Book 7
35.1
τοιγάρτοι λέγοντός τʼ αὐτοῦ μεταξὺ πολὺς θόρυβος ἐγίνετο τῇδε καὶ τῇδε θαμινὰ μεθελκομένοις, ὡς ἐν διαφόροις, πλήθεσι καὶ οὐ ταὐτὰ βουλομένοις, τῶν μὲν ἡδομένων ἐπὶ τοῖς λόγοις αὐτοῦ, τῶν δὲ πάλιν ἀχθομένων. καὶ ἐπειδὴ ἐπαύσατο λέγων, ἔτι πλείων ἀνέστη βοὴ καὶ θόρυβος.
35.2
οἱ μὲν γὰρ πατρίκιοι κράτιστον ἀνδρῶν λέγοντες ἐπῄνουν αὐτὸν ἐπὶ τῇ παρρησίᾳ καὶ μόνον ἀπέφαινον ἐξ ἁπάντων σφῶν ἐλεύθερον, ὃς οὔτε πολεμίων ἔδεισεν ἐπιόντων ὄχλον οὔτε πολιτῶν αὐθάδεις καὶ παρανόμους ἐκολάκευσεν ὁρμάς· οἱ δὲ δημοτικοὶ δυσανασχετοῦντες ἐπὶ τοῖς ὀνειδισμοῖς βαρὺν καὶ πικρὸν καὶ πολεμίων ἁπάντων ἔχθιστον αὐτὸν ἀπεκάλουν.
35.3
προθυμίαν δὲ πολλὴν εἶχόν τινες ἤδη, οἷς πολὺ προσῆν τὸ εὐχερές, ἐν χειρῶν αὐτὸν διαφθεῖραι νόμῳ. συνήργουν δʼ αὐτοῖς εἰς τοῦτο καὶ συνελάμβανον οἱ δήμαρχοι, καὶ μάλιστα Σικίννιος ἐνεδίδου τοῖς βουλήμασι τὰς ἡνίας. τελευτῶν γοῦν, ἐπειδὴ πολλὴν αὐτοῦ καταδρομὴν ἐποιήσατο καὶ τοὺς θυμοὺς ἐξέκαυσε τῶν δημοτῶν, πολὺς ἐμπνεύσας τῇ κατηγορίᾳ τέλος ἐξήνεγκεν, ὅτι θάνατον αὐτοῦ καταψηφίζεται τὸ ἀρχεῖον τῆς εἰς τοὺς ἀγορανόμους ὕβρεως ἕνεκεν, οὓς τῇ προτέρᾳ τῶν ἡμερῶν ἄγειν αὐτὸν κελευσθέντας ὑφʼ αὑτῶν τύπτων ἀπήλασεν· οὐ γὰρ ἑτέρων τινῶν εἶναι τὸν προπηλακισμὸν τὸν εἰς τοὺς ὑπηρέτας σφῶν γενόμενον ἢ τῶν κελευσάντων.