Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 7

51.2 ὅντινα χρὴ τρόπον αὐτῷ προσφέρεσθαι. ἐκεῖνος τοίνυν ὡς ἔμαθεν ὑμᾶς οὐκέτι φέροντας αὐτοῦ τὴν ὕβριν, ἀλλʼ ὁμόσε χωρεῖν παρεσκευασμένους, ἔπτηξε καὶ μικρὸν ἀναλαβὼν ἑαυτὸν ὥσπερ ἐκ μέθης καὶ μανίας ἀπὸ μὲν τοῦ βιάζεσθαι κατέβη, ἐπὶ τὸ δικάζεσθαι δʼ ἐτράπετο· καὶ προειπὼν ἡμέραν ῥητὴν εἰς αὐτὴν ἐκάλει τὸν ἄνδρα ὡς δίκην ὑφέξοντα, ἧς αὐτὸς ἔμελλεν ἔσεσθαι κατήγορός τε καὶ μάρτυς καὶ δικαστὴς καὶ τοῦ
51.3 μεγέθους τῆς τιμωρίας κύριος. ἐπειδὴ δὲ καὶ πρὸς τοῦτʼ ἐνέστητε νομίσαντες οὐκ ἐπὶ δίκην, ἀλλʼ ἐπὶ τιμωρίαν καλεῖσθαι τὸν ἄνδρα, ὁρῶν ὡς οὐδενὸς αὐτοκράτωρ ἐστὶ πράγματος, ἀλλʼ ὅσʼ ἂν ὑμεῖς προβουλεύσητε, ταῦτʼ ἐπιψηφίσαι κύριος, τῆς τʼ αὐθαδείας, ἧς πολὺς ἔπνει τότε, ὑφεῖται νυνὶ καὶ δεησόμενος ὑμῶν ἥκει συγχωρῆσαι καὶ ταύτην αὐτῷ τὴν χάριν.
51.4 ἐνθυμούμενοι δὴ ταῦτʼ αἴσθεσθε ἤδη ποτὲ καὶ μάθετε, ὅτι πάνθʼ, ὅσα μὲν εὐηθέστερα βουλευσάμενοι μᾶλλον ἢ φρονιμώτερα ἐχαρίσασθε, αὐτῷ συμφορὰς ὑμῖν ἐνήνοχε καὶ βλάβας, ὅσα δὲ μετὰ τοῦ γενναίου στάντες τοῖς παρανόμοις αὐτοῦ καὶ βιαίοις ἠναντιώθητε, ταῦθʼ ὑμῖν εἰς δέον ἐκβέβηκε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme