Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 7

44.4 ὥστʼ εἰ μανέντες ὑμεῖς ἐπεκυρώσατε τὰς γνώμας αὐτοῦ, μηθὲν ἂν γενέσθαι τὸ διὰ μέσου, ἀλλʼ ἤτοι τὸ δημοτικὸν ἀπολωλέναι πλῆθος ἅπαν, ἢ μηδὲ τὸ τῶν πατρικίων περιλελεῖφθαι γένος. οὐ γὰρ ἂν οὕτως ἀνδραποδωδῶς παρέσχομεν ἑαυτούς, οἱ μὲν ἐκπεσεῖν, οἱ δʼ ἀποθανεῖν, ἀλλὰ θεοὺς μάρτυρας ὧν ἐπάσχομεν καὶ δαίμονας ἐπικαλεσάμενοι, πολλῶν ἂν ἐξεπληρώσαμεν, εὖ ἴστε, τὰς ἀγορὰς καὶ τοὺς στενωποὺς νεκρῶν, καὶ μέγαν αἵματος κρατῆρα πολιτικοῦ στήσαντες οὕτως ἂν ἐδεξάμεθα τὴν ὀφειλομένην μοῖραν. τοιούτων ὑμῖν δυσσεβημάτων εἰσηγητής, ὦ πατέρες, ἐγένετο, καὶ τοιαῦτα δημηγορεῖν ᾤετο δεῖν.
45.1 καὶ οὐχὶ λέγειν μὲν ὁ Μάρκιος, ἐξ ὧν διαστήσει τὴν πόλιν, ἐπεχείρησε, πράττειν δʼ οὐχ οἷα ἔλεγεν ἐπεβάλετο, ἀλλὰ καὶ στῖφος ἀνθρώπων εἰς ἅπασαν ὑπηρεσίαν ἑτοίμων παρʼ ἑαυτῷ ἔχων, καλούμενος ἐπὶ τὴν ἀρχὴν ἡμῶν οὐκ ἀπαντᾷ, καὶ τοῖς ὑπηρέταις τοῖς ἡμετέροις, ὁπότε κελευσθέντες ἄγειν αὐτὸν ἐπιβάλλοιντο, πληγὰς ἐντρίβεται, καὶ οὐδὲ τῶν ἡμετέρων σωμάτων τὼ χεῖρε τελευτῶν ἀπέχεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme