Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 8

86.1 Ῥωμαῖοι μὲν οὖν ἐν τούτοις ἦσαν· Οὐολοῦσκοι δʼ, ἐπειδὴ ἡμέρα τʼ ἐγένετο καὶ ἔγνωσαν τοὺς πολεμίους ἐκλελοιπότας τὸν χάρακα, προσελθόντες κατεστρατοπέδευσαν. σκυλεύσαντες δὲ τοὺς τῶν πολεμίων νεκροὺς καὶ τοὺς ἡμιθνῆτας, οἷς σωθήσεσθαι ἐλπὶς ἦν, ἀνελόμενοι ταφάς τε ποιησάμενοι τῶν σφετέρων νεκρῶν, εἰς τὴν ἐγγυτάτω πόλιν Ἄντιον ἀνέζευξαν· ἔνθα παιανίζοντες ἐπὶ τῇ νίκῃ καὶ θύοντες ἐν ἅπασιν ἱεροῖς εἰς εὐπαθείας καὶ ἡδονὰς ταῖς ἑξῆς ἡμέραις ἐτράποντο.
86.2 εἰ μὲν οὖν ἐπὶ τῆς τότε νίκης διέμειναν καὶ μηδὲν ἐπεξειργάσαντο, καλὸν ἂν αὐτοῖς εἰλήφει τέλος ὁ ἀγών. Ῥωμαῖοι γὰρ οὐκ ἂν ὑπέμειναν ἔτι προελθεῖν ἐκ τοῦ χάρακος ἐπὶ πολέμῳ, ἀγαπητὸν δʼ ἂν ἦν, εἰ ἀπῆλθον ἐκ τῆς πολεμίας, κρείττονα τοῦ προδήλου θανάτου τὴν ἄδοξον ἡγησάμενοι φυγήν. νῦν δὲ τοῦ πλείονος ὀρεγόμενοι καὶ τὴν ἐκ τῆς προτέρας νίκης δόξαν ἀπέβαλον.
86.3 ἀκούοντες γὰρ παρά τε κατασκόπων καὶ τῶν ἐκ τοῦ χάρακος ἀποδεδρακότων, ὅτι κομιδῇ τʼ εἰσὶν οἱ σωθέντες Ῥωμαίων ὀλίγοι καὶ τούτων οἱ πλείους τραυματίαι, πολλὴν αὐτῶν ἐποιήσαντο καταφρόνησιν, καὶ αὐτίκα τὰ ὅπλα ἁρπάσαντες ἔθεον ἐπʼ αὐτούς. πολὺ δὲ καὶ τὸ ἄνοπλον αὐτοῖς ἐκ τῆς πόλεως εἵπετο κατὰ θέαν τοῦ ἀγῶνος καὶ ἅμα ἐφʼ ἁρπαγήν τε καὶ ὠφέλειαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme