Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 7

63.3 ποιησαμένων γὰρ ὑμῶν καταδρομὴν τῆς Ἀντιατῶν γῆς καὶ πολλὰ μὲν σώματα, πολλὰ δὲ βοσκήματα, πολὺν δὲ σῖτον, πολλὰ δʼ ἄλλα χρήματα περιβαλομένων οὔτε τῷ ταμίᾳ ταῦτʼ ἀπέδειξεν οὔτʼ αὐτὸς ἀποδόμενος εἰς τὸ δημόσιον ἀνήνεγκε τὸ ἀργύριον, ἀλλὰ διένειμε καὶ κατεχαρίσατο τοῖς ἑαυτοῦ φίλοις ἅπασαν τὴν λείαν· τοῦτο δὴ τυραννίδος τεκμήριον εἶναι φημὶ τὸ ἔργον· πῶς γὰρ οὔ; ὃς τοὺς ἑαυτοῦ κόλακάς τε καὶ σωματοφύλακας καὶ τῆς μελλούσης τυραννίδος συνεργοὺς ἐκ τῶν δημοσίων εὐηργέτει χρημάτων·
63.4 καὶ νόμου κατάλυσιν εἶναι φανερὰν ταύτην λέγω. δυεῖν δὴ θάτερον ἀποφηνάτω παρελθὼν Μάρκιος, ἢ ὡς οὐ διένειμε τὰ λάφυρα τοῖς ἑαυτοῦ φίλοις, ἃ ἔλαβεν ἐκ τῆς πολεμίας, ἢ ὡς ταῦτα ποιῶν οὐ καταλύει τοὺς νόμους· ὧν οὐδέτερον ἕξει πρὸς ὑμᾶς εἰπεῖν. αὐτοὶ γὰρ ἀμφότερα ἴστε, καὶ τὸν νόμον καὶ τὸ ἔργον, καὶ οὐκ ἔνεσθʼ ὑμῖν ἀποψηφισαμένοις αὐτοῦ τὰ δίκαια καὶ τὰ εὔορκα δοκεῖν ἐγνωκέναι. ἐάσας δὴ τοὺς στεφάνους καὶ τὰ ἀριστεῖα καὶ τὰ τραύματα καὶ τὴν ἄλλην τερατείαν πρὸς ταῦτα λέγε, ὦ Μάρκιε· παραδίδωμι γὰρ ἤδη σοὶ τὸν λόγον.
64.1 τοῦτο τὸ κατηγόρημα πολλὴν ἐποίησε τὴν ἐπὶ θάτερα μεταβολήν. οἱ μὲν γὰρ ἐπιεικέστεροί τε καὶ σπουδάζοντες ὑπὲρ ἀφέσεως τοῦ ἀνδρὸς μαλακώτεροι τούτων ἀκούσαντες ἐγένοντο, τὸ δὲ κακόηθες ἅπαν, ὃ τοῦ δήμου πλεῖστον μέρος ἦν, ἐκ παντὸς ἀπολέσαι τὸν ἄνδρα δήπου προθυμούμενον, ἔτι μᾶλλον εἰς ταῦτʼ ἐπερρώσθη μεγάλης ἀφορμῆς καὶ φανερᾶς

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme