Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 7

10.6 ᾧ πιστεῦσαι προαχθεὶς ὁ τύραννος αἰτοῦντι οὐθὲν καὶ τὸ ἑαυτοῦ σῶμα ὅμηρον παρεχομένῳ πέμπει τοὺς πιστοτάτους τῶν ἡγεμόνων ἄγοντας ἱππεῖς τε πολλοὺς καὶ τὴν μισθοφόρον δύναμιν, οἷς ἐνετείλατο μάλιστα μὲν ἅπαντας τοὺς φυγάδας, εἰ δὲ μή γʼ ὡς πλείστους ἐξ αὐτῶν δήσαντας πρὸς αὐτὸν ἄγειν. ὁ μὲν οὖν κατασκευαστὸς αὐτόμολος κατά τʼ ἀτριβεῖς ὁδοὺς καὶ διὰ δρυμῶν ἐρήμων ἦγε τὴν στρατιὰν ταλαιπωροῦσαν διʼ ὅλης νυκτὸς ἐπὶ τὰ πλεῖστον ἀπέχοντα τῆς πόλεως μέρη.
11.1 οἱ δʼ ἀποστάται τε καὶ φυγάδες ἐν τῷ περὶ τὸν Ἄορνον ὄρει πλησίον ὄντι τῆς πόλεως λοχῶντες, ὡς ἔμαθον ἐξεληλυθυῖαν ἐκ τῆς πόλεως τὴν τοῦ τυράννου στρατιὰν συνθήμασι μηνυθεῖσαν ὑπὸ τῶν σκοπῶν, πέμπουσιν ἐξ αὐτῶν περὶ ἑξήκοντα μάλιστα τοὺς εὐτολμοτάτους διφθέρας ἔχοντας καὶ φακέλλους φρυγάνων κομίζοντας.
11.2 οὗτοι περὶ λύχνων ἁφὰς ἄλλοι κατʼ ἄλλας πύλας ὡς χερνῆται παρεισπεσόντες ἔλαθον· ὡς δʼ ἔνδον ἐγένοντο τοῦ τείχους ἐξελκύσαντες ἐκ τῶν φακέλλων ἃ κατέκρυπτον ξίφη, καὶ συνελθόντες εἰς τὸν αὐτὸν ἅπαντες τόπον ἔπειτʼ ἐκεῖθεν ὁρμήσαντες ἀθρόοι πρὸς τὰς ἐπὶ τὸν Ἄορνον φερούσας πύλας τούς τε φύλακας αὐτῶν ἀποκτείνουσι κοιμωμένους καὶ τοὺς σφετέρους ἅπαντας ἤδη τοῦ τείχους πλησίον ὄντας ἀναπεπταμέναις ταῖς πύλαις ὑποδέχονται, καὶ τοῦτο πράξαντες ἔλαθον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme