Book 7
53.1
ἐπειδὴ δὲ καὶ περὶ τοῦ συμφέροντος ἐπειρᾶτο λέγειν Δέκιος, ὡς ἀγαθὸν μὲν ὁμόνοια, δεινὸν δὲ στάσις, καὶ θεραπεύοντες μὲν τὸν δῆμον ἐν ὁμονοίᾳ πολιτευσόμεθα, κωλύσαντες δʼ οὓς βούλονται τῶν πατρικίων ἀνδρηλατεῖν ἢ μιαιφονεῖν εἰς πόλεμον ἐμφύλιον καταστησόμεθα, πολλὰ λέγειν ἔχων ὀλίγοις πάνυ χρήσομαι.
53.2
πρῶτον μὲν οὖν θαυμάσαι ἔχω Δέκιον τῆς εἰρωνείας· οὐ γὰρ ἠλιθιότητός γε· εἰ κρεῖττον οἴεται τὰ συμφέροντα τῷ κοινῷ φρονεῖν ἑαυτόν, ὃς ἄρτι παρελήλυθεν εἰς πολιτικὰς πράξεις, ἡμῶν τῶν καταγεγηρακότων ἐν αὐταῖς καὶ μεγάλην ἐκ μικρᾶς πεποιηκότων τὴν πόλιν. ἔπειτʼ εἰ πείσειν ὑπέλαβεν ὑμᾶς, ὡς χρὴ παραδοῦναί τινα ἔκδοτον ἐπὶ τιμωρίᾳ τοῖς ἐχθροῖς καὶ ταῦτα πολίτην ὑμέτερον καὶ οὐχὶ τῶν ἀφανῶν τινα πολιτῶν ἢ φαύλων, ἀλλʼ ὃν αὐτοὶ καὶ τὰ πολέμια λαμπρότατον ἡγεῖσθε εἶναι καὶ τὸν βίον σωφρονέστατον τά τε πολιτικὰ πράττειν οὐθενὸς χείρονα.
53.3
καὶ ταῦτʼ ἐτόλμησεν εἰπεῖν εἰδὼς ὑμᾶς πλείστην αἰδῶ ποιουμένους ἱκετῶν, καὶ μηδὲ πολεμίων τοὺς καταφεύγοντας ἐνθάδε ταύτης ἀποκλείοντας τῆς φιλανθρωπίας. εἰ δὲ τἀναντία ἡμᾶς ἐγίγνωσκες ἐπιτηδεύοντας, ὦ Δέκιε, ἀνόσια μὲν φρονοῦντας περὶ θεούς, ἄδικα δὲ πράττοντας πρὸς ἀνθρώπους, τί ἂν ἡμῖν τούτου συνεβούλευες ἔργον ὑπομεῖναι δεινότερον, ἀφʼ οὗ πρόρριζοι καὶ πανώλεις, μισηθέντες θεοῖς τε καὶ ἀνθρώποις, διαφθαρησόμεθα;