Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 7

13.4 διὰ ταύτας μὲν δὴ τὰς αἰτίας ἡ τῶν κληρούχων ἀποστολὴ ταχεῖα ἐγίνετο τριῶν ἀποδειχθέντων ἀνδρῶν ὑπὸ τῆς βουλῆς ἡγεμόνων. τῷ δήμῳ δὲ κατʼ ἀρχὰς μὲν ἦν ἀσμένῳ τοὺς κληρούχους διαλαγχάνειν ὡς λιμοῦ τʼ ἀπαλλαχθησομένῳ καὶ χώραν οἰκήσοντι εὐδαίμονα· ἔπειτʼ ἐνθυμουμένῳ τὸν λοιμόν, ὃς. ἐν τῇ μελλούσῃ αὐτὸν ὑποδέχεσθαι πόλει πολὺς γενόμενος τούς τʼ οἰκήτορας διεφθάρκει καὶ δέος παρεῖχε, μὴ καὶ τοὺς ἐποίκους ταὐτὸν ἐργάσηται, μεθίστατο κατὰ μικρὸν εἰς τἀναντία ἡ γνώμη, ὥστʼ οὐ πολλοί τινες ἐφάνησαν οἱ μετέχειν βουλόμενοι τῆς ἀποικίας, ἀλλὰ πολὺ ἐλάττους ὧν ἡ βουλὴ ἐψηφίσατο, καὶ οὗτοι δʼ ἤδη σφῶν αὐτῶν κατεγνώκεσαν ὡς κακῶς βεβουλευμένων καὶ ὑπανεδύοντο τὴν ἔξοδον.
13.5 κατελήφθη μέντοι τοῦτο τὸ μέρος καὶ τὸ ἄλλο τὸ μὴ ἑκουσίως συναιρόμενον τῆς ἐξόδου ψηφισαμένης τῆς βουλῆς ἐξ ἁπάντων γενέσθαι Ῥωμαίων κλήρῳ τὴν ἔξοδον, κατὰ δὲ τῶν λαχόντων, εἰ μὴ ἐξίοιεν, χαλεπὰς καὶ ἀπαραιτήτους θεμένης ζημίας. οὗτός τε δὴ ὁ στόλος εἰς Οὐελίτρας εὐπρεπεῖ ἀνάγκῃ καταληφθεὶς ἀπεστάλη, καὶ ἕτερος αὖθις οὐ πολλαῖς ἡμέραις ὕστερον εἰς Νώρβαν πόλιν, ἥ ἐστι τοῦ Λατίνων ἔθνους οὐκ ἀφανής.
14.1 ἐγένετο δʼ οὐδὲν τῶν ἐκ λογισμοῦ τοῖς πατρικίοις κατὰ γοῦν τὴν ἐλπίδα λωφήσειν τὴν στάσιν, ἀλλʼ οἱ περιλειφθέντες ἔτι χείρους ταῖς ὀργαῖς ἦσαν καὶ πολλῇ τῇ καταβοῇ τῶν βουλευτῶν ἐχρῶντο κατά τε συστροφὰς καὶ ἑταιρίας, ὀλίγοι μὲν συνιόντες τὸ πρῶτον, ἔπειτʼ ἀθρόοι συντονωτέρας ἤδη γινομένης τῆς ἀπορίας καὶ συνδραμόντες εἰς τὴν ἀγορὰν τοὺς δημάρχους ἐβόων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme