Book 8
6.4
τοιαῦτα δὴ πεπονθὼς ἐγὼ πρὸς τῶν ἐμαυτοῦ πολιτῶν ἀβίωτον ἡγησάμην τὸν λοιπὸν ἔσεσθαί μοι βίον, εἰ μὴ λάβοιμι παρʼ αὐτῶν δίκας· καὶ διὰ τοῦτʼ ἐξόν μοι ζῆν ἀπραγμόνως, εἴτʼ ἐν ταῖς Λατίνων πόλεσιν ἠβουλόμην κατὰ τὸ συγγενές, εἴτʼ ἐν ταῖς νεοκτίστοις, ἅς οἱ πατέρες ἡμῶν ἀπῴκισαν, οὐκ ἠβουλήθην, ἐφʼ ὑμᾶς δὲ κατέφυγον, οὓς ἠπιστάμην πλεῖστά θʼ ὑπὸ Ῥωμαίων ἠδικημένους καὶ μάλιστʼ αὐτοῖς ἀπεχθομένους, ἵνα κοινῇ μεθʼ ὑμῶν τιμωρησαίμην αὐτούς, ὅση μοι δύναμις, λόγοις τʼ, ἔνθα δεῖ λόγων, καὶ ἔργοις, ὅταν ἔργων δέῃ. χάριν τε τὴν μεγάλην ὑμῖν οἶδα τῆς θʼ ὑποδοχῆς μου καὶ ἔτι μᾶλλον τῆς τιμῆς, ᾗ με τιμᾶτε οὐθὲν οὔτε μνησικακήσαντες οὔθʼ ὑπολογισάμενοι ὧν ὑπʼ ἐμοῦ πολεμίου ποτὲ ὄντος ἐπάθετε κατὰ τοὺς πολέμους.
7.1
φέρε δή, τίς ἂν εἴην ἀνήρ, εἰ δόξης καὶ τιμῶν, ὧν προσῆκέ μοι παρὰ τοῖς ἐμαυτοῦ πολίταις τυγχάνειν, παρὰ τῶν εὖ παθόντων ἀποστερηθείς, πρὸς δὲ τούτοις πατρίδος τε καὶ οἴκου καὶ φίλων καὶ θεῶν πατρῴων καὶ τάφων προγονικῶν καὶ παντὸς ἄλλου ἀπελασθεὶς ἀγαθοῦ, παρʼ ὑμῖν δʼ ἅπαντα ταῦθʼ εὑρών, οἷς ἐκείνων χάριν ἐπολέμουν, εἰ μὴ γενοίμην χαλεπὸς μὲν οἷς ἀντὶ πολιτῶν ἐχθροῖς κέχρημαι, χρηστὸς δʼ οἷς ἀντὶ πολεμίων φίλοις; ἀλλʼ ἔγωγʼ οὐδʼ ἐν ἀνδρὸς μοίρᾳ θείην ἄν, ὅστις μήτε τὸ πολεμοῦν διʼ ὀργῆς ἔχει μήτε τὸ σῶζον ἑαυτὸν διʼ εὐνοίας. πατρίδα θʼ ἡγοῦμαι οὐ τὴν ἀπαρνησαμένην με πόλιν, ἀλλʼ ἧς ἀλλότριος