Book 7
63.1
τοῦτο καταμαθὼν ὁ Δέκιος ἐκεῖνος, ὁ καὶ τοὺς ἐν τῇ βουλῇ ποιησάμενος λόγους καὶ τὸ προβούλευμα περὶ τῆς δίκης γραφῆναι παρασκευάσας, ἀνέστη καὶ σιωπὴν γενέσθαι κελεύσας ἔλεξεν· ἐπειδή, ὦ δημόται, τῶν ἐν τῇ βουλῇ λεχθέντων ὑπὸ Μαρκίου λόγων, καὶ τῶν διὰ τούτους ἀκολουθησάντων ἔργων βιαίων τε καὶ ὑπερηφάνων ἀπολύουσιν αὐτὸν οἱ πατρίκιοι καὶ οὐδʼ ἡμῖν ἐπιτρέπουσι κατηγορεῖν, ἀκούσατε, οἷον ὑμῖν ἔργον ἕτερον ἔξω τῶν λόγων ὁ γενναῖος οὗτος ἀνὴρ τυγχάνει διαπεπραγμένος, ὡς αὔθαδες καὶ τυραννικόν, καὶ οἷον ὑμῶν κατέλυσε νόμον αὐτὸς ἰδιώτης ὢν μάθετε.
63.2
ἴστε δήπου πάντες, ὅτι τὰ ἐκ τῶν πολέμων λάφυρα, ὅσων ἂν ἡμῖν ὑπάρχῃ τυχεῖν διʼ ἀρετήν, δημόσια εἶναι κελεύει ὁ νόμος, καὶ τούτων οὐχ ὅπως τις ἰδιώτης γίνεται κύριος, ἀλλʼ οὐδʼ αὐτὸς ὁ τῆς δυνάμεως ἡγεμών· ὁ δὲ ταμίας αὐτὰ παραλαβὼν ἀπεμπολᾷ καὶ εἰς τὸ δημόσιον ἀναφέρει τὰ χρήματα· καὶ τοῦτον τὸν νόμον, ἐξ οὗ τήνδε οἰκοῦμεν τὴν πόλιν, οὐχ ὅπως κατέλυσέ τις, ἀλλʼ οὐδʼ ᾐτιάσατο μὴ οὐχὶ καλῶς ἔχειν· ἀλλʼ οὗτος ὁ Μάρκιος πρῶτος καὶ μόνος ὑπεριδὼν αὐτοῦ κειμένου καὶ κυρίου ὄντος ἠξίωσε σφετερίσασθαι τὰ κοινὰ ἡμῶν, ὦ δημόται, λάφυρα, πέρυσι καὶ οὐ πάλαι.