Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 7

54.1 ταῦτα μὲν Ἄππιος εἶπεν. Μάνιος δὲ Οὐαλέριος ὁ δημοτικώτατος τῶν ἐκ τοῦ συνεδρίου καὶ περὶ τὰς διαλλαγὰς πλείστην ἀποδειξάμενος προθυμίαν φανερῶς καὶ τότε τῷ δήμῳ συνελάμβανε καὶ λόγον διεξῆλθε μετὰ πολλῆς συγκείμενον φροντίδος, ἐπιτιμῶν μὲν τοῖς οὐκ ἐῶσι μίαν εἶναι τὴν πόλιν, ἀλλὰ διαιροῦσι τὸ δημοτικὸν ἀπὸ τῶν πατρικίων καὶ διὰ μικρὰς προφάσεις πολέμους ἀναζωπυροῦσιν ἐμφυλίους· ἐπαινῶν δὲ τοὺς ἓν τὸ συμφέρον καὶ κοινὸν ἡγουμένους καὶ πάντʼ ἐλάττω τῆς ὁμονοίας τιθεμένους, διδάσκων, ὡς, εἰ γένοιτο τῆς δίκης ὁ δῆμος, ὥσπερ ἀξιοῖ, κύριος, καὶ ταύτην παρὰ τοῦ συνεδρίου τὴν χάριν ἑκόντος λάβοι, τάχα μὲν οὐδʼ ἐπέξεισιν ἄχρι τέλους, ἀλλʼ ἀρκεσθεὶς αὐτῷ τῷ κεκρατηκέναι τοῦ σώματος ἐπιεικέστερον μᾶλλον ἢ χαλεπώτερον αὐτῷ χρήσεται.
54.2 εἰ δʼ ἄρα ἐκ παντὸς οἰομένων τρόπου τῶν δημάρχων τέλος ἐπιθεῖναι δεῖν νόμιμον τῇ δίκῃ τῆς ψήφου γενήσεται κύριος, ἀπολύσει τὸν ἄνδρα τῆς αἰτίας αἰδούμενος μὲν αὐτὸ τὸ κινδυνεῦον σῶμα, οὗ πολλὰ καὶ καλὰ ἔργα ἔχει μεμνῆσθαι, ἀνταποδιδοὺς δὲ ταύτην τὴν χάριν τῇ παρασχούσῃ τὴν ἐξουσίαν αὐτῷ βουλῇ καὶ πρὸς μηδὲν ἐναντιωθείσῃ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme