Book 8
74.1
ταύτην εἰσηγησαμένου τὴν γνώμην Ἀππίου καὶ σφόδρα δόξαντος εὐδοκιμεῖν δεύτερος ἐρωτηθεὶς Αὖλος Σεμπρώνιος Ἀτρατῖνος ἔλεξεν· Ἄππιον μὲν οὐ νῦν ἔχω πρῶτον ἐπαινεῖν, ὡς φρονῆσαί τε ἱκανώτατον πρὸ πολλοῦ τὰ μέλλοντα καὶ γνώμας τὰς καλλίστας τε καὶ ὠφελιμωτάτας ἀποδεικνύμενον βέβαιόν τε καὶ ἀμετακίνητον ἐν τοῖς κριθεῖσι καὶ οὔτε φόβῳ εἴκοντα οὔτε χάρισιν ὑποκατακλινόμενον. ἀεὶ γὰρ ἐπαινῶν αὐτὸν καὶ θαυμάζων διατελῶ τοῦ τε φρονίμου καὶ τῆς γενναιότητος, ἣν παρὰ τὰ δεινὰ ἔχει. γνώμην τʼ οὐχ ἑτέραν, ἀλλὰ καὶ αὐτὸς ταύτην ἀποδείκνυμαι, μικρὰ ἔτι προσθεὶς αὐτῇ, ἅ μοι παραλιπεῖν Ἄππιος ἐδόκει.
74.2
Ἕρνικας μὲν γὰρ καὶ Λατίνους, οἷς νεωστὶ δεδώκαμεν τὴν ἰσοπολιτείαν, οὐδʼ αὐτὸς οἶμαι δεῖν κληρουχεῖν τὰ ἡμέτερα. οὐ γάρ, ἐξ οὗ προσῆλθον εἰς τὴν φιλίαν ἡμῖν, ταύτην τὴν γῆν κτησάμενοι ἔχομεν, ἀλλὰ παλαίτερον ἔτι τοῖς ἑαυτῶν κινδύνοις οὐθενὸς ἄλλου προσωφελήσαντος ἀφελόμενοι τοὺς ἐχθρούς. ἀποκρινώμεθά τʼ αὐτοῖς, ὅτι τὰς μὲν πρότερον ὑπαρχούσας ἡμῖν κτήσεις, ὅσας ἕκαστοι εἴχομεν, ὅτε τὴν φιλίαν συνετιθέμεθα, ἰδίας τε καὶ ἀναφαιρέτους ἑκάστοις δεῖ μένειν, ὅσων δʼ ἄν, ἀφʼ οὗ τὰς συνθήκας ἐποιησάμεθα, κοινῇ στρατεύσαντες ἐκ πολέμου κύριοι γενώμεθα, τούτων ὑπάρξει τὸ ἐπιβάλλον ἑκάστοις λάχος.