ σεβασμοὺς θεῶν καὶ δαιμόνων ἐν πολλοῖς τόποις ἀνεόρτους ἀναγκάσας γενέσθαι καὶ ἀθύτους καὶ τιμῶν νομίμων ἀμοίρους;
25.2 ἐγὼ μὲν οὐκ ἠξίουν ἄνδρα, ὅτῳ φροντὶς ὁποσηοῦν ἀρετῆς ἐστιν, οὔτε συναναιρεῖν τοῖς ἐχθροῖς τὰ φίλια οὔτε χαλεπὸν ὀργὴν εἶναι καὶ ἀπαραίτητον εἰς τοὺς ἐξαμαρτάνοντάς τι περὶ αὐτόν, ἄλλως τε καὶ δίκας παρʼ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme