Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 7

 
ταῦτα μαθόντες οἱ ὕπατοι ἔξοδον ἐψηφίσαντο ἐπὶ τοὺς Ἀντιάτας, ἐπειδὴ πρεσβευομένοις αὐτοῖς οὐδὲν ἠξίουν τῶν δικαίων ποιεῖν· καὶ ποιησάμενοι τῶν ἐν ἀκμῇ κατάλογον ἐξῄεσαν ἀμφότεροι, ψήφισμα κυρώσαντες ὑπὲρ ἀναβολῆς τῶν τʼ ἰδίων καὶ τῶν δημοσίων δικῶν, ὅσον ἂν χρόνον ὦσιν ἐν τοῖς ὅπλοις.
 
ἐγένετο δʼ οὗτος οὐχ ὅσον ὑπέλαβον, ἀλλὰ πολλῷ ἐλάττων. οἱ γὰρ Ἀντιάται μαθόντες ἐξεστρατευμένους πανδημεὶ Ῥωμαίους οὐδὲ τὸν ἐλάχιστον ἀντέσχον χρόνον, δεόμενοι δὲ καὶ λιπαροῦντες τά τε σώματα τῶν ἁλόντων Σικελιωτῶν ἀπέδοσαν καὶ τὰ χρήματα, ὥστʼ ἠναγκάσθησαν οἱ Ῥωμαῖοι εἰς τὴν πόλιν ἀναστρέψαι.
 
διαλυθείσης δὲ τῆς στρατιᾶς ὁ μὲν Σικίννιος ὁ δήμαρχος συναγαγὼν τὸ πλῆθος εἰς ἐκκλησίαν προεῖπεν ἡμέραν, ἐν ᾗ συντελεῖν ἔμελλε τὴν περὶ τοῦ Μαρκίου κρίσιν· καὶ παρεκάλει τούς τε κατὰ πόλιν ὑπάρχοντας ἀθρόους ἥκειν ἐπὶ τὴν διάγνωσιν τῆς δίκης καὶ τοὺς ἐπὶ τῶν ἀγρῶν διατρίβοντας ἀφεμένους τῶν ἔργων εἰς τὴν αὐτὴν ἡμέραν ἀπαντᾶν, ὡς ὑπὲρ ἐλευθερίας καὶ σωτηρίας ὅλης τῆς πόλεως τὴν ψῆφον ἀναληψομένους· παρήγγελλε δὲ καὶ τῷ Μαρκίῳ παρεῖναι πρὸς τὴν ἀπολογίαν ὡς οὐδενὸς ἀτυχήσοντι τῶν περὶ
 
τὰς κρίσεις νομίμων. τοῖς δʼ ὑπάτοις ἐδόκει βουλευσαμένοις μετὰ τοῦ συνεδρίου μὴ περιορᾶν τὸν δῆμον ἐξουσίας τηλικαύτης κύριον γενόμενον. εὕρητο δʼ αὐτοῖς τῆς κωλύσεως ἀφορμὴ δικαία καὶ νόμιμος, ᾗ χρώμενοι πάντα διαλύσειν ᾤοντο τὰ τῶν ἀντιδίκων βουλεύματα. καὶ μετὰ τοῦτο παρεκάλεσαν εἰς λόγους ἐλθεῖν τοὺς προεστηκότας τοῦ δήμου συνόντων αὐτοῖς τῶν ἐπιτηδείων.
 
καὶ ἔλεξε Μηνύκιος τοιάδε· ἡμῖν, ὦ δήμαρχοι, δοκεῖ χρῆναι τὴν στάσιν ἐξελαύνειν ἐκ τῆς πόλεως ἁπάσῃ δυνάμει καὶ μὴ φιλονεικεῖν ἐναντία τῷ δήμῳ περὶ μηδενὸς χρήματος· μάλιστα δʼ ὅταν ὁρῶμεν ὑμᾶς ἀπὸ τῶν βιαίων ἐπὶ τὰ δίκαια καὶ τοὺς λόγους ἥκοντας. ταύτης μέντοιγε τῆς γνώμης ἐπαινοῦντες ὑμᾶς τὴν βουλὴν οἰόμεθα δεῖν ἄρξαι προβούλευμα ποιησαμένην, ὥσπερ ἐστὶν ἡμῖν πάτριον. δύναισθε δʼ ἂν καὶ
 
αὐτοὶ τοῦτο μαρτυρεῖν, ὅτι, ἐξ οὗ τήνδε τὴν πόλιν ἔκτισαν ἡμῶν οἱ πρόγονοι, τοῦτο τὸ γέρας ἔχουσα ἡ βουλὴ διατετέλεκε, καὶ οὐθὲν πώποτε ὁ δῆμος, ὅ τι μὴ προβουλεύσειεν ἡ βουλή, οὔτʼ ἐπέκρινεν οὔτʼ ἐπεψήφισεν, οὐχ ὅτι νῦν, ἀλλʼ οὐδʼ ἐπὶ τῶν βασιλέων τὰ δʼ, ἀλλʼ ὅσα τῷ συνεδρίῳ δόξειε, ταῦθʼ οἱ βασιλεῖς εἰς τὸν δῆμον ἐκφέροντες ἐπεκύρουν. μὴ δὴ τοῦτʼ ἀφαιρεῖσθε τὸ δίκαιον ἡμῶν, μηδὲ ἀρχαῖον καλὸν ἔθος ἀφανίζετε· διδάξαντες δὲ τὸ συνέδριον, ὅτι δικαίου δεῖσθε καὶ μετρίου πράγματος, ὅτι ἂν ἐκείνῳ δοκῇ, τούτου τὸν δῆμον ἀποδείξατε κύριον.
 
ταῦτα τῶν ὑπάτων λεγόντων ὁ μὲν Σικίννιος οὐκ ἠνείχετο τῶν λόγων οὐδὲ ἠξίου τὴν βουλὴν οὐδενὸς ποιεῖν κυρίαν· οἱ δὲ τὴν αὐτὴν ἔχοντες ἐξουσίαν ἐκείνῳ Δεκίου γνώμῃ χρησάμενοι συνεχώρουν γενέσθαι τὸ προβούλευμα, δικαίαν τινὰ καὶ αὐτοὶ ποιησάμενοι πρόκλησιν, ἣν οὐχ οἷόν τʼ ἦν μὴ
 
δέξασθαι τοῖς ὑπάτοις. ἠξίουν γὰρ τοὺς βουλευτὰς λόγον ἀποδόντας αὐτοῖς τε τοῖς ὑπὲρ τοῦ δήμου πράττουσι καὶ τοῖς συναγορεύειν ἢ τἀναντία λέγειν βουλομένοις, ἐπειδὰν ἀκούσωσιν ἁπάντων τῶν βουλομένων, ὅ τι ἂν αὐτοῖς φανῇ δίκαιόν τε καὶ τῷ κοινῷ συμφέρον ἀποφήνασθαι, φέρειν δὴ τὴν γνώμην ἅπαντας ὥσπερ ἐν δικαστηρίῳ τὸν νόμιμον ὅρκον ὀμόσαντας· ὅ τι δʼ ἂν αἱ πλείους γνῶμαι καθαιρῶσι, τοῦτʼ εἶναι κύριον.
 
συγχωρησάντων δὲ τῶν ὑπάτων ὥσπερ ἠξίουν οἱ δήμαρχοι τὸ προβούλευμα γενέσθαι, τότε μὲν διελύθησαν· τῇ δὲ κατόπιν ἡμέρᾳ παρῆν μὲν εἰς τὸ συνέδριον ἡ βουλή· οἱ δʼ ὕπατοι δηλώσαντες αὐτῇ τὰ συγκείμενα τοὺς δημάρχους ἐκάλουν, καὶ περὶ ὧν ἥκουσιν ἐκέλευον λέγειν. παρελθὼν δʼ ὁ Δέκιος ὁ συγχωρήσας τὸ προβούλευμα γενέσθαι τοιούτοις ἐχρήσατο λόγοις.
 
οὐ λανθάνει μὲν ἡμᾶς, ὦ βουλή, τὸ συμβησόμενον, ὅτι διʼ αἰτίας ἐσόμεθα παρὰ τῷ δήμῳ τῆς εἰς ὑμᾶς ἀφίξεως ἕνεκα, καὶ κατήγορον ἕξομεν τοῦ προβουλεύματος ἄνδρα τὴν αὐτὴν ἐξουσίαν ἔχοντα ἡμῖν, ὃς οὐκ ᾤετο δεῖν, ἃ δίδωσιν ἡμῖν ὁ νόμος, ταῦτα παρʼ ὑμῶν αἰτεῖν, οὐδʼ ἐν εὐεργεσίας μέρει τὸ δίκαιον λαμβάνειν. κίνδυνον δʼ οὐ τὸν ἐλάχιστον ἀναρρίψομεν εἰς δίκην ὑπαχθέντες, ἀλλʼ ὡς αὐτόμολοι καὶ προδόται καταγνωσθέντες τὰ αἴσχιστα πεισόμεθα.
 
ἀλλὰ καίπερ ἐπιστάμενοι ταῦτα, ὅμως ὑπεμείναμεν εἰς ὑμᾶς ἐλθεῖν τῷ τε δικαίῳ πεποιθότες καὶ τοῖς ὅρκοις ἐπιτρέψαντες, οἷς ὀμόσαντες οἴσετε τὰς γνώμας. φαῦλοι μὲν οὖν ἡμεῖς γʼ ὡς περὶ τηλικούτων καὶ τοσούτων λέγειν καὶ πολὺ τοῦ προσήκοντος ἐνδεέστεροι, τὰ δὲ πράγματα οὐ φαῦλα, ὑπὲρ ὧν λέξομεν. τούτοις οὖν προσέχετε τὸν νοῦν, καὶ ἐὰν ὑμῖν δόξῃ δίκαιά τε καὶ συμφέροντα τῷ κοινῷ, προσθήσω δʼ ὅτι καὶ ἀναγκαῖα, συγχωρήσατε ἡμῖν αὐτῶν τυχεῖν ἑκόντες.
 
ἐρῶ δὲ περὶ τοῦ δικαίου πρῶτον. ὑμεῖς δή, ὦ βουλή, ὅτε τοὺς βασιλεῖς ἀπηλλάξατε συμμάχους ἔχοντες ἡμᾶς καὶ τὴν πολιτείαν, ἐν ᾗ νῦν ἐσμεν, κατεστήσατε, ἣν οὐ ψέγομεν, μειονεκτοῦντας ἐν ταῖς δίκαις τοὺς δημοτικοὺς ὁρῶντες, ὁπότε συμβαίη τι διάφορον αὐτοῖς πρὸς τοὺς πατρικίους· πολλὰ δʼ ἦν ταῦτα· νόμον ἐκυρώσατε Ποπλίου Οὐαλερίου θατέρου τῶν ὑπάτων γνώμῃ χρησάμενοι, ἐξεῖναι τοῖς κατισχυομένοις ὑπὸ τῶν πατρικίων δημόταις προκαλεῖσθαι τὰς κρίσεις ἐπὶ τὸν δῆμον· καὶ παρʼ οὐδὲν οὕτως ἕτερον ὡς τὸν νόμον τόνδε τήν τε πόλιν ἐν ὁμονοίᾳ διεφυλάξατε καὶ
 
τοὺς βασιλεῖς ἐπιόντας ἀπεώσασθε. τοῦτον δὴ προφερόμενοι τὸν νόμον, ὑπὲρ ὧν ἅπαντες ἀδικεῖσθαί τε καὶ κατισχύεσθαι λέγομεν ὑπὸ Γαΐου Μαρκίου τουδί, καλοῦμεν αὐτὸν ἐπὶ τὸν δῆμον καὶ τὰ δίκαια παραγγέλλομεν ἐκεῖ λέγειν. καὶ προβουλεύματος ἐνταῦθʼ οὐκ ἔδει. περὶ ὧν γὰρ οὐκ εἰσὶ νόμοι, περὶ τούτων ὑμεῖς τοῦ προβουλεύεσθαι κύριοι καὶ ὁ δῆμος ἐπιψηφίσαι· νόμου δʼ ὄντος ἀκινήτου, κἂν μηδὲν ὑμεῖς προβουλεύσητε,
 
τούτῳ δήπου χρηστέον. οὐ γὰρ δὴ τοῦτό γʼ ἂν εἴποι τις, ὅτι τῶν μὲν ἰδιωτῶν ὄντων οἷς τὸ μειονεκτεῖν συμβαίνει περὶ τὰς κρίσεις κυρίαν εἶναι δεῖ τὴν ἐπὶ τὸν δῆμον πρόκλησιν, ἡμῖν δὲ τοῖς δημάρχοις ἄκυρον. νόμου μὲν δὴ συγχωρήματι τῷδε ἰσχυριζόμενοι καὶ διὰ τοῦτο παρακινδυνεύσαντες ὑφʼ ὑμῖν γενέσθαι δικασταῖς ἥκομεν.
 
ἐπʼ ἀγράφῳ δὲ καὶ ἀνομοθετήτῳ φύσεως δικαίῳ τόδε ἀξιοῦμεν, ὦ βουλή, μήτε πλέον ἔχειν ὑμῶν τὸν δῆμον μήτε μεῖον, ἐν γοῦν τῷ δικαίῳ, οἱ πολλοὺς καὶ μεγάλους συνδιενέγκαντες ὑμῖν πολέμους καὶ περὶ τὴν ἀπαλλαγὴν τῶν πολέμων πλείστην ἐπιδειξάμενοι προθυμίαν, καὶ τοῦ μηδενὶ τὸ κελευόμενον ποιεῖν τὴν πόλιν, ἀλλʼ αὐτὴν ἑτέροις ἐπιτάττειν τὰ δίκαια, οὐκ ἐλαχίστην μοῖραν παρασχόμενοι.
 
οὕτω δʼ ἂν ἡμῖν τὸ μὴ μεῖον ἔχειν τῶν δικαίων ἀποδοίητε, ὦ πατέρες, εἰ τοὺς ἐπιχειροῦντας εἰς τὰ σώματα ἡμῶν καὶ τὴν ἐλευθερίαν παρανομεῖν κωλύοιτε τὸν ἐκ τῆς δίκης ἐφιστάντες αὐτοῖς φόβον. ἀρχὰς μὲν δὴ καὶ προεδρίας καὶ τιμὰς τοῖς ἀρετῇ καὶ τύχῃ προὔχουσιν ἡμῶν οἰόμεθα δεῖν ἀπονέμειν· τὸ δὲ μηδὲν ἀδικεῖσθαι καὶ τὸ δίκας ὧν ἄν τις πάθῃ προσηκούσας λαμβάνειν ἴσα καὶ κοινὰ τοῖς ἅμα πολιτευομένοις εἶναι δικαιοῦμεν.
 
ὥσπερ οὖν τῶν λαμπρῶν καὶ μεγάλων ἀφιστάμεθʼ ὑμῖν, οὕτως τῶν ἴσων καὶ κοινῶν οὐ μεθιέμεθα. ἱκανὰ ταῦτʼ εἰρήσθω περὶ τοῦ δικαίου πολλῶν ἐνόντων καὶ ἄλλων λέγεσθαι.
 
ὡς δὲ καὶ συνοίσει τῷ κοινῷ ταῦθʼ ὡς ὁ δῆμος ἀξιοῖ γινόμενα, μικρὰ διεξιόντος ἀνέχεσθέ μου. φέρε γάρ, εἴ τις ὑμᾶς ἔροιτο, τί μέγιστον οἴεσθε εἶναι τῶν καταλαμβανόντων κακῶν τὰς πόλεις, καὶ τοῦ ταχίστου τῶν ὀλέθρων αἴτιον, ἆρʼ οὐχὶ τὴν διχοστασίαν εἴποιτʼ ἄν; ἐμοὶ γοῦν δοκεῖ.
 
τίς γὰρ ὑμῶν οὕτως ἠλίθιός ἐστιν ἢ σκαιὸς ἢ πέρα τοῦ μετρίου μισῶν τὴν ἰσηγορίαν, ὃς οὐκ οἶδεν, ὅτι δοθείσης ἐξουσίας τῷ δήμῳ κρίνειν ἃς ἔξεστιν αὐτῷ δίκας κατὰ τὸν νόμον ἐν ὁμονοίᾳ πολιτευσόμεθα,εἰ δὲ τἀναντία γνοίητε καὶ ἀφέλοισθʼ ἡμῶν τὴν ἐλευθερίαν· ἐλευθερίαν γὰρ ἀφαιρήσεσθε δίκην καὶ νόμον ἀφαιρούμενοι· στασιάζειν ἡμᾶς αὖθις ἀναγκάσετε καὶ πολεμεῖν ὑμῖν; ἐξ ἧς γὰρ ἂν ἐξελασθῇ πόλεως δίκη καὶ νόμος, εἰς ταύτην στάσις εἰσπορεύεσθαι φιλεῖ καὶ πόλεμος.
 
καὶ ὅσοι μὲν οὐκ ἦλθον εἰς πεῖραν ἐμφυλίων διαφορῶν, οὐδὲν θαυμαστόν, εἰ διʼ ἀπειρίαν τῶν κακῶν μήτʼ ἄχθονται τοῖς γεγονόσι δεινοῖς μήτε κωλύουσιν ἐκ πολλοῦ τὰ μέλλοντα. ὅσοι δʼ ὥσπερ ὑμεῖς εἰς τοὺς ἐσχάτους κινδύνους καταστάντες ἀγαπητῶς ἀπηλλάγησαν, ἣν ὁ καιρὸς ἀπῄτει ποιησάμενοι τῶν κακῶν λύσιν, τίς εὐπρεπὴς ἢ μετρία πρόφασις ἀπολείπεται τούτοις, ἐὰν ἔτι ταῖς αὐταῖς συμφέρωνται τύχαις;
 
τίς δʼ οὐκ ἂν ὑμῶν καταγνοίη πολλὴν ἄνοιαν καὶ μανίαν ἐνθυμούμενος, ὅτι μικρὸν μὲν ἔμπροσθεν ὑπὲρ τοῦ μὴ στασιάζειν τοὺς δημότας πολλὰ παρὰ γνώμην ὑπεμείνατε, ὧν ἔνια οὔτε κάλλιστα ἦν ἴσως οὔτε λυσιτελέστατα· νῦν δʼ οὔτʼ εἰς χρήματα βλάπτεσθαι μέλλοντες οὔτʼ εἰς εὐδοξίαν οὔτʼ εἰς ἄλλο τῶν κοινῶν οὐδʼ ὁτιοῦν, ἵνα χαρίζησθε τοῖς μισοδημοτάτοις, τὸ δημοτικὸν αὖθις ἐκπολεμώσετε; οὔκ,
 
ἐάν γε σωφρονῆτε. ἡδέως δʼ ἂν ὑμᾶς ἐροίμην, τίνα γνώμην λαβόντες τότε τὴν κάθοδον ἡμῖν συνεχωρήσατε ἐφʼ οἷς ἠξιοῦμεν, πότερα λογισμῷ προϊδόμενοι τὸ κράτιστον ἢ τῇ ἀνάγκῃ εἴξαντες; εἴπερ γὰρ ταῦθʼ ὑπελαμβάνετε ὠφελιμώτατα εἶναι τῇ πόλει, τί οὐ μένετε καὶ νῦν ἐν αὐτοῖς; εἰ δʼ ἀναγκαῖα καὶ οὐκ ἐνδεχόμενα ἄλλως γενέσθαι, τί χαλεπαίνετε γενομένοις; τὴν ἀρχὴν γὰρ ἴσως ἔδει μὴ συγχωρῆσαι, εἰ δύναμις ἦν ὑμῖν, συγχωρήσαντας δὲ μηκέτι τοῖς πεπραγμένος ἐγκαλεῖν.
 
ἐμοὶ μὲν γὰρ δοκεῖτε, ὦ βουλή, περὶ μὲν τὰς διαλύσεις γνώμῃ τῇ βελτίστῃ κεχρῆσθαι ... οἷς ἀνάγκη εἴκειν ... τοῦ βέβαια τηρεῖν τὰ συγκείμενα. θεοὺς γὰρ ἡμῖν ἐγγυητὰς ἐδώκατε τῶν ὁμολογιῶν, πολλὰ καὶ δεινὰ ἐπαρασάμενοι τοῖς παραβᾶσι τὰς συνθήκας αὐτοῖς τε καὶ ἐγγόνοις εἰς τὸν ἀεὶ χρόνον. ἀλλʼ ὅτι μὲν δὴ τά τε δίκαια ἀξιοῦμεν καὶ τὰ συμφέροντα, ἃ καὶ πολλὴ ἀνάγκη ποιεῖν ὑμᾶς μεμνημένους τῶν ὅρκων, ὡς πρὸς εἰδότας ἅπαντας οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγοντα ἐνοχλεῖν.
 
ὡς δʼ οὐ μικρὰ τὰ διαφέροντα ἡμῖν ἐστι τόνδε μὴ ἐκλιπεῖν τὸν ἀγῶνα μήτε βίᾳ εἴξαντας μήτʼ ἀπάτῃ παραχθέντας, ἀλλὰ κατὰ πολλὴν ἀνάγκην εἰς αὐτὸν ἀφίγμεθα, δεινὰ καὶ πέρα δεινῶν πεπονθότες ὑπὸ τοῦδε τοῦ ἀνδρός, μάθετε, ὦ πατέρες, μᾶλλον δʼ ἀναμνήσθητε· οὐδὲν γὰρ ὅ τι οὐ πρὸς εἰδότας ὑμᾶς ἅπαντας ἐρῶ· καὶ ἅμα γνώμῃ χρήσασθε οἰκείᾳ πρὸς τὰ λεγόμενα ἐνθυμηθέντες, εἰ τῶν δημοτῶν ἡμῶν ἐπεχείρησέ τις ἐν τῷ πλήθει τοιαῦτα λέγειν ἢ πράττειν καθʼ ὑμῶν, οἷα Μάρκιος ἐτόλμησεν ἐνθάδε εἰπεῖν, ποῖόν ποτʼ ἂν ὑμῖν παρέστη πρὸς αὐτὸν πάθος.
 
τὰς γὰρ ὑπὲρ τῆς ὁμονοίας τῇ βουλῇ ἀκινήτους ὁμολογίας καὶ μόνον οὐκ ἀδαμαντίνοις δεσμοῖς ἠσφαλισμένας, ἃς οὔτε ὑμῖν τοῖς ὀμωμοκόσιν οὔτε τοῖς ἐξ ὑμῶν ἐσομένοις καταλύειν θέμις, ἕως ἂν ἡ πόλις ἥδε οἰκῆται, πρῶτος ἐπεχείρησε λύειν ἐξ ὑμῶν οὑτοσὶ Μάρκιος οὔπω τέταρτον ἔτος ἐξ οὗ γεγενημένας, οὐ σιγῇ πράττων τὴν κατάλυσιν, οὐδʼ εἰς ἀφανές που καταδὺς χωρίον, ἀλλʼ ἀναφανδὸν ἐν τῷδε τῷ τόπῳ πάντων παρόντων ὑμῶν γνώμην ἀποφηνάμενος, ὡς χρὴ τὴν δημαρχικὴν ἐξουσίαν μηκέτι συγχωρεῖν ἡμῖν, ἀλλʼ ἀνελεῖν, ᾗ πρώτῃ καὶ μόνῃ τῆς ἐλευθερίας φυλακῇ
 
πιστεύσαντες ἐποιησάμεθα τὰς διαλύσεις. καὶ οὐκ ἐνταῦθʼ ἔστη τῆς ἀλαζονείας, ἀλλʼ ὕβριν τὴν ἐλευθερίαν τῶν πενήτων καὶ τυραννίδα τὴν ἰσηγορίαν ὀνομάζων ἀφελέσθαι παρῄνει ταύτην ὑμῖν. ὃ δὲ πάντων ἀνοσιώτατον ἦν τῶν τότε ὑπὸ τούτου ἀξιωθέντων, ἀναμνήσθητε, ὦ πατέρες, ὅτʼ ἀπέφαινε καλὸν εἶναι καιρὸν ἀπομηνμονεῦσαι πρὸς τὸ δημοτικὸν ἁπάσας τὰς ἐπὶ τοῖς προτέροις ἐγκλήμασιν ὀργάς, καὶ παρῄνει νῦν, ἐν ᾧ τετρύχωταί θʼ ὑπʼ ἀχρηματίας καὶ πολὺν ἤδη χρόνον τῆς ἀναγκαίου σπανίζεται τροφῆς, ἅπαν αὐτὸ ἐπιτρῖψαι, διακατασχόντας ἐπὶ τῆς αὐτῆς ἀπορίας τῶν
 
ἐπιτηδείων τὴν ἀγοράν. οὐ γὰρ ἀνθέξειν ἡμᾶς ἐπὶ πολὺν χρόνον ὀλίγα σιτία πολλοῦ ὠνουμένους ἀργυρίου πένητας ἀνθρώπους, ἀλλὰ τοὺς μὲν οἰχήσεσθαι τὴν πόλιν ἐκλείποντας, ὅσοι δʼ ἂν ὑπομείνωσι τῷ κακοδαιμονεστάτῳ διαφθαρήσεσθαι τῶν μόρων. οὕτω δʼ ἄρα παρεφρόνει καὶ θεοβλαβὴς ἦν ταῦτα πείθων ὑμᾶς, ὥστʼ οὐδʼ ἐκεῖνο ἠδυνήθη καταμαθεῖν, χωρὶς τῶν ἄλλων ὧν προσετρίβετο τὰς τῆς βουλῆς σπονδὰς λύειν ἀξιῶν, ὅτι πένητες ἄνθρωποι τῆς ἀναγκαίου τροφῆς ἀποκλειόμενοι τοσοῦτοι τὸ πλῆθος ὄντες ὁμόσε χωρεῖν ἀναγκασθήσονται τοῖς αἰτίοις τῆς συμφορᾶς οὐθὲν ἔτι φίλιον ἡγούμενοι.
 
ὥστʼ εἰ μανέντες ὑμεῖς ἐπεκυρώσατε τὰς γνώμας αὐτοῦ, μηθὲν ἂν γενέσθαι τὸ διὰ μέσου, ἀλλʼ ἤτοι τὸ δημοτικὸν ἀπολωλέναι πλῆθος ἅπαν, ἢ μηδὲ τὸ τῶν πατρικίων περιλελεῖφθαι γένος. οὐ γὰρ ἂν οὕτως ἀνδραποδωδῶς παρέσχομεν ἑαυτούς, οἱ μὲν ἐκπεσεῖν, οἱ δʼ ἀποθανεῖν, ἀλλὰ θεοὺς μάρτυρας ὧν ἐπάσχομεν καὶ δαίμονας ἐπικαλεσάμενοι, πολλῶν ἂν ἐξεπληρώσαμεν, εὖ ἴστε, τὰς ἀγορὰς καὶ τοὺς στενωποὺς νεκρῶν, καὶ μέγαν αἵματος κρατῆρα πολιτικοῦ στήσαντες οὕτως ἂν ἐδεξάμεθα τὴν ὀφειλομένην μοῖραν. τοιούτων ὑμῖν δυσσεβημάτων εἰσηγητής, ὦ πατέρες, ἐγένετο, καὶ τοιαῦτα δημηγορεῖν ᾤετο δεῖν.
 
καὶ οὐχὶ λέγειν μὲν ὁ Μάρκιος, ἐξ ὧν διαστήσει τὴν πόλιν, ἐπεχείρησε, πράττειν δʼ οὐχ οἷα ἔλεγεν ἐπεβάλετο, ἀλλὰ καὶ στῖφος ἀνθρώπων εἰς ἅπασαν ὑπηρεσίαν ἑτοίμων παρʼ ἑαυτῷ ἔχων, καλούμενος ἐπὶ τὴν ἀρχὴν ἡμῶν οὐκ ἀπαντᾷ, καὶ τοῖς ὑπηρέταις τοῖς ἡμετέροις, ὁπότε κελευσθέντες ἄγειν αὐτὸν ἐπιβάλλοιντο, πληγὰς ἐντρίβεται, καὶ οὐδὲ τῶν ἡμετέρων σωμάτων τὼ χεῖρε τελευτῶν ἀπέχεται.
 
ὥστε περίεστιν ἡμῖν, τό γʼ ἐπὶ τοῦτον εἶναι μέρος, ὄνομα μὲν εὐπρεπὲς ἀσύλου ἀρχῆς ἐπὶ χλευασμῷ κείμενον ἔχειν, ἔργον δὲ τῶν ἀποδεδομένων τῇ ἀρχῇ μηδʼ ὁτιοῦν πράττειν. πῶς δʼ ἂν ἑτέροις ἀδικεῖσθαι λέγουσι βοηθήσαιμεν, οἷς γε μηδʼ αὐτοῖς ὑπάρχει τἀσφαλές; ταύτας μέντοι τὰς ὕβρεις οἱ πένητες ὑβριζόμενοι πρὸς ἑνὸς ἀνδρὸς οὔπω τυραννοῦντος, ἀλλʼ ἔτι μέλλοντος, καὶ τὰ μὲν ἤδη πεπονθότες, ὦ βουλή, δεινά, τὰ δʼ εἰ μὴ τὸ πλεῖον ὑμῶν μέρος ἐμποδὼν ἐγένετο παρασχεδὸν ἐλθόντες παθεῖν, ἄρα εἰκότως ἀγανακτοῦμεν καὶ βοηθείας τινὸς οἰόμεθα δεῖν οὐκ ἄνευ τῆς ὑμετέρας συναγανακτήσεως τυχεῖν, ἐπὶ δίκην αὐτὸν ἴσην καὶ νόμιμον, ὦ βουλή, προσκαλούμενοι, περὶ ἣν ἅπασα ἡ πληθὺς μερισθεῖσα κατὰ φυλὰς λόγου δοθέντος τοῖς δεομένοις ἔνορκον ἐποίσει τὴν ψῆφον.
 
ἴθι ἐκεῖ, Μάρκιε, καὶ ταῦθʼ, ἃ μέλλεις λέγειν ἐνθάδε, πρὸς ἅπαντας τοὺς πολίτας ἀθρόους ἀπολογοῦ, εἴτε ὡς ἀπὸ τοῦ βελτίστου τὰ κράτιστα συνεβούλευες τούτοις καὶ συνήνεγκεν ἂν τῇ πόλει ταῦτα γενόμενα, εἴτε ὡς οὐκ ἔστι δίκαιον λόγων εὐθύνας ὑπέχειν τοὺς ἀποφαινομένους ἐνθάδε τὰς γνώμας, εἴτε ὡς οὐκ ἐκ προνοίας οὐδὲ ἐπιβουλῆς, ἀλλʼ ὀργῇ ἐπιτρέψας τὰ μιαρὰ ταῦτα παραινεῖν προήχθης,
 
εἴθʼ ὁτιδήποτε ἄλλο ἀπολόγημα ἔχεις. καταβίβασον ἀπὸ τῶν ὑπερηφάνων καὶ τυραννικῶν αὐχημάτων ἐκείνων σεαυτὸν ἐπὶ τὸ δημοτικώτερον, ὦ πονηρέ, καὶ ποίησον ἤδη ποτὲ τοῖς ἄλλοις ἀνθρώποις ὅμοιον. ἡμαρτηκότος λαβὲ καὶ παραιτουμένου σχῆμα ταπεινὸν καὶ ἐλεεινόν, οἷον ἀπαιτοῦσιν αἱ συμφοραί. μὴ βιαζόμενος τοὺς κακῶς πεπονθότας, ἀλλʼ ὑπερχόμενος ἀξίου σώζεσθαι.
 
γενέσθω σοι παράδειγμα τῆς ἐπιεικείας, ᾗ χρώμενος ἂν εἴης πρὸς τοὺς ἅμα πολιτευομένους ἀνεπίληπτος, τὰ τῶν ἀγαθῶν τούτων ἔργα, οἳ τοσοῦτοι μὲν ὄντες τὸ πλῆθος, ὅσους νῦν αὐτὸς ὁρᾷς, τοσαύτας δʼ ἀρετὰς ἀποδεδειγμένοι καὶ πολεμικὰς καὶ πολιτικάς, ἃς οὐδʼ ἐν πολλῷ πάνυ χρόνῳ διελθεῖν ῥᾴδιον, οὐδὲν ὠμὸν οὐδʼ ὑπερήφανον ἐξήνεγκαν τέλος καθʼ ἡμῶν τῶν φαύλων καὶ ταπεινῶν οἱ σεμνοὶ καὶ μεγάλοι, ἀλλὰ καὶ λόγων ἦρξαν συμβατηρίων αὐτοὶ πρότεροι προτείνοντες διαλλαγάς, ὅτε διεῖλεν ἡμᾶς ἀπʼ ἀλλήλων ἡ τύχη, καὶ τὰς συμβάσεις οὐχ ὡς ἑαυτοῖς ὑπελάμβανον ἄριστα ἕξειν, ἀλλʼ ὡς ἡμεῖς ἠξιοῦμεν συνεχώρησαν γενέσθαι, καὶ τὰ τελευταῖς ταυτὶ τὰ περὶ τὴν σιτοδοσίαν ἔναγχος τοῦ χρόνου προσκρούματα, ἐφʼ οἷς διʼ αἰτίας εἴχομεν αὐτούς, περὶ πολλοῦ ἐποιήσαντο ἀπολύσασθαι.
 
ἐῶ τἆλλα, ἀλλʼ ὑπὲρ αὐτοῦ σοῦ καὶ τῆς σῆς θεοβλαβείας τίνας οὐκ ἐποιήσαντο δεήσεις ἁπάντων κοινῇ τε καὶ καθʼ ἕκαστον τῶν δημοτικῶν παραιτούμενοί σε τῆς τιμωρίας; ἔπειτα τοῖς μὲν ὑπάτοις καὶ τῇ βουλῇ τοσαύτην πόλιν ἐπιτροπευούσῃ καλῶς εἶχεν, ὦ Μάρκιε, δικαστὴν τὸν δῆμον ὑπὲρ ὧν ἐνεκαλοῦντο ὑπομένειν, σοὶ δʼ ἆρʼ οὐχὶ καλῶς ἔχει;
 
καὶ δεῖσθαί γε τῶν δημοτῶν ὑπὲρ ἀφέσεως τῆς σῆς οὗτοι μὲν ἅπαντες οὐδὲν αἰσχρὸν εἶναι νομίζουσι, σὺ δὲ διʼ αἰσχύνης λαμβάνεις τὸ αὐτὸ τοῦτο; καὶ οὐκ ἀπόχρη σοι ταῦτʼ, ὦ γενναῖε, ἀλλʼ ὥσπερ τι καλὸν ἐξειργασμένος ὑψαυχενῶν καὶ μεγαληγορῶν περιέρχῃ καὶ μηδὲν ὑφεῖναι τοῦ φρονήματος ἀπομαχόμενος· ἐῶ γάρ, ὅτι καὶ λοιδορούμενος τῷ δήμῳ καὶ προσεγκαλῶν καὶ ἀπειλῶν.
 
ἔπειτʼ οὐ νεμεσᾶτε αὐτῷ τῆς ὑπερηφανίας, ὦ πατέρες, εἰ τηλικούτων αὑτὸν ἀξιοῖ μόνος, ἡλίκων οὐδʼ ἅπαντες ὑμεῖς ἑαυτούς; ὃν ἐχρῆν, εἰ καὶ πάντες ὑμεῖς ἀνεδέχεσθε τὸν ὑπὲρ αὐτοῦ πόλεμον ψηφίσασθαι, τὸ μὲν εὔνουν καὶ πρόθυμον ὑμῶν ἀγαπᾶν, μὴ δέχεσθαι δὲ χάριν ἰδίαν ἐπὶ κοινῇ βλάβῃ, ἀλλʼ ὑπομένειν ἀπολογούμενον καὶ δίκην ὑπέχοντα εἰ δέοι καὶ πάντα
 
πάσχοντα. ταῦτα γὰρ ἦν ἔργα ἀγαθοῦ πολίτου καὶ τὸ καλὸν ἔργοις ἀσκοῦντος, οὐ λόγοις. ἃ δὲ νῦν οὗτος βιάζεται, τίνος ἐστὶ σημεῖα βίου; ποίων μηνύματα προαιρέσεων, ὅρκους παραβαίνειν, δεξιὰς παρασπονδεῖν, ὁμολογίας ἀναιρεῖν, δήμῳ πολεμεῖν, εἰς ἀρχόντων σώματα ὑβρίζειν, καὶ μηδʼ ἐφʼ ἑνὶ τούτων τὸ σῶμα ὑπεύθυνον ποιεῖν, ἀλλʼ ἄκριτον ἀναπολόγητον μηδενὸς δεηθέντα μηθένα φοβηθέντα μηθενὶ τῶν τοσούτων πολιτῶν ἴσον γενόμενον ἀδεῶς περινοστεῖν; ἆρʼ οὐ τυραννικοῦ
 
τρόπου σημεῖα ταῦτʼ ἐστίν; ἔμοιγε δοκεῖ. καὶ τοῦτον ὅμως εἰσί τινες οἱ παραψύχοντες καὶ παρακροτοῦντες ἐξ ὑμῶν αὐτῶν, οἷς ἐντέτηκε τὸ πρὸς τοὺς δημοτικοὺς μῖσος ἀδιάλλακτον, καὶ οὐ δύνανται συνιδεῖν, ὅτι οὐθὲν μᾶλλον κατὰ τοῦ ταπεινοτέρου μέρους τῶν ἐν τῇ πόλει φύεται τουτὶ τὸ κακὸν ὡς καὶ κατὰ τοῦ σεμνοτέρου· ἀλλʼ οἴονται τοῦ διαφόρου φύσει καταδουλωθέντος καὶ δὴ τὸ καθʼ ἑαυτοὺς ἕξειν ἀσφαλῶς.
 
οὐχ οὕτως ἔχει τἀληθές, ὦ γνώμης ἁμαρτάνοντες τῆς ἀρίστης· διδάσκαλον δὲ τὴν πεῖραν ἣν ὁ Μάρκιος παρέχεται καὶ τὸν χρόνον λαβόντες, ὀθνείοις θʼ ἅμα καὶ οἰκείοις σωφρονισθέντες παραδείγμασι γνοίητʼ ἄν, ὅτι μοσχευομένη κατὰ τοὺ δήμου τυραννὶς καθʼ ὅλης τῆς πόλεως μοσχεύεται, καὶ νῦν μὲν ἀφʼ ἡμῶν ἄρχεται, κρατήσασα δʼ οὐδʼ ὑμῶν φείσεται.
 
τοιαῦτα διεξιόντος τοῦ Δεκίου καὶ τῶν ἄλλων δημάρχων ἃ παραλιπεῖν αὐτοῖς ἐκεῖνος ἐδόκει συναγορευσάντων, ἐπειδὴ γνώμας ἔδει τοὺς συνέδρους ἀποφαίνεσθαι, πρῶτοι μὲν οἱ πρεσβύτατοι τῶν ὑπατικῶν καλούμενοι κατὰ τὸν εἰωθότα κόσμον ὑπὸ τῶν ὑπάτων ἀνίσταντο, ἔπειθʼ οἱ τούτων ὑποδεέστεροι κατʼ ἄμφω ταῦτα, τελευταῖοι δʼ οἱ νεώτατοι λόγον μὲν οὐθένα λέγοντες· ἔτι γὰρ ἦν διʼ αἰσχύνης τότε Ῥωμαίοις τοῦτο, καὶ νέος οὐδεὶς ἠξίου ἑαυτὸν σοφώτερον εἶναι πρεσβύτου· ἐπεκύρουν δὲ τὰς κειμένας ὑπὸ τῶν ὑπατικῶν γνώμας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme