Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 7

 
ποιησαμένων γὰρ ὑμῶν καταδρομὴν τῆς Ἀντιατῶν γῆς καὶ πολλὰ μὲν σώματα, πολλὰ δὲ βοσκήματα, πολὺν δὲ σῖτον, πολλὰ δʼ ἄλλα χρήματα περιβαλομένων οὔτε τῷ ταμίᾳ ταῦτʼ ἀπέδειξεν οὔτʼ αὐτὸς ἀποδόμενος εἰς τὸ δημόσιον ἀνήνεγκε τὸ ἀργύριον, ἀλλὰ διένειμε καὶ κατεχαρίσατο τοῖς ἑαυτοῦ φίλοις ἅπασαν τὴν λείαν· τοῦτο δὴ τυραννίδος τεκμήριον εἶναι φημὶ τὸ ἔργον· πῶς γὰρ οὔ; ὃς τοὺς ἑαυτοῦ κόλακάς τε καὶ σωματοφύλακας καὶ τῆς μελλούσης τυραννίδος συνεργοὺς ἐκ τῶν δημοσίων εὐηργέτει χρημάτων·
 
καὶ νόμου κατάλυσιν εἶναι φανερὰν ταύτην λέγω. δυεῖν δὴ θάτερον ἀποφηνάτω παρελθὼν Μάρκιος, ἢ ὡς οὐ διένειμε τὰ λάφυρα τοῖς ἑαυτοῦ φίλοις, ἃ ἔλαβεν ἐκ τῆς πολεμίας, ἢ ὡς ταῦτα ποιῶν οὐ καταλύει τοὺς νόμους· ὧν οὐδέτερον ἕξει πρὸς ὑμᾶς εἰπεῖν. αὐτοὶ γὰρ ἀμφότερα ἴστε, καὶ τὸν νόμον καὶ τὸ ἔργον, καὶ οὐκ ἔνεσθʼ ὑμῖν ἀποψηφισαμένοις αὐτοῦ τὰ δίκαια καὶ τὰ εὔορκα δοκεῖν ἐγνωκέναι. ἐάσας δὴ τοὺς στεφάνους καὶ τὰ ἀριστεῖα καὶ τὰ τραύματα καὶ τὴν ἄλλην τερατείαν πρὸς ταῦτα λέγε, ὦ Μάρκιε· παραδίδωμι γὰρ ἤδη σοὶ τὸν λόγον.
 
τοῦτο τὸ κατηγόρημα πολλὴν ἐποίησε τὴν ἐπὶ θάτερα μεταβολήν. οἱ μὲν γὰρ ἐπιεικέστεροί τε καὶ σπουδάζοντες ὑπὲρ ἀφέσεως τοῦ ἀνδρὸς μαλακώτεροι τούτων ἀκούσαντες ἐγένοντο, τὸ δὲ κακόηθες ἅπαν, ὃ τοῦ δήμου πλεῖστον μέρος ἦν, ἐκ παντὸς ἀπολέσαι τὸν ἄνδρα δήπου προθυμούμενον, ἔτι μᾶλλον εἰς ταῦτʼ ἐπερρώσθη μεγάλης ἀφορμῆς καὶ φανερᾶς
 
λαβόμενον. ἦν γὰρ ἀληθὴς ἡ τῶν λαφύρων διάδοσις, οὐ μὴν ἐκ προαιρέσεώς γε πονηρᾶς καὶ ἐπὶ κατασκευῇ τυραννίδος, ὡς ὁ Δέκιος ᾐτιᾶτο, γενομένη, ἀλλʼ ἀπὸ παντὸς τοῦ βελτίστου καὶ ἐπανορθώσεως ἕνεκα τῶν κατεχόντων τὰ κοινὰ κακῶν. στασιάζοντος γὰρ ἔτι καὶ διεστηκότος ἀπὸ τῶν πατρικίων τοῦ πλήθους τότε καταφρονήσαντες οἱ πολέμιοι καταδρομὰς τῆς χώρας ἐποιοῦντο καὶ λεηλασίας συνεχεῖς· καὶ ὁπότε δόξειε τῇ βουλῇ τὴν κωλύσουσαν ταῦτα δύναμιν ἐξελθεῖν, οὐδεὶς ἐξῄει τῶν δημοτῶν, ἀλλʼ ἐπέχαιρόν τε καὶ περιεώρων τὰ γινόμενα· ἡ δὲ τῶν πατρικίων χεὶρ οὐκ ἦν καθʼ
 
ἑαυτὴν ἀξιόμαχος. τοῦτο καταμαθὼν ὁ Μάρκιος ὑπέσχετο τοῖς ὑπάτοις, ἐὰν ἐπιτρέψωσιν αὐτῷ τὴν ἡγεμονίαν, στρατιὰν ἄξειν ἑκούσιον ἐπὶ τοὺς πολεμίους καὶ δίκην λήψεσθαι παρʼ αὐτῶν ἐν τάχει. λαβὼν δὲ τὴν ἐξουσίαν συνεκάλει τούς τε πελάτας καὶ τοὺς φίλους καὶ τῶν ἄλλων πολιτῶν οἷς ἦν βουλομένοις ἀπολαῦσαί τι τῆς τοῦ στρατηγοῦ τύχης κατὰ τὰ πολέμια καὶ ἀρετῆς. ὡς δʼ αὐτῷ χεὶρ ἀξιόμαχος ἐδόκει συνεληλυθέναι, προῆγεν ἐπὶ τοὺς πολεμίους οὐθέν πω προειδότας.
 
ἐμβαλὼν δʼ εἰς χώραν πολλῶν ἀγαθῶν μεστὴν γενόμενος ἀφθόνου λείας κύριος ἐφῆκε τοῖς στρατιώταις ἅπαντα τὰ ληφθέντα διανείμασθαι, ἵνʼ οἱ μὲν συναράμενοι τοῦ ἔργου τὸν τῶν πόνων καρπὸν κομισάμενοι προθύμως ἐπὶ τὰς ἄλλας στρατείας ἀπαντῶσιν· οἱ δʼ ἀποκνήσαντες ἐνθυμηθέντες, ὅσων ἀγαθῶν αὐτοῖς ἐξὸν μεταλαβεῖν, διὰ τὸ στασιάζειν ἀπεκωλύθησαν εἰς τὰς λοιπὰς ἐξόδους γένωνται φρονιμώτεροι.
 
διάνοια μὲν τοῦ ἀνδρὸς ἥδε ἐγένετο περὶ τὸ ἔργον· χόλῳ δʼ ὑπούλῳ καὶ φθόνῳ δυσμενῶν αὐτὴ καθʼ αὑτὴν ἡ πρᾶξις ἐξεταζομένη δημαγωγία τις ἐφαίνετο εἶναι καὶ δεκασμὸς τυραννικός. ὥστε βοῆς καὶ θορύβου πᾶσα ἦν ἀνάπλεως ἡ ἀγορά, καὶ οὔθʼ ὁ Μάρκιος πρὸς ταῦτʼ εἶχεν, ὅ τι ἀπολογήσαιτο, οὔθʼ ὁ ὕπατος οὔτʼ ἄλλος οὐδείς, οἷα δὴ παραδόξου καὶ ἀπροσδοκήτου φανείσης ἐπὶ σφίσι τῆς αἰτίας.
 
ἐπειδὴ δʼ οὐδεὶς οὐκέτι ἀπελογεῖτο, ἀνέδωκαν οἱ δήμαρχοι τὴν ψῆφον ταῖς φυλαῖς τίμημα ἐπιγράψαντες τῇ δίκῃ φυγὴν ἀίδιον, κατὰ δέος, οἶμαι, τοῦ μὴ ἂν ἁλῶναι τὸν ἄνδρα θανάτου αὐτῷ τιμησάντων. ὡς δʼ ἐπεψήφισαν ἅπαντες, διαριθμουμένων τῶν ψήφων οὐ μέγα τὸ διάλλαγμα ἐφάνη. μιᾶς γὰρ καὶ εἴκοσι τότε φυλῶν οὐσῶν, οἷς ἡ ψῆφος ἀνεδόθη, τὰς ἀπολυούσας φυλὰς ἔσχεν ὁ Μάρκιος ἐννέα· ὥστʼ εἰ δύο προσῆλθον αὐτῷ φυλαί, διὰ τὴν ἰσοψηφίαν ἀπελέλυτʼ ἄν, ὥσπερ ὁ νόμος ἠξίου.
 
αὕτη πρώτη κατʼ ἀνδρὸς πατρικίου πρόσκλησις εἰς τὸν δῆμον ἐγένετο ἐπὶ δίκῃ. καὶ ἀπʼ ἐκείνου τοῦ χρόνου τοῖς ὕστερον λαμβάνουσι τὴν τοῦ δήμου προστασίαν ἔθος κατέστη καλεῖν οὓς δόξειε τῶν πολιτῶν δίκην ὑφέξοντας ἐπὶ τοῦ δήμου· καὶ ἐνθένδε ἀρξάμενος ὁ δῆμος ἤρθη μέγας, ἡ δʼ ἀριστοκρατία πολλὰ τοῦ ἀρχαίου ἀξιώματος ἀπέβαλε βουλῆς τε μετέχειν ἐπιτρέπουσα τοῖς δημοτικοῖς καὶ ἀρχὰς μετιέναι συγχωροῦσα ἱερῶν τε προστασίας λαμβάνειν οὐ κωλύουσα καὶ ὅσα ἄλλα τιμιώτατα ἦν καὶ ἴδια τῶν πατρικίων μόνων ἅπασι κοινωσαμένη, τὰ μὲν ὑπʼ ἀνάγκης τε καὶ ἄκουσα, τὰ δʼ ἐκ προνοίας τε καὶ σοφίας, ὑπὲρ ὧν κατὰ τὸν οἰκεῖον καιρὸν ἐρῶ.
 
τοῦτο μέντοι τὸ ἔθος, λέγω δὲ τὸ καλεῖσθαι τοὺς ἐν τῇ πόλει δυναστεύοντας ἐπὶ δίκην, ἧς ὁ δῆμος ἐγίνετο κύριος, πολλὰς ἂν παράσχοι λόγων ἀφορμὰς τοῖς ἐπαινεῖν αὐτὸ βουλομένοις ἢ ψέγειν. πολλοὶ μὲν γὰρ ἤδη καλοὶ καὶ ἀγαθοὶ ἄνδρες οὐκ ἄξια τῆς ἀρετῆς ἔπαθον, αἰσχρῶς καὶ κακῶς τὰς ψυχὰς ὑπὸ τῶν δημάρχων ἀφαιρεθέντες· πολλοὶ δʼ αὐθάδεις καὶ τυραννικοὶ τοὺς τρόπους λόγον ἀναγκασθέντες ὑποσχεῖν τοῦ βίου καὶ τῶν ἐπιτηδευμάτων δίκας τὰς προσηκούσας ἔδοσαν.
 
ὁπότε μὲν οὖν ἀπὸ τοῦ κρατίστου γένοιντο αἱ διαγνώσεις, καὶ καθαιρεθείη τὰ τῶν μεγάλων αὐχήματα σὺν δίκῃ, μέγα τι καὶ θαυμαστὸν ἐφαίνετο εἶναι χρῆμα καὶ ὑπὸ πάντων ἐπῃνεῖτο, ὁπότε δʼ ἀρετὴ φθονηθεῖσα ἀνδρὸς τὰ κοινὰ εὖ διοικοῦντος ἀδίκως ἀναιρεθείη, δεινόν τι τοῖς ἄλλοις κατεφαίνετο, καὶ οἱ τοῦ ἔθους ἄρξαντες κατηγοροῦντο. πολλάκις τε βουλευσάμενοι οἱ Ῥωμαῖοι, πότερα χρὴ καταλῦσαι αὐτὸ ἢ φυλάττειν, οἷον παρὰ τῶν προγόνων παρέλαβον, οὐθὲν ἐπέθηκαν τῇ βουλῇ πέρας.
 
εἰ δὲ δεῖ καὶ αὐτὸν ἀποφήνασθαι περὶ τηλικούτων πραγμάτων γνώμην, ἐμοὶ δοκεῖ τὸ μὲν ἔθος αὐτὸ καθʼ ἑαυτὸ ἐξεταζόμενον χρήσιμον εἶναι καὶ πόλει τῇ Ῥωμαίων ἀναγκαιότατον, κρεῖττον δὲ καὶ χεῖρον γίνεσθαι παρὰ τοὺς τῶν δημάρχων τρόπους. ὅταν μὲν γὰρ τύχωσι τῆς ἐξουσίας ταύτης ἄνδρες δίκαιοι καὶ σώφρονες καὶ τὰ κοινὰ ἀναγκαιότερα τῶν ἰδίων τιθέμενοι, ὁ μὲν ἀδικῶν τὰ κοινὰ τιμωρίαν δούς, ἣν προσῆκε, πολὺ δέος τοῖς ὅμοια παρεσκευασμένοις δρᾶν ἐνειργάσατο, ὁ δʼ ἀγαθὸς καὶ ἀπὸ τοῦ κρατίστου πρὸς τὰ κοινὰ παριὼν οὔτε δίκην ἀσχήμονα ὑπέσχεν οὔτʼ εἰς αἰτίας ἀλλοτρίους τῶν ἐπιτηδευμάτων κατέστη.
 
ὅταν δὲ πονηροὶ καὶ ἀκόλαστοι καὶ φιλοκερδεῖς ἄνθρωποι τηλικαύτης ἐξουσίας τύχωσι, τἀναντία τούτων γίνεται. ὥστʼ οὐ τὸ ἔθος ἐπανορθοῦσθαι προσῆκεν ὡς ἡμαρτημένον, ἀλλὰ σκοπεῖν, ὅπως ἄνδρες καλοὶ καὶ ἀγαθοὶ τοῦ δήμου γενήσονται προστάται καὶ μὴ τοῖς τυχοῦσι τὰ μέγιστα εἰκῆ ἐπιτραπήσεται.
 
ἡ μὲν δὴ πρώτη Ῥωμαίοις ἐμπεσοῦσα μετὰ τὴν ἐκβολὴν τῶν βασιλέων στάσις ἔσχε τοιαύτας αἰτίας καὶ εἰς τοῦτο κατέσκηψε τὸ τέλος· ἐμήκυνα δὲ τὸν ὑπὲρ αὐτῶν λόγον τοῦ μή τινα θαυμάσαι, πῶς ὑπέμειναν οἱ πατρίκιοι τηλικαύτης ἐξουσίας ποιῆσαι τὸν δῆμον κύριον, οὔτε σφαγῆς τῶν ἀρίστων ἀνδρῶν γενομένης οὔτε φυγῆς, οἷον ἐν ἄλλαις πολλαῖς ἐγένετο πόλεσι. ποθεῖ γὰρ ἕκαστος ἐπὶ τοῖς παραδόξοις ἀκούσμασι τὴν αἰτίαν μαθεῖν καὶ τὸ πιστὸν ἐν ταύτῃ τίθεται μόνῃ.
 
ἐλογιζόμην οὖν, ὅτι μοι πολλοῦ καὶ τοῦ παντὸς δεήσει πιστὸς εἶναι ὁ λόγος, εἰ τοσοῦτον ἔφην μόνον, ὅτι παρῆκαν οἱ πατρίκιοι τοῖς δημοτικοῖς τὴν ἑαυτῶν δυναστείαν, καὶ ἐξὸν αὐτοῖς ἐν ἀριστοκρατίᾳ πολιτεύεσθαι τὸν δῆμον ἐποίησαν τῶν μεγίστων κύριον, διʼ ἃς δὲ συνεχωρήθη ταῦτʼ αἰτίας παρέλιπον· διὰ τοῦτʼ ἐπεξῆλθον ἁπάσας.
 
καὶ ἐπειδὴ οὐχ ὅπλοις ἀλλήλους βιασάμενοι καὶ προσαναγκάσαντες, ἀλλὰ λόγοις πείσαντες μεθήρμοσαν, παντὸς μάλιστʼ ἀναγκαῖον ἡγησάμην εἶναι τοὺς λόγους αὐτῶν διεξελθεῖν, οἷς τότʼ οἱ δυναστεύσαντες ἐν ἑκατέροις ἐχρήσαντο. θαυμάσαιμι δʼ ἄν, εἴ τινες τὰς ἐν τοῖς πολέμοις πράξεις ἀκριβῶς οἴονται δεῖν ἀναγράφειν, καὶ περὶ μίαν ἔστιν ὅτε μάχην πολλοὺς ἀναλίσκουσι λόγους, τόπων τε φύσεις καὶ ὁπλισμῶν ἰδιότητας καὶ τάξεων τρόπους καὶ στρατηγῶν παρακλήσεις καὶ τἆλλα διεξιόντες ὅσα τῆς νίκης αἴτια τοῖς ἑτέροις ἐγένετο· πολιτικὰς δὲ κινήσεις καὶ στάσεις ἀναγράφοντες οὐκ οἴονται δεῖν ἀπαγγέλλειν τοὺς λόγους, δι’ ὧν αἱ παράδοξοι καὶ θαυμασταὶ πράξεις ἐπετελέσθησαν.
 
εἰ γάρ τι καὶ ἄλλο τῆς Ῥωμαίων πόλεως μέγα ἐγκώμιόν ἐστι καὶ ζηλοῦσθαι ὑπὸ πάντων ἀνθρώπων ἄξιον κἀκεῖνο ἐγένετο κατʼ ἐμὴν δόξαν τὸ ἔργον, μᾶλλον δʼ ὑπὲρ ἅπαντα πολλὰ καὶ θαυμαστὰ ὄντα λαμπρότατον, τὸ μήτε τοὺς δημοτικοὺς καταφρονήσαντας τῶν πατρικίων ἐπιχειρῆσαι αὐτοῖς, καὶ πολὺν ἐργασαμένους τῶν κρατίστων φόνον ἅπαντα τἀκείνων παραλαβεῖν, μήτε τοὺς ἐν τοῖς ἀξιώμασιν ἢ διὰ σφῶν αὐτῶν ἢ ξενικαῖς ἐπικουρίαις χρησαμένους διαφθεῖραι τὸ δημοτικὸν ἅπαν καὶ τὸ λοιπὸν οἰκεῖν ἀδεῶς τὴν πόλιν·
 
ἀλλʼ ὥσπερ ἀδελφοὺς ἀδελφοῖς ἢ παῖδας γονεῦσιν ἐν οἰκίᾳ σώφρονι περὶ τῶν ἴσων καὶ δικαίων διαλεγομένους πειθοῖ καὶ λόγῳ διαλύεσθαι τὰ νείκη, ἀνήκεστον δʼ ἢ ἀνόσιον ἔργον μηθὲν ὑπομεῖναι δρᾶσαι κατʼ ἀλλήλων· οἷα Κερκυραῖοί τε κατὰ τὴν στάσιν εἰργάσαντο καὶ Ἀργεῖοι καὶ Μιλήσιοι καὶ Σικελία πᾶσα καὶ συχναὶ ἄλλαι πόλεις. ἐγὼ μὲν οὖν διὰ ταῦτα προειλόμην ἀκριβεστέραν μᾶλλον ἢ βραχυτέραν ποιήσασθαι τὴν διήγησιν· κρινέτω δʼ ἕκαστος ὡς βούλεται.
 
τότε δʼ οὖν τῆς δίκης τοῦτο λαβούσης τὸ τέλος ὁ μὲν δῆμος ἀπελύετο προσειληφὼς ἀνόητον αὔχημα καὶ καθῃρηκέναι τὴν ἀριστοκρατίαν οἰόμενος, οἱ δὲ πατρίκιοι κατηφεῖς τε καὶ ταπεινοὶ καὶ διʼ αἰτίας ἔχοντες τὸν Οὐαλέριον, ὑφʼ οὗ πεισθέντες ἐπέτρεψαν τῷ δήμῳ τὴν δίκην· ἦν τʼ οἰμωγὴ καὶ δάκρυα τῶν οἰκτειρόντων τε καὶ προπεμπόντων τὸν Μάρκιον.
 
αὐτὸς δʼ ὁ Μάρκιος οὔτʼ ἀνακλαυσάμενος ὤφθη τὰς αὑτοῦ τύχας οὔτʼ ἀποιμώξας οὔτʼ ἄλλο εἰπὼν ἢ δράσας ἀνάξιον τῆς ἑαυτοῦ μεγαλοφροσύνης οὐδʼ ὁτιοῦν· ἔτι δὲ μᾶλλον ἐδήλωσε τὴν γενναιότητα καὶ τὴν καρτερίαν τῆς γνώμης, ἐπειδὴ οἴκαδε ἀφικόμενος γυναῖκά τʼ εἶδε καὶ μητέρα καταρρηγνυμένας τοὺς πέπλους καὶ τὰ στέρνα τυπτούσας καὶ οἷα εἰκός ἐστιν ἐπὶ τοιαύταις συμφοραῖς λέγειν τὰς ἀποζευγνυμένας ἀπὸ τῶν ἀναγκαιοτάτων σφίσι θανάτοις ἢ φυγαῖς ἀναβοώσας.
 
οὐθὲν γὰρ πρὸς τὰ δάκρυα καὶ τοὺς θρήνους τῶν γυναικῶν ἔπαθεν, ἀσπασάμενος δʼ αὐτὰς μόνον, καὶ παρακαλέσας γενναίως φέρειν τὰς συμφοράς, τούς τε παῖδας αὐταῖς παρακαταθέμενος· ὁ γὰρ πρεσβύτερος τῶν παίδων ἦν δέκα γεγονὼς ἔτη, ὁ δὲ νεώτερος ἔτι ὑπαγκάλιος· ἄλλο δʼ οὐθὲν οὔτε φιλοφρονησάμενος οὔτε διοικησάμενος οἷς εἰς τὴν φυγὴν χρήσεσθαι ἔμελλεν, ἐξῄει κατὰ σπουδὴν ἐπὶ τὰς πύλας οὐθενὶ δηλώσας, ὅποι τὴν ἀπαλλαγὴν ποιήσοιτο.
 
ὀλίγαις δʼ ὕστερον ἡμέραις καθῆκε μὲν ὁ τῶν ἀρχαιρεσιῶν καιρός, ὕπατοι δʼ ἀπεδείχθησαν ὑπὸ τοῦ δήμου Κόιντος Σουλπίκιος Καμερῖνος καὶ Σέργιος Λάρκιος Φλαύιος τὸ δεύτερον. ταραχαὶ δέ τινες ἐνέπιπτον ἐκ δειμάτων δαιμονίων τῇ πόλει συχναί· ὄψεις τε γὰρ οὐκ εἰωθυῖαι ἐφαίνοντο πολλοῖς, καὶ φωναὶ ἠκούοντο οὐδενὸς ὄντος τοῦ φθεγγομένου, γοναί τʼ ἀνθρώπων καὶ βοσκημάτων πολὺ ἐκ τοῦ κατὰ φύσιν ἐκβεβηκυῖαι εἰς τὸ ἄπιστόν τε καὶ τερατῶδες ἐφέροντο, χρησμοί τʼ ᾔδοντο ἐν πολλοῖς χωρίοις, καὶ θειασμοῖς κάτοχοι γυναῖκες οἰκτρὰς ἐμαντεύοντο καὶ δεινὰς τῇ
 
πόλει τύχας. ἥψατο δέ τις καὶ νόσος τοῦ πλήθους λοιμικὴ καὶ πολλὴν ἐποίησε βοσκημάτων φθοράν· ἀνθρώπων μέντοι θάνατος οὐ πολὺς ἐγένετο, ἀλλʼ ἄχρι νόσων τὸ δεινὸν ἐχώρησεν· τοῖς μὲν δὴ ταῦτʼ ἐδόκει κατὰ θεοῦ γενέσθαι γνώμην νεμεσῶντος, ὅτι τὸν ἄριστον τῶν πολιτῶν ἐξήλασαν τῆς πατρίδος, τοῖς δʼ οὐθὲν τῶν γινομένων θεοῦ ἔργον, ἀλλὰ τυχηρὰ καὶ
 
ταῦτα καὶ τἆλλα πάντα ἀνθρώπεια εἶναι πάθη. ἔπειθʼ ἧκέ τις ἐπὶ τὸ συνέδριον τῆς βουλῆς ἄρρωστος ἐπὶ κλινιδίου κομιζόμενος, Τῖτος Λατίνιος ὄνομα, πρεσβύτερός τʼ ἀνὴρ καὶ οὐσίας ἱκανῆς κύριος, αὐτουργὸς δὲ καὶ τὸν πλείω χρόνον τοῦ βίου ζῶν ἐν ἀγρῷ. οὗτος εἰς τὴν βουλὴν ἐνεχθεὶς ἔφη δόξαι καθʼ ὕπνον ἐπιστάντα τὸν Καπιτώλιον Δία λέγειν αὐτῷ· ἴθι, Λατίνιε, καὶ λέγε τοῖς πολίταις, ὅτι μοι τῆς νεωστὶ πομπῆς τὸν ἡγούμενον ὀρχηστὴν οὐ καλὸν ἔδωκαν, ἵνʼ ἀναθῶνται τὰς ἑορτὰς καὶ ἐξ ἀρχῆς ἑτέρας ἐπιτελέσωσιν· οὐ γὰρ
 
δέδεγμαι ταύτας. αὐτὸς δʼ ἐκ τῶν ὕπνων ἔφησεν ἀνστὰς παρʼ οὐδὲν ἡγήσασθαι τὸ ὄναρ, ἀλλʼ ἕν τι τῶν πολλῶν καὶ ἀπατηλῶν ὑπολαβεῖν. ἔπειτʼ αὐτῷ πάλιν κατὰ τοὺς ὕπνους ἐπιφανὲν ταὐτὸ εἴδωλον τοῦ θεοῦ χαλεπαίνειν τε καὶ ἀγανακτεῖν, ὅτι οὐκ ἀπήγγειλε πρὸς τὴν βουλὴν τὰ κελευσθέντα, καὶ ἀπειλεῖν, εἰ μὴ τοῦτο δράσει διὰ ταχέων, ὅτι σὺν μεγάλῳ μαθήσεται κακῷ μὴ ὀλιγωρεῖν τῶν δαιμονίων. ἰδὼν δὲ καὶ τὸ δεύτερον ὄναρ, τὴν αὐτὴν ἔφη ποιήσασθαι περὶ αὐτοῦ δόξαν, καὶ ἅμα διʼ αἰσχύνης ἔχειν τὸ πρᾶγμα λαβεῖν, ἀνὴρ αὐτουργὸς καὶ γέρων ὀνείρατα πρὸς τὴν βουλὴν ἐκφέρειν ὀττείας καὶ δειμάτων μεστά, μὴ καὶ γέλωτα ὄφλῃ.
 
ὀλίγαις δʼ ὕστερον ἡμέραις τὸν υἱὸν αὐτοῦ νέον ὄντα καὶ καλὸν οὔτε ὑπὸ νόσων οὔτε ὑπʼ ἄλλης τινὸς αἰτίας φανερᾶς ἀναρπασθέντα αἰφνιδίως ἀποθανεῖν· καὶ αὖθις τὴν τοῦ θεοῦ ὄψιν φανεῖσαν ἐν τοῖς ὕπνοις δηλοῦν, ὅτι τῆς ὑπεροψίας καὶ τῆς καταφρονήσεως τῶν αὐτοῦ λόγων τὴν μὲν ἤδη δέδωκε δίκην τὸν υἱὸν ἀφαιρεθείς,
 
τὰς δʼ ὀλίγον ὕστερον δώσει. ταῦτα δʼ ἀκούσας ἔφη καθʼ ἡδονὴν δέξασθαι τὸν λόγον, εἰ μέλλοι θάνατος αὐτῷ ἐλεύσεσθαι παρημεληκότι τοῦ βίου· τὸν δὲ θεὸν οὐ ταύτην αὐτῷ προσθεῖναι τὴν τιμωρίαν, ἀλλʼ εἰς ἅπαντα τὰ μέλη τοῦ σώματος ἀφορήτους καὶ δεινὰς ἐμβαλεῖν ἀλγηδόνας, ὥστε μηδὲν ἄρθρον ἄνευ κατατάσεως τῆς ἐσχάτης δύνασθαι κινεῖν. τότε δὴ τοῖς φίλοις κοινωσάμενος τὰ συμβεβηκότα καὶ κελευσθεὶς ὑπʼ ἐκείνων ἥκειν ἐπὶ τὴν βουλήν. διεξιὼν δὲ ταῦτα κατὰ μικρὸν ἐδόκει τῶν ἀλγηδόνων ἀπαλλάττεσθαι· καὶ ἐπειδὴ πάντα διεξῆλθεν ἀναστὰς ἐκ τοῦ κλινιδίου καὶ τὸν θεὸν ἀναβοήσας ἀπῄει τοῖς ἑαυτοῦ ποσὶ διὰ τῆς πόλεως οἴκαδε ὑγιής.
 
ἡ δὲ βουλὴ δέους ἀνάπλεως ἐγένετο, καὶ ἀχανὴς ἦν ἕκαστος οὐκ ἔχων συμβαλεῖν, ὅ τι τὸ δηλούμενον ἦν ὑπὸ τοῦ θεοῦ, καὶ τίς ποτε ὁ τῆς πομπῆς ὀρχηστὴς προηγούμενος οὐ καλὸς αὐτῷ ἐφάνη. ἔπειτα λέγει τις ἐξ αὐτῶν ἀναμνησθεὶς τὸ γενόμενον, καὶ πάντες ἐμαρτύρησαν. ἦν δὲ τοιόνδε· ἀνὴρ Ῥωμαῖος οὐκ ἀφανὴς θεράποντα ἴδιον ἐπὶ τιμωρίᾳ θανάτου παραδοὺς τοῖς ὁμοδούλοις ἄγειν, ἵνα δὴ περιφανὴς ἡ τιμωρία τοῦ ἀνθρώπου γένηται, διʼ ἀγορᾶς αὐτὸν ἐκέλευσε μαστιγούμενον ἕλκειν καὶ εἴ τις ἄλλος ἦν τῆς πόλεως τόπος ἐπιφανὴς ἡγούμενον τῆς πομπῆς, ἣν ἔστελλε τῷ θεῷ κατʼ ἐκεῖνον τὸν καιρὸν ἡ πόλις.
 
οἱ δʼ ἄγοντες τὸν θεράποντα ἐπὶ τὴν τιμωρίαν τὰς χεῖρας ἀποτείναντες ἀμφοτέρας καὶ ξύλῳ προσδήσαντες παρὰ τὰ στέρνα τε καὶ τοὺς ὤμους καὶ μέχρι τῶν καρπῶν διήκοντι παρηκολούθουν ξαίνοντες μάστιξι γυμνὸν ὄντα. ὁ δʼ ἐν τοιᾷδε ἀνάγκῃ κρατούμενος ἐβόα τε φωνὰς δυσφήμους, ἃς ἡ ἀλγηδὼν ἐβούλετο, καὶ κινήσεις διὰ τὴν αἰκίαν ἀσχήμονας ἐκινεῖτο. τοῦτον δὴ πάντες ἐνόμισαν εἶναι τὸν ὑπὸ τοῦ θεοῦ μηνυόμενον ὀρχηστὴν οὐ καλόν.
 
ἐπεὶ δὲ κατὰ τοῦτο γέγονα τῆς ἱστορίας τὸ μέρος, οὐκ οἴομαι δεῖν τὰ περὶ τὴν ἑορτὴν ἐπιτελούμενα ὑπʼ αὐτῶν παρελθεῖν, οὐχ ἵνα μοι χαριεστέρα γένηται προσθήκας λαβοῦσα θεατρικὰς καὶ λόγους ἀνθηροτέρους ἡ διήγησις, ἀλλʼ ἵνα τῶν ἀναγκαίων τι πιστώσηται πραγμάτων, ὅτι τὰ συνοικίσαντα ἔθνη τὴν Ῥωμαίων πόλιν Ἑλληνικὰ ἦν ἐκ τῶν ἐπιφανεστάτων ἀποικισθέντα τόπων, ἀλλʼ οὐχ ὥσπερ ἔνιοι νομίζουσι βάρβαρα καὶ ἀνέστια·
 
ὑπεσχόμην γὰρ ἐπὶ τῷ τέλει τῆς πρώτης γραφῆς, ἣν περὶ τοῦ γένους αὐτῶν συνταξάμενος ἐξέδωκα, μυρίοις βεβαιώσειν τεκμηρίοις τὴν πρόθεσιν, ἔθη καὶ νόμιμα καὶ ἐπιτηδεύματα παλαιὰ παρεχόμενος αὐτῶν, ἃ μέχρι τοῦ κατʼ ἐμὲ φυλάττουσι χρόνου, οἷα παρὰ τῶν προγόνων ἐδέξαντο· οὐχ ἡγούμενος ἀποχρῆν τοῖς ἀναγράφουσι τὰς ἀρχαίας καὶ τοπικὰς ἱστορίας, ὡς παρὰ τῶν ἐπιχωρίων αὐτὰς παρέλαβον, ἀξιοπίστως διελθεῖν, ἀλλὰ καὶ μαρτυριῶν οἰόμενος αὐταῖς δεῖν πολλῶν καὶ δυσαντιλέκτων, εἰ μέλλουσι πισταὶ
 
φανήσεσθαι. ἐν αἷς πρῶτα καὶ κυριώτατα πάντων εἶναι πείθομαι τὰ γινόμενα καθʼ ἑκάστην πόλιν περὶ θεῶν καὶ δαιμόνων πατρίους σεβασμούς. ταῦτα γὰρ ἐπὶ μήκιστον χρόνον διὰ φυλακῆς ἔχει Ἑλλάς τε καὶ βάρβαρος χώρα, καὶ οὐθὲν ἀξιοῖ καινοτομεῖν εἰς αὐτὰ ὑπὸ
 
δείματος κρατουμένη μηνιμάτων δαιμονίων. μάλιστα δὲ τοῦτο πεπόνθασιν οἱ βάρβαροι διὰ πολλὰς αἰτίας, ἃς οὐ καιρὸς ἐν τῷ παρόντι λέγειν, καὶ χρόνος οὐθεὶς μέχρι τοῦ παρόντος ἀπομαθεῖν ἢ παρανομῆσαί τι περὶ τοὺς ὀργιασμοὺς τῶν θεῶν ἔπεισεν οὔτʼ Αἰγυπτίους οὔτε Λίβυας οὔτε Κελτοὺς οὔτε Σκύθας οὔτʼ Ἰνδοὺς οὔτʼ ἄλλο βάρβαρον ἔθνος οὐδὲν ἁπλῶς· εἰ μή τινες ὑφʼ ἑτέρων ἐξουσίᾳ ποτὲ γενόμενοι τὰ τῶν κρατησάντων ἠναγκάσθησαν ἐπιτηδεύματα μεταλαβεῖν. τῇ δὲ Ῥωμαίων πόλει τοιαύτης οὐδέποτε πειραθῆναι συνέβη τύχης, ἀλλʼ αὐτὴ τὰ δίκαια τάττει διὰ παντὸς ἑτέροις.
 
εἰ δὴ βάρβαρον αὐτῶν τὸ γένος ἦν, τοσούτου ἂν ἐδέησαν αὐτοὶ τὰ πατρῷα ἱερὰ καὶ τοὺς ἐπιχωρίους ἐθισμοὺς ἀπομαθεῖν, διʼ οὓς εἰς τοσαύτην προῆλθον εὐδαιμονίαν, ὥστε καὶ τοῖς ἄλλοις ἅπασιν, ὧν ἦρχον, ἐν καλῷ κατέστησαν τοὺς θεοὺς τοῖς σφετέροις τιμᾶν νομίμοις· καὶ οὐθὲν ἂν ἐκώλυσεν ἅπαν ἐκβεβαρβαρῶσθαι τὸ Ἑλληνικὸν ὑπὸ Ῥωμαίων ἑβδόμην ἤδη κρατούμενον ὑπʼ αὐτῶν γενεάν, εἴπερ ἦσαν βάρβαροι.
 
ἕτερος μὲν οὖν ἀποχρῆν ἂν ὑπέλαβε καὶ αὐτὰ τὰ νῦν πραττόμενα ἐν τῇ πόλει μηνύματα οὐ μικρὰ τῶν παλαιῶν ἐπιτηδευμάτων ὑπολαβεῖν· ἐγὼ δʼ, ἵνα μή τις ἀσθενῆ τὴν πίστιν εἶναι ταύτην ὑπολάβῃ εἴτε κατʼ ἐκείνην τὴν ἀπίθανον ὑπόληψιν, ὅτι παντὸς τοῦ Ἑλληνικοῦ κρατήσαντες ἀσμένως ἂν τὰ κρείττω μετέμαθον ἔθη τῶν ἐπιχωρίων ὑπεριδόντες, ἐξ ἐκείνου ποιήσομαι τοῦ χρόνου τὴν τέκμαρσιν, ὅτʼ οὔπω τὴν τῆς Ἑλλάδος εἶχον ἡγεμονίαν οὐδὲ ἄλλην διαπόντιον οὐδεμίαν ἀρχήν, Κοίντῳ Φαβίῳ βεβαιωτῇ χρώμενος καὶ οὐδεμιᾶς ἔτι δεόμενος πίστεως ἑτέρας· παλαιότατος γὰρ ἁνὴρ τῶν τὰ Ῥωμαϊκὰ συνταξαμένων, καὶ πίστιν οὐκ ἐξ ὧν ἤκουσε μόνον, ἀλλὰ καὶ ἐξ ὧν αὐτὸς ἔγνω παρεχόμενος.
 
ταύτην δὴ τὴν ἑορτὴν ἐψηφίσατο μὲν ἡ βουλὴ τῶν Ῥωμαίων ἄγειν, ὡς καὶ πρότερον ἔφην, κατὰ τὰς γενομένας εὐχὰς ὑπὸ τοῦ δικτάτορος Αὔλου Ποστομίου, ὅτʼ ἔμελλεν ἀγωνίζεσθαι πρὸς τὰς ἀποστάσας Λατίνων πόλεις κατάγειν ἐπιχειρούσας Ταρκύνιον ἐπὶ τὴν ἀρχήν· ἀναλοῦσθαι δʼ ἔταξε καθʼ ἕκαστον ἐνιαυτὸν εἴς τε τὰς θυσίας καὶ τοὺς ἀγῶνας ἀργυρίου πεντακοσίας μνᾶς· καὶ μέχρι τοῦ Φοινικικοῦ πολέμου ταῦτʼ ἐδαπάνων εἰς τὴν ἑορτήν.
 
ἐν δὲ ταῖς ἱεραῖς ἡμέραις ταύταις πολλὰ μὲν καὶ ἄλλα ἐγίνετο νόμοις Ἑλληνικοῖς κατὰ τε πανηγυρισμοὺς καὶ ξένων ὑποδοχὰς καὶ ἐκεχειρίας, ἃ πολὺ ἂν ἔργον εἴη λέγειν, τὰ δὲ περὶ πομπήν τε καὶ θυσίαν καὶ τὰ κατὰ τοὺς ἀγῶνας· ἀπόχρη γὰρ ἐκ τούτων καὶ τὰ μὴ λεχθέντα ἐξετάζειν· τοιάδε.
 
πρὶν ἄρξασθαι τῶν ἀγώνων, πομπὴν ἔστελλον τοῖς θεοῖς οἱ τὴν μεγίστην ἔχοντες ἐξουσίαν, ἀπὸ τοῦ Καπιτωλίου τε καὶ διʼ ἀγορᾶς ἄγοντες ἐπὶ τὸν μέγαν ἱππόδρομον. ἡγοῦντο δὲ τῆς πομπῆς πρῶτον μὲν οἱ παῖδες αὐτῶν οἱ πρόσηβοί τε καὶ τοῦ πομπεύειν ἔχοντες ἡλικίαν, ἱππεῖς μέν, ὧν οἱ πατέρες τιμήματα ἱππέων εἶχον, πεζοὶ δʼ οἱ μέλλοντες ἐν τοῖς πεζοῖς στρατεύεσθαι· οἱ μὲν κατʼ ἴλας τε καὶ κατὰ λόχους, οἱ δὲ κατὰ συμμορίας τε καὶ τάξεις ὡς εἰς διδασκαλεῖον πορευόμενοι· ἵνα φανερὰ γίνοιτο τοῖς ξένοις ἡ μέλλουσα ἀνδροῦσθαι τῆς πόλεως ἀκμὴ πλῆθός τε καὶ
 
κάλλος οἵα τις ἦν. τούτοις ἠκολούθουν ἡνίοχοι τὰ τέθριππά τε καὶ τὰς συνωρίδας καὶ τοὺς ἀζεύκτους ἵππους ἐλαύνοντες· μεθʼ οὓς οἱ τῶν ἀθλημάτων ἀγωνισταὶ τῶν τε κούφων καὶ τῶν βαρέων τὸ μὲν ἄλλο σῶμα γυμνοί, τὸ δὲ περὶ τὴν αἰδῶ καλυπτόμενοι. τοῦτο καὶ εἰς ἐμὲ τὸ ἔθος ἐν Ῥώμῃ διέμενεν, ὡς ἐξ ἀρχῆς ἐγίνετο παρʼ Ἕλλησιν· ἐν δὲ τῇ Ἑλλάδι καταλέλυται Λακεδαιμονίων αὐτὸ καταλυσάντων.
 
ὁ δὲ πρῶτος ἐπιχειρήσας ἀποδυθῆναι τὸ σῶμα καὶ γυμνὸς Ὀλυμπίασι δραμὼν ἐπὶ τῆς πεντεκαιδεκάτης ὀλυμπιάδος Ἄκανθος ὁ Λακεδαιμόνιος ἦν. τὰ δὲ πρὸ τούτων διʼ αἰσχύνης εἶχον ἅπαντες Ἕλληνες ὅλα γυμνὰ φαίνειν ἐν ταῖς ἀγωνίαις τὰ σώματα, ὡς Ὅμηρος τεκμηριοῖ, μαρτύρων ἀξιοπιστότατός τε καὶ ἀρχαιότατος ὢν ζωννυμένους τοὺς ἥρωας ποιῶν. τὴν γοῦν Αἴαντος καὶ Ὀδυσσέως πάλην ἐπὶ τῇ Πατρόκλου ταφῇ γενομένην ἀφηγούμενός φησι· τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme