Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 8

8.5 ἢ πολεμοῦντες οὐκ ἀπολήψεσθαι. κράτιστος δʼ ὁ καιρὸς καὶ οἷος οὐκ ἕτερος ἐπιθέσθαι Ῥωμαίοις, ὃν ἡ τύχη τοῖς ἀδικουμένοις οὐδʼ ἂν ἐλπισθέντα παρεσκεύασεν, ἐν ᾧ στασιάζουσι καὶ ὑποπτεύουσιν ἀλλήλους καὶ ἡγεμόνας ἔχουσιν ἀπείρους πολέμου. ἃ μὲν οὖν ὑποτίθεσθαι ἔδει λόγοις καὶ παραινεῖν φίλοις, μετὰ πάσης εὐνοίας καὶ πίστεως εἰρημένα ὑπʼ ἐμοῦ, ταῦτʼ ἐστίν, ἃ δὲ παρʼ αὐτὰ τὰ ἔργα ἑκάστοτε προορᾶσθαί τε καὶ μηχανᾶσθαι δεήσει, τοῖς ἡγεμόσι τῆς δυνάμεως ἐπιτρέψατε διανοεῖσθαι.
8.6 πρόθυμον γὰρ καὶ τοὐμὸν ἔσται, ἐν ᾧ ἄν με τάττητε τόπῳ, καὶ πειράσομαι μηδενὸς εἶναι χείρων μήτε στρατιώτου μήτε λοχαγοῦ μήτε ἡγεμόνος· ἀλλὰ καταχρῆσθέ μοι λαβόντες, ὅπου ἂν μέλλω τι ὑμᾶς ὠφελήσειν, καὶ εὖ ἴστε ὅτι, εἰ πολεμῶν ὑμῖν μεγάλα βλάπτειν δυνατὸς ἦν, καὶ σὺν ὑμῖν ἀγωνιζόμενος μεγάλα δυνήσομαι ὠφελεῖν.
9.1 τοιαῦτα μὲν ὁ Μάρκιος εἶπεν. οἱ δὲ Οὐολοῦσκοι λέγοντός τε τοῦ ἀνδρὸς ἔτι δῆλοι ἦσαν ἀγάμενοι τοὺς λόγους, καὶ ἐπειδὴ ἐπαύσατο μεγάλῃ βοῇ πάντες ἐπεσήμηναν ὡς τὰ κράτιστα ὑποθεμένῳ λόγον τʼ οὐθενὶ προθέντες ἐπικυροῦσι τὴν γνώμην. γραφέντος δὲ τοῦ δόγματος εὐθὺς ἐξ ἑκάστης πόλεως τοὺς ἐπιφανεστάτους ἄνδρας ἑλόμενοι πρεσβευτὰς εἰς τὴν Ῥώμην ἀπέστειλαν· τῷ δὲ Μαρκίῳ ψηφίζονται βουλῆς τε μετουσίαν ἐν ἁπάσῃ πόλει καὶ ἀρχὰς ἐξεῖναι πανταχόσε μετιέναι καὶ τῶν ἄλλων, ὁπόσα τιμιώτατα ἦν παρʼ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme