Book 7
ἦν δὲ τοιόσδε ὁ νόμος· δημάρχου γνώμην ἀγορεύοντος ἐν δήμῳ μηδεὶς λεγέτω μηδὲν ἐναντίον μηδὲ μεσολαβείτω τὸν λόγον. ἐὰν δέ τις παρὰ ταῦτα ποιήσῃ, διδότω τοῖς δημάρχοις ἐγγυητὰς αἰτηθεὶς εἰς ἔκτισιν ἧς ἂν ἐπιθῶσιν αὐτῷ ζημίας. ὁ δὲ μὴ διδοὺς ἐγγυητὴν θανάτῳ ζημιούσθω, καὶ τὰ χρήματʼ αὐτοῦ ἱερὰ ἔστω. τῶν δʼ ἀμφισβητούντων πρὸς ταύτας τὰς ζημίας αἱ κρίσεις ἔστωσαν ἐπὶ τοῦ δήμου.
τοῦτον τὸν νόμον ἐπιψηφίσαντες οἱ δήμαρχοι διέλυσαν τὴν ἐκκλησίαν· καὶ ὁ δῆμος ἀπῄει πολλῆς γεγονὼς μεστὸς εὐθυμίας, τῷ δὲ Βρούτῳ μεγάλην χάριν εἰδώς, ἐκείνου δοκῶν εἶναι τὸ ἐνθύμημα τοῦ νόμου.
μετὰ τοῦτο πολλαὶ καὶ περὶ πολλῶν ἐγίνοντο τοῖς δημάρχοις πρὸς τοὺς ὑπάτους ἀντιλογίαι, καὶ οὔθʼ ὁ δῆμος ὁπόσα ἡ βουλὴ ψηφίσαιτο κύρια ἡγεῖτο, οὔθʼ ὧν ὁ δῆμος γνοίη τῇ βουλῇ φίλον τι ἦν· ἀντιπαρατεταγμένοι δὲ καὶ διʼ ὑποψίας ἔχοντες ἀλλήλους διετέλουν. οὐ μὴν τό γε μῖσος αὐτῶν εἰς ἔργον τι ἀνήκεστον ἐχώρησεν, οἷα ἐν ταῖς τοιαύταις φιλεῖ
γίνεσθαι ταραχαῖς. οὔτε γὰρ οἱ πένητες ἐπὶ τὰς οἰκίας ὥρμησαν τῶν πλουσίων, ἔνθα ὑπελάμβανόν τινας εὑρήσειν ἀποκειμένας τροφάς, ἢ τὴν ἐν τῷ φανερῷ ἀγορὰν ἁρπάζειν ἐπεβάλοντο, ἀλλʼ ὑπομένοντες ὠνεῖσθαι πολλοῦ διαφόρου μικρά, καὶ ὁπότʼ ἐξαπορηθεῖεν ἀργυρίου τὰς ἐκ γῆς ῥίζας τε καὶ βοτάνας σιτούμενοι ἠνείχοντο· οὔθʼ οἱ πλούσιοι βιασάμενοι τοὺς ἀσθενεστέρους τῇ τʼ οἰκείᾳ δυνάμει καὶ τῇ παρὰ τῶν πελατῶν πολλῇ οὔσῃ κατασχεῖν αὐτοὶ τὴν πόλιν ἠξίωσαν τοὺς μὲν ἐξελάσαντες ἐξ αὐτῆς, τοὺς δʼ ἀποκτείναντες, ἀλλὰ διέμενον ὥσπερ οἱ σωφρονέστατα πολιτευόμενοι πρὸς τοὺς υἱοὺς πατέρες εὐνοούσῃ καὶ κηδομένῃ τῇ ὀργῇ πρὸς τὰς ἁμαρτάδας αὐτῶν χρώμενοι.
τοιαύτης δὲ καταστάσεως οὔσης περὶ τὴν Ῥώμην αἱ πλησιόχωροι πόλεις ἐκάλουν τοὺς βουλομένους οἰκεῖν παρὰ σφίσι Ῥωμαίων πολιτείας τε μεταδόσει καὶ ἄλλων φιλανθρώπων ἐλπίσιν ὑπαγόμεναι, αἱ μὲν ἀπὸ τοῦ βελτίστου διʼ εὔνοιάν τε καὶ ἔλεον τῆς συμφορᾶς, αἱ δὲ πλείους διὰ φθόνον τῆς πάλαι ποτὲ εὐτυχίας. καὶ ἦσαν οἱ ἀπαναστάντες πανοικεσίᾳ καὶ μεταθέμενοι τὰς οἰκήσεις ἑτέρωσε πολλοὶ πάνυ· ὧν οἱ μὲν ἀνέστησαν αὖθις, ἐπειδὴ κατέστη τὰ πράγματα τῆς πόλεως, οἱ δὲ καὶ διέμειναν.
ταῦτα δʼ ὁρῶσι τοῖς ὑπάτοις ἐδόκει τῆς βουλῆς ἐπιτρεπούσης στρατοπέδου ποιεῖσθαι καταγραφὴν καὶ ἐξάγειν ἔξω τὴν δύναμιν· εἰλήφεσαν δʼ ἀφορμὴν τῷ ἐγχειρήματι πρέπουσαν ἐπιδρομάς τε καὶ λεηλασίας κακουμένης τῆς χώρας ὑπὸ τῶν πολεμίων θαμινά, τά τʼ ἄλλα, ὅσα ἐκ τοῦ πράγματος χρηστὰ ἦν, ἐπιλογιζομένοις, ὑπερορίου στρατιᾶς ἐκπεμφθείσης ὡς εὐπορωτέρᾳ μὲν ἕξουσι τῇ ἀγορᾷ χρῆσθαι οἱ ὑπολειφθέντες ἐλάττους γενόμενοι, ἐν ἀφθονωτέροις δὲ διάξουσι τοῖς ἐπιτηδείοις οἱ τὰ ὅπλα ἔχοντες ἐκ τῶν πολεμίων ἐπισιτιζόμενοι, λωφήσει δʼ ἡ στάσις, ὅσον ἂν ἡ στρατεία κατέχῃ χρόνον· μάλιστα δʼ ἐφαίνετο ἔργῳ βεβαιώσειν αὐτῶν τὰς διαλλαγὰς συστρατευόντων ἀλλήλοις πατρικίων καὶ δημοτῶν ἡ γενησομένη παρὰ τοὺς κινδύνους κακῶν τε καὶ ἀγαθῶν ἰσομοιρία.
ἀλλʼ οὐκ ἦν τὸ πλῆθος ὑπήκοον αὐτοῖς οὐδʼ ὥσπερ πρότερον ἑκούσιον ὑπήντα πρὸς τὴν καταγραφήν· ἀνάγκην δὲ προσφέρειν τοῖς μὴ βουλομένοις οὐκ ἐδικαίουν τὴν ἐκ τῶν νόμων οἱ ὕπατοι· ἀλλʼ ἐκ τῶν πατρικίων ἐθέλονταί τινες κατεγράφησαν ἅμα τοῖς πελάταις, καὶ αὐτοῖς ἐξιοῦσιν ὀλίγον τι ἀπὸ
τοῦ δήμου μέρος συνεστράτευεν. ἡγεμὼν δὲ τῶν ἐξελθόντων ἦν Γάιος Μάρκιος ὁ τὴν Κοριολάνων πόλιν ἑλὼν κἂν τῇ πρὸς Ἀντιάτας ἀριστεύσας μάχῃ, καὶ οἱ πλεῖστοι τῶν ἀραμένων τὰ ὅπλα δημοτῶν τοῦτον ἐξιόντα ὁρῶντες ἐπερρώσθησαν, οἱ μὲν διʼ εὔνοιαν, οἱ δὲ τοῦ κατορθώσειν ἐλπίδι· περιβόητος γὰρ ἦν ἤδη ὁ ἀνήρ, καὶ δέος αὐτοῦ μέγα παρὰ τοῖς πολεμίοις ἐγεγόνει.
αὕτη προελθοῦσα ἡ στρατιὰ μέχρι πόλεως Ἀντίου δίχα πόνου σίτου πολλοῦ καταληφθέντος ἐν τοῖς ἀγροῖς καὶ ἀνδραπόδων καὶ βοσκημάτων συχνῶν ἐγκρατὴς ἐγένετο, καὶ μετʼ οὐ πολὺ παρῆν εὐπορωτέρα γεγονυῖα τοῖς κατὰ τὸν βίον, ὥστε τοῖς ὑπομείνασι πολλὴν κατήφειαν καὶ κατάμεμψιν τῶν δημαγωγῶν ἐμπεσεῖν, διʼ
οὓς ἀποστερεῖσθαι ἐδόκουν τῆς ὁμοίας εὐτυχίας. ὁ μὲν δὴ Γεγάνιος καὶ Μηνύκιος οἱ τοῦτον τὸν ἐνιαυτὸν ὑπατεύοντες ἐν μεγάλοις καὶ παντοδαποῖς χειμῶσι γενόμενοι καὶ πολλάκις ἀνατρέψαι κινδυνεύσαντες τὴν πόλιν οὐθὲν δεινὸν εἰργάσαντο, ἀλλὰ διέσωσαν τὰ κοινὰ φρονιμώτερον μᾶλλον ἢ εὐτυχέστερον τοῖς συμβαίνουσι χρησάμενοι.
οἱ δὲ μετʼ αὐτοὺς ἀποδειχθέντες ὕπατοι Μάρκος Μηνύκιος Αὐγουρῖνος καὶ Αὖλος Σεμπρώνιος Ἀτρατῖνος δεύτερον καταστάντες ἐπὶ τὴν ἀρχήν, ἄνδρες οὔθʼ ὅπλων οὔτε λόγων ἄπειροι, προνοίᾳ μὲν ἐχρήσαντο πολλῇ σίτου τε καὶ τῆς ἄλλης ἀγορᾶς ἐμπλῆσαι τὴν πόλιν, ὡς ἐν τῇ κατʼ αὐτὴν εὐετηρίᾳ τῆς ὁμονοίας τοῦ πλήθους κειμένης· οὐ μὴν ἐξεγένετό γʼ αὐτοῖς ἀμφοτέρων ἅμα τούτων τυχεῖν, ἀλλὰ συνεισῆλθεν ἅμα τῷ κόρῳ τῶν ἀγαθῶν ἡ τῶν χρησαμένων αὐτοῖς ὕβρις.
καὶ τότε δὴ μέγιστος κατέλαβε τὴν Ῥώμην κίνδυνος ἐξ ἀρχῆς, ὅτε ἥκιστʼ ἐδόκει. οἵ τε γὰρ ἐπὶ τὴν σιτωνίαν ἀποσταλέντες ὑπʼ αὐτῶν πρέσβεις πολὺν ἐκ τῶν παραθαλαττίων τε καὶ μεσογείων ἐμπορίων σῖτον ὠνησάμενοι κατήγαγον δημοσίᾳ, οἵ τε διαμείβεσθαι τὰς ἀγορὰς εἰωθότες ἐκ παντὸς τόπου συνῆλθον, παρʼ ὧν ἡ πόλις ὠνησαμένη τὸν φόρτον ἐκ τῶν κοινῶν χρημάτων εἶχεν ἐν φυλακῇ.
ἦλθον δὲ καὶ οἱ πρότερον ἀποσταλέντες πρέσβεις εἰς Σικελίαν Γεγάνιος καὶ Οὐαλέριος πολλὰς ἄγοντες ὁλκάδας, ἐν αἷς ἐκομίζοντο πυρῶν πέντε μυριάδες μεδίμνων Σικελικῶν, ὧν τὸ μὲν ἥμισυ μέρος ὠνητὸν ἦν βραχείας πάνυ τιμῆς, τὸ δὲ λοιπὸν ὁ τύραννος ἀπεστάλκει προῖκα δοὺς καὶ τέλεσι παρακομίσας τοῖς ἰδίοις.
ὡς δʼ ἀπηγγέλθη τοῖς ἐν τῇ πόλει ὁ κατάπλους τῶν σιτηγῶν ὁλκάδων τῶν ἀπὸ Σικελίας, πολλὴ ζήτησις ἐνέπιπτε τοῖς πατρικίοις ὑπὲρ τῆς διαθέσεως αὐτοῦ. οἱ μὲν γὰρ ἐπιεικέστατοι αὐτῶν καὶ φιλοδημότατοι πρὸς τὰς κατεχούσας τὸ κοινὸν ἀνάγκας ἀποβλέποντες τήν τε παρὰ τοῦ τυράννου δωρεὰν παρῄνουν ἅπασαν διανεῖμαι τοῖς δημοτικοῖς, καὶ τὸν ὠνηθέντα ἐκ τῶν δημοσίων χρημάτων σῖτον ὀλίγης αὐτοῖς ἀπεμπολῆσαι τιμῆς, διδάσκοντες ὡς ἐκ τούτων ἂν γένοιντο μάλιστα τῶν χαρίτων ἐπιεικέστεραι πρὸς τοὺς εὐπόρους αἱ τῶν πενήτων ὀργαί· οἱ δʼ αὐθαδέστεροι καὶ ὀλιγαρχικώτεροι πάσῃ προθυμίᾳ τε καὶ μηχανῇ κακοῦν ᾤοντο δεῖν τοὺς δημοτικοὺς καὶ συνεβούλευον τιμίας ὡς ἔνι μάλιστα ποιεῖν αὐτοῖς τὰς ἀγοράς, ἵνα σωφρονέστεροι διὰ τὴν ἀνάγκην γένοιντο καὶ πρὸς τὰ λοιπὰ τῆς πολιτείας δίκαια νομιμώτεροι.
τούτων ἦν τῶν ὀλιγαρχικῶν καὶ ὁ Μάρκιος ἐκεῖνος ὁ Κοριολάνος ἐπικληθείς, οὐχ ὥσπερ οἱ λοιποὶ κρύφα καὶ διʼ εὐλαβείας τὴν ἑαυτοῦ γνώμην ἀποφαινόμενος, ἀλλʼ ἄντικρυς καὶ θρασέως, ὥστε πολλοὺς ἀκοῦσαι καὶ τῶν δημοτικῶν. εἶχε γάρ τινας ἔξω τῶν κοινῶν ἐγκλημάτων καὶ ἰδίας προφάσεις νεωστὶ γενομένας, ἐξ ὧν εἰκότως ἐδόκει μισεῖν τοὺς δημοτικούς.
ὑπατείαν γὰρ αὐτῷ μετιόντι ταῖς ἔγγιστα γενομέναις ἀρχαιρεσίαις καὶ τοὺς πατρικίους ἔχοντι συναγωνιζομένους ὁ δῆμος ἐναντιωθεὶς οὐκ εἴασε δοῦναι τὴν ἀρχὴν τήν τε λαμπρότητα τοῦ ἀνδρὸς καὶ τὴν τόλμαν δι’ εὐλαβείας ἔχων, μή τι διὰ ταῦτα νεωτερίσῃ περὶ τὴν τῶν δημάρχων κατάλυσιν, καὶ μάλιστα δεδιώς, ὅτι συνελάμβανεν αὐτῷ πάσῃ προθυμίᾳ τὸ τῶν πατρικίων πλῆθος ὡς οὐδενὶ τῶν πρότερον.
ταύτης τʼ οὖν τῆς ὕβρεως ὀργῇ ἐπαρθεὶς ὁ ἀνὴρ καὶ τὴν μεταβολὴν τοῦ πολιτεύματος εἰς τὸν ἐξ ἀρχῆς κόσμον ἀποκαταστῆσαι προθυμούμενος αὐτός τʼ ἀναφανδόν, ὥσπερ καὶ πρότερον ἔφην, ἔπραττε τὴν τοῦ δήμου κατάλυσιν, καὶ τοὺς ἄλλους ἐνῆγεν. ἦν δὲ περὶ αὐτὸν ἑταιρία μεγάλη νέων εὐγενῶν, οἷς ἦν τὰ μέγιστα τιμήματα βίων καὶ πελάται συχνοὶ συνεστηκότες ἐπὶ ταῖς ἐκ τῶν πολέμων ὠφελείαις· οἷς ἐπαιρόμενος ἐφρυάττετο καὶ λαμπρὸς ἦν καὶ προῆλθεν ἐπὶ μήκιστον ἐπιφανείας.
οὐ μὴν εὐτυχοῦς γε διὰ ταῦτα καταστροφῆς ἔτυχε· συναχθείσης γὰρ ὑπὲρ τούτων βουλῆς καὶ τῶν πρεσβυτέρων, ὡς ἔθος ἦν αὐτοῖς, πρώτων ἀποφηναμένων τὰς ἑαυτῶν διανοίας, ἐν οἷς οὐ πολλοί τινες ἦσαν οἱ τὰς κατὰ τοῦ δήμου γνώμας ἄντικρυς ἀγορεύσαντες, ἐπειδὴ καθῆκεν εἰς τοὺς νεωτέρους ὁ λόγος, αἰτησάμενος ἐξουσίαν παρὰ τῶν ὑπάτων εἰπεῖν ὅσα βούλεται, καὶ τυχὼν ἐπισημασίας τε μεγάλης καὶ προσοχῆς λόγον διεξῆλθε κατὰ τοῦ δήμου τοιόνδε.
ὅτι μὲν οὐχ ὑπʼ ἀνάγκης τε καὶ ἀπορίας βιασθεὶς ὁ δῆμος ἐποιήσατο τὴν ἀπόστασιν, ὦ πατέρες, ἀλλὰ πονηρᾷ ἐλπίδι ἐπαρθεὶς ὡς καταλύσων τὴν ἀριστοκρατίαν ὑμῶν καὶ πάντων αὐτὸς ἐσόμενος τῶν κοινῶν κύριος, σχεδὸν οἶμαι πάντας ὑμᾶς ᾐσθῆσθαι τὰ περὶ τὰς διαλλαγὰς αὐτοῦ πλεονεκτήματα ὁρῶντας· ᾧ γʼ οὐκ ἀπέχρησε διαφθείραντι τὴν περὶ τὰ συμβόλαια πίστιν καὶ τοὺς ἐπὶ ταύτῃ κειμένους ἀνελόντι νόμους μηθὲν ἄλλο πολυπραγμονεῖν, καινὴν δὲ καταστησάμενος ἀρχὴν ἐπὶ τῷ καθελεῖν τὴν τῶν ὑπάτων ἱερὰν καὶ ἄσυλον ἐποίησεν αὐτὴν νόμῳ, καὶ νῦν τυραννικὴν ἐξουσίαν περιβαλλόμενος, ὦ βουλή, τῷ νεωστὶ κυρωθέντι νόμῳ λέληθεν ὑμᾶς.
ὅταν γὰρ ἐπʼ ἐξουσίας πολλῆς οἱ προεστηκότες αὐτοῦ πρόφασιν εὐπρεπῆ προβαλλόμενοι τὸ δὴ τοῖς ἀδικουμένοις τῶν δημοτῶν βοηθεῖν διὰ τῆς ἐξουσίας ταύτης ἄγωσι καὶ φέρωσιν, ὅσʼ ἂν αὐτοῖς δοκῇ, καὶ μηθεὶς ὁ κωλύσων τὰς παρανομίας αὐτῶν ᾖ, μήτʼ ἰδιώτης μήτʼ ἄρχων δεδοικὼς τὸν νόμον, ὃς ἀφαιρεῖται καὶ τὸν λόγον ἡμῶν ἅμα τοῖς ἔργοις θάνατον ἐπιτιθεὶς ζημίαν τοῖς ἐλευθέραν φωνὴν ἀφιεῖσι, τί προσῆκεν ὄνομα θέσθαι τῇ δυναστείᾳ ταύτῃ τοὺς νοῦν ἔχοντας ἕτερον, ἢ τοῦθʼ, ὅπερ ἐστὶν ἀληθὴς καὶ πάντες ἂν ὁμολογήσετε, τυραννίδα; εἰ δʼ οὐχ ὑφʼ ἑνὸς ἀνδρός, ἀλλʼ ὑφʼ ὅλου τυραννούμεθα δήμου, τί τοῦτο διαφέρει; τὸ γὰρ ἔργον ἐξ ἀμφοῖν ταὐτό.
κράτιστον μὲν οὖν ἦν μηδὲ τὸ σπέρμα τῆς ἐξουσίας ταύτης ἐᾶσαι καταβαλλόμενον, ἀλλὰ πάντα ὑπομεῖναι πρότερον, ὡς Ἄππιος ὁ βέλτιστος ἐκ πολλοῦ τὰ δεινὰ προορώμενος ἠξίου, εἰ δὲ μή, νῦν γʼ ὁμοθυμαδὸν ἅπαντας ἐξορύξαντας αὐτὴν πρόρριζον ἐκ τῆς πόλεως ἐκβαλεῖν, ἕως
ἀσθενής ἐστι καὶ προσπολεμηθῆναι ῥᾳδία. καὶ τοῦτʼ οὐ πρώτοις ἡμῖν, ὦ βουλή, οὐδὲ μόνοις ἐξεγένετο παθεῖν, πολλοῖς δὲ καὶ πολλάκις ἤδη τοῖς εἰς ἀβουλήτους ἀνάγκας καταστᾶσι γνώμης ἁμαρτοῦσι τῆς ἀρίστης περὶ τὰ μέγιστα, ἐπειδὴ τὰς ἀρχὰς οὐκ ἐκώλυσαν τοῦ κακοῦ, τὰς αὐξήσεις πειρᾶσθαι καθαιρεῖν· καὶ ἡ μετάνοια τῶν ὀψὲ ἀρχομένων σωφρονεῖν ἥττων οὖσα τῆς προνοίας, καθʼ ἕτερον αὖ τρόπον οὐ χείρων οὖσα ἀναφαίνεται τῇ κωλύσει τοῦ τέλους ἀφανίζουσα τὸ ἐν τῇ ἀρχῇ ἀγνοηθέν.
εἰ δέ τισιν ὑμῶν δεινὰ μὲν τὰ τοῦ δήμου ἔργα εἶναι δοκεῖ, καὶ κωλύεσθαι αὐτὸν οἴονται δεῖν τὰ λοιπὰ ἐξαμαρτάνοντα, δέος δʼ εἰσέρχεται, μὴ δόξωσι λύειν τὰς ὁμολογίας πρότεροι καὶ παραβαίνειν τοὺς ὅρκους, γνώτωσαν, ὅτι οὐκ ἄρχοντες, ἀλλʼ ἀμυνόμενοι, οὐδʼ ἀναιροῦντες τὰς ὁμολογίας, ἀλλὰ τοὺς ἀνῃρηκότας τιμωρούμενοι αὐτὸ δρῶσιν, ἀναίτιοί τε πρὸς θεοὺς ἔσονται καὶ ἐπὶ τῷ σφετέρῳ συμφέροντι τὰ δίκαια πράξουσι.
μέγα δʼ ὑμῖν γενέσθω τεκμήριον, ὅτι τοῦ λύειν τὰς ὁμολογίας καὶ παρασπονδεῖν οὐχ ὑμεῖς, ἀλλὰ τὸ δημοτικὸν ἄρχει μέρος οὐκ ἀξιοῦν ἐμμένειν, ἐφʼ οἷς εὕρετο τὴν κάθοδον· οὐ γὰρ ἐπὶ τῷ κακῶς δρᾶσαι τὴν βουλήν, ἀλλʼ ἐπὶ τῷ μὴ ὑπʼ ἐκείνης κακοῦσθαι τὴν τῶν δημάρχων ἐξουσίαν ᾐτήσατο. χρῆται δʼ αὐτῇ οὐκέτι εἰς ἃ δεῖ οὐδʼ ἐφʼ οἷς εὕρετο, ἀλλʼ ἐπὶ διαφθορᾷ
καὶ συγχύσει τῆς πατρίου πολιτείας. μέμνησθε γὰρ δήπου τὴν νεωστὶ γενομένην ἐκκλησίαν καὶ τοὺς ὑπὸ τῶν δημαγωγῶν ῥηθέντας ἐν αὐτῇ λόγους, ὅσην ἐπεδείξαντο αὐθάδειάν τε καὶ ἀκοσμίαν, καὶ νῦν, ἐφʼ οἵου εἰσὶν αὐχήματος οἱ μηδὲν ὑγιὲς φρονοῦντες, ἐπειδὴ ἔγνωσαν, ὡς ἐν τῇ ψήφῳ ἐστὶν ἅπαν τὸ τῆς πόλεως κράτος, ἧς αὐτοὶ κρατήσουσι πλείους ἡμῶν ὄντες.
τί οὖν καταλείπεται ποιεῖν ἡμῖν ἀρξάντων ἐκείνων παρασπονδεῖν καὶ παρανομεῖν, εἰ μὴ τὸ ἀμύνεσθαι τοὺς ἄρξαντας, καὶ ἃ τέως ἀδίκως ἔχουσιν ἀφελέσθαι σὺν δίκῃ, καὶ εἰς τὸ λοιπὸν παῦσαι πλειόνων ἐφιεμένους· χάριν εἰδότας τοῖς θεοῖς, ὅτι οὐκ εἴασαν αὐτοὺς τὰ πρῶτα πλεονεκτήσαντας εἰς τὰ λοιπὰ σωφρονεῖν, ἀλλὰ ταύτην ἐνέβαλον αὐτοῖς τὴν ἀναισχυντίαν τε καὶ πολυπραγμοσύνην, ὑφʼ ἧς ὑμεῖς ἀναγκασθέντες τά τʼ ἀπολωλότα πειρᾶσθε ἀναλαβεῖν, καὶ τὰ λοιπὰ διʼ ἧς προσῆκε φυλακῆς λαβεῖν.
καιρὸς δʼ ὁ παρὼν οἷος οὐχ ἕτερος, εἴπερ γʼ ἄρχεσθαι μέλλετε σωφρονεῖν, ἐν ᾧ κεκάκωται αὐτῶν τὸ πλεῖστον μέρος ὑπὸ τοῦ λιμοῦ, καὶ τὸ λοιπὸν οὐκ ἂν ἔτι δύναιτο πολὺν ἀντισχεῖν χρόνον ὑπʼ ἀχρηματίας, εἰ σπανίους τε καὶ τιμίας ἔχοι τὰς ἀγοράς· ἀναγκασθήσονται δʼ οἱ μὲν κάκιστοι καὶ οὐδέποτε τῇ ἀριστοκρατίᾳ χαίροντες ἐκλιπεῖν τὴν πόλιν, οἱ δʼ ἐπιεικέστεροι πολιτεύεσθαι κοσμίως μηθὲν ἔτι ἐνοχλοῦντες ὑμῖν.
τάς τʼ οὖν ἀγορὰς διὰ φυλακῆς ἔχετε, καὶ τῆς τιμῆς τῶν ὠνίων μηθὲν ἀνίετε, ἀλλʼ ὅσου πλείστου ποτὲ ἦν τὰ ὤνια, τοσούτου καὶ νῦν αὐτὰ πωλεῖν ψηφίσασθε δικαίας ἀφορμὰς ἔχοντες καὶ προφάσεις εὐλόγους τήν τʼ ἀχάριστον τοῦ δήμου καταβοήν, ὡς ὐφʼ ἡμῶν κατασκευασθείσης τῆς σιτοδείας, ἣ διὰ τὴν ἀπόστασιν τὴν ἐκείνων ἐγένετο καὶ τὴν καταφθοράν, ἣν ἐποιήσαντο, τῆς γῆς, ἄγοντες αὐτὴν καὶ φέροντες ὥσπερ πολεμίαν, καὶ τὰς ἐξαιρεθείσας ἐκ τοῦ δημοσίου δαπάνας εἰς τοὺς ἀποσταλέντας ἐπὶ τὴν σιτωνίαν ἄνδρας, καὶ ἄλλα πολλά τινʼ, ἃ ἠδίκησθε ὑπʼ αὐτῶν· ἵνα καὶ γνῶμεν ἤδη, τί ποτʼ ἐστὶν ἐκεῖνο τὸ δεινόν, ὃ διαθήσουσιν ἡμᾶς, ἂν μὴ ποιῶμεν ἅπαντα τῷ δήμῳ τὰ καθʼ ἡδονάς, ὡς οἱ δημαγωγοὶ αὐτῶν δεδιττόμενοι ἔλεγον.
εἰ δʼ ἀφήσετε καὶ τοῦτον ἐκ τῶν χειρῶν τὸν καιρόν, πολλάκις εὔξεσθε τοιούτου τυχεῖν ἑτέρου· καὶ εἰ γνοίη τοῦθʼ ὁ δῆμος, ὅτι βουληθέντες καταλύειν αὐτοῦ τὴν ἰσχὺν ἀπετράπεσθε, πολὺ μᾶλλον ὑμῖν βαρὺς ἐγκείσεται, πολέμιον μὲν τὸ βουλόμενον ὑμῶν ἡγούμενος, δειλὸν δὲ τὸ μὴ δυνάμενον.
τοιαῦτʼ εἰπόντος τοῦ Μαρκίου διέστησαν αἱ γνῶμαι τῶν συνέδρων, καὶ θόρυβος ἐν αὐτοῖς ἐγίνετο πολύς. οἱ μὲν γὰρ ἐξ ἀρχῆς ἐναντίοι τοῖς δημοτικοῖς καὶ τὰς διαλλαγὰς παρὰ γνώμην ὑπομείναντες, ἐν οἷς ἥ τε νεότης ὀλίγου δεῖν πᾶσα ἦν καὶ τῶν πρεσβυτέρων οἱ πλουσιώτατοί τε καὶ φιλοτιμότατοι, βαρέως φέροντες οἱ μὲν ἐπὶ ταῖς περὶ τὰ συμβόλαια βλάβαις, οἱ δʼ ἐπὶ τῇ περὶ τὰς τιμὰς ἐλαττώσει ἐπῄνουν τὸν ἄνδρα ὡς γενναῖον καὶ φιλόπολιν καὶ τὰ κράτιστα τῷ κοινῷ
λέγοντα· οἱ δὲ δημοτικὰς ἔχοντες τὰς προαιρέσεις τῶν τρόπων καὶ τὸν πλοῦτον οὐ πέρα τοῦ δέοντος ἐκτετιμηκότες τῆς τʼ εἰρήνης οὐδὲν ἀναγκαιότερον ὑπολαμβάνοντες ἤχθοντο τοῖς λεγομένοις ὑπʼ αὐτοῦ καὶ τὴν γνώμην οὐ προσίεντο· ἠξίουν τε μὴ τοῖς βιαίοις, ἀλλὰ τοῖς εὐγνώμοσι περιεῖναι τῶν ταπεινοτέρων, μηδʼ ἀπρεπές, ἀλλʼ ἀναγκαῖον ἡγεῖσθαι τὸ ἐπιεικές, ἄλλως τε καὶ πρὸς τοὺς συμπολιτευομένους ἐπʼ εὐνοίᾳ γινόμενον· μανίαν τʼ ἀπέφαινον αὐτοῦ τὴν συμβουλήν, οὐ παρρησίαν οὐδὲ ἐλευθερίαν. βραχὺ μὲν οὖν τοῦτο τὸ μέρος καὶ ἀσθενὲς ὂν περιεωθεῖτο ὑπὸ τοῦ βιαιοτέρου.
ταῦτα δʼ ὁρῶντες οἱ δήμαρχοι· παρῆσαν γὰρ τῷ συνεδρίῳ παρακληθέντες ὑπὸ τῶν ὑπάτων· ἐβόων τε καὶ ἤσπαιρον καὶ τὸν Μάρκιον λυμεῶνα καὶ ὄλεθρον τῆς πόλεως ἀπεκάλουν πονηροὺς διεξιόντα κατὰ τοῦ δήμου λόγους, καὶ εἰ μὴ κωλύσειαν αὐτὸν οἱ πατρίκιοι πόλεμον ἐμφύλιον εἰς τὴν πόλιν εἰσάγοντα θανάτῳ ζημιώσαντες ἢ φυγῇ, αὐτοὶ ποιήσειν τοῦτʼ ἔλεγον.
θορύβου δʼ ἔτι πλείονος ἐπὶ τοῖς λόγοις τῶν δημάρχων γενομένου, καὶ μάλιστʼ ἐκ τῶν νεωτέρων τὰς ἀπειλὰς δυσανασχετούντων ἐπαρθεὶς τούτοις ὁ Μάρκιος αὐθαδέστερον ἤδη καθήπτετο τῶν δημαρχων καὶ θρασύτερον· εἰ μὴ παύσεσθε μέντοι, λέγων, ταράττοντες τὴν πόλιν ὑμεῖς καὶ ἐκδημαγωγοῦντες τοὺς ἀπόρους, οὐκέτι λόγῳ διοίσομαι πρὸς ὑμᾶς, ἀλλʼ ἔργῳ.
ἠγριωμένης δὲ τῆς βουλῆς, ὡς ἔμαθον οἱ δήμαρχοι πλείους ὄντας τοὺς βουλομένους ἀφελέσθαι τὴν δοθεῖσαν ἐξουσίαν τῷ δήμῳ τῶν ἐμμένειν ταῖς ὁμολογίαις ἀξιούντων, ἐξέδραμον ἐκ τοῦ βουλευτηρίου κεκραγότες καὶ θεοὺς τοὺς ὁρκίους ἐπικαλούμενοι. καὶ μετὰ τοῦτο συναγαγόντες εἰς ἐκκλησίαν τὸν δῆμον ἐδήλωσαν αὐτῷ τοὺς ἐν τῇ βουλῇ ῥηθέντας λόγους ὑπὸ τοῦ Μαρκίου, καὶ τὸν ἄνδρα εἰς ἀπολογίαν ἐκάλουν.
ὡς δʼ οὐ προσεῖχεν αὐτοῖς, ἀλλὰ καὶ τοὺς ὑπηρέτας, ὑφʼ ὧν ἐκαλεῖτο, προπηλακίζων τοῖς λόγοις ἀνεῖρξεν, ἀγανακτήσαντες ἔτι μᾶλλον οἱ δήμαρχοι παραλαβόντες τούς τʼ ἀγορανόμους καὶ τῶν ἄλλων πολιτῶν συχνοὺς ὥρμησαν ἐπʼ αὐτόν· ὁ δʼ ἔτυχεν ἔτι διατρίβων πρὸ τοῦ βουλευτηρίου τῶν τε πατρικίων πολλοὺς ἐπαγόμενος καὶ τὴν ἄλλην ἑταιρίαν περὶ αὑτὸν ἔχων.
ὡς δὲ συνεῖδον αὐτὸν οἱ δήμαρχοι, προσέταξαν τοῖς ἀγορανόμοις ἐπιλαβέσθαι τοῦ σώματος καί, εἰ μὴ ἑκὼν βούλεται ἀκολουθεῖν, βίᾳ ἄγειν· εἶχον δὲ τότε τὴν ἀγορανομικὴν ἐξουσίαν Τῖτος Ἰούνιος Βροῦτος καὶ Γάιος Οὐισέλλιος Ῥοῦγας. οἱ μὲν δὴ προσῄεσαν ὡς ἐπιληψόμενοι τοῦ ἀνδρός, οἱ δὲ πατρίκιοι δεινὸν ἡγησάμενοι τοὖργον ὑπὸ τῶν δημάρχων πρὸ δίκης ἄγεσθαί τινα σφῶν βίᾳ προὔστησαν τοῦ Μαρκίου καὶ τύπτοντες τοὺς ὁμόσε χωροῦντας ἀπήλασαν.
διαβοηθέντος δὲ τοῦ πάθους ἀνὰ τὴν πόλιν ὅλην ἐξεπήδων ἅπαντες ἐκ τῶν οἰκιῶν· οἱ μὲν ἐν τοῖς ἀξιώμασιν ὄντες καὶ χρημάτων ἔχοντες εὖ τὸν Μάρκιον ὑπερασπιοῦντες ἅμα τοῖς πατρικίοις καὶ τὴν ἀρχαίαν ἀνακτησόμενοι πολιτείαν, οἱ δὲ ταπεινοὶ ταῖς τύχαις καὶ βίου σπανίζοντες ἀμύνειν παρεσκευασμένοι τοῖς δημάρχοις καὶ ποιεῖν, ὅ τι ἂν ἐκεῖνοι κελεύσωσιν· ἥ τʼ αἰδώς, ὑφʼ ἧς κρατούμενοι τέως οὐδὲν ἐτόλμων εἰς ἀλλήλους παρανομεῖν, τότʼ ἀνῄρητο ὑπʼ αὐτῶν. οὐ μὴν ἔδρασάν γʼ οὐδὲν ἀνήκεστον τὴν ἡμέραν ἐκείνην, ἀλλʼ εἰς τὴν ἐπιοῦσαν ἀνεβάλοντο, γνώμῃ τε καὶ παρακλήσει τῶν ὑπάτων εἴξαντες.
τῇ δʼ ἑξῆς ἡμέρᾳ πρῶτοι καταβάντες εἰς τὴν ἀγορὰν οἱ δήμαρχοι συνεκάλουν τὸν δῆμον εἰς ἐκκλησίαν καὶ παριόντες ἐκ διαδοχῆς πολλὰ μὲν τῶν πατρικίων κατηγόρουν ὡς ἐψευσμένων τὰς συνθήκας καὶ παραβεβηκότων τοὺς ὅρκους, οὓς ἐποιήσαντο πρὸς τὸν δῆμον ὑπὲρ ἀμνηστίας τῶν πάλαι, πίστεις παραφέροντες τοῦ μὴ βεβαίως αὐτοὺς διηλλάχθαι πρὸς τὸ δημοτικὸν τήν τε τοῦ σίτου σπάνιν, ἣν αὐτοὶ κατέσκευσαν, καὶ τὰς ἀποστολὰς τῶν κληρουχιῶν ἀμφοτέρων καὶ τἆλλα ὅσα ἐμηχανήσαντο μειώσεως τοῦ πλήθους ἕνεκα.
πολλὰ δὲ τοῦ Μαρκίου καθήπτοντο τοὺς ῥηθέντας ὑπʼ αὐτοῦ λόγους ἐν τῇ βουλῇ διεξιόντες, καὶ ὅτι καλούμενος εἰς ἀπολογίαν ὑπὸ τοῦ δήμου οὐ μόνον οὐκ ἠξίωσεν ἐλθεῖν, ἀλλὰ καὶ τοὺς ἀφικομένους ἐπʼ αὐτὸν ἀγορανόμους τύπτων ἀπήλασεν. ἐκάλουν δὲ μάρτυρας τῶν ἐν τῇ βουλῇ γενομένων τοὺς ἐντιμοτάτους τῶν ἐκεῖ, τῆς δὲ περὶ τοὺς ἀγορανόμους ὕβρεως ἅπαντας τοὺς τότε παρόντας κατὰ τὴν ἀγορὰν δημοτικούς.
ταῦτα δʼ εἰπόντες ἐδίδοσαν, εἰ βουλομένοις εἴη, τοῖς πατρικίοις ἀπολογίαν, κατέχοντες ἐπὶ τῆς ἐκκλησίας τὸν δῆμον, ἕως ἡ βουλὴ διαλυθείη. ἔτυχον γὰρ ὑπὲρ αὐτῶν τούτων συνεδρεύοντες οἱ πατρίκιοι διαποροῦντες, εἴτʼ ἀπολογητέον αὐτοῖς εἴη πρὸς τὸν δῆμον ὑπὲρ ὧν διεβλήθησαν,