Book 7
Τίτου δὲ Γεγανίου Μακερίνου καὶ Ποπλίου Μηνυκίου τὴν ὕπατον ἐξουσίαν παραλαβόντων σίτου σπάνις ἰσχυρὰ τὴν Ῥώμην κατέσχεν ἐκ τῆς ἀποστάσεως λαβοῦσα τὴν ἀρχήν. ὁ μὲν γὰρ δῆμος ἀπέστη τῶν πατρικίων μετὰ τὴν μετοπωρινὴν ἰσημερίαν ὑπʼ αὐτὴν μάλιστα τὴν ἀρχὴν τοῦ σπόρου· ἐξέλιπον δὲ τὴν χώραν οἱ γεωργοῦντες ἅμα τῇ κινήσει καὶ διέστησαν οἱ μὲν εὐχερέστεροι πρὸς τοὺς πατρικίους, τὸ δὲ θητικὸν μέρος ὡς τοὺς δημοτικούς· καὶ διέμειναν ἐξ ἐκείνου χωρὶς ἀλλήλων ὄντες, ἕως οὗ κατέστη καὶ συνῆλθεν ἡ πόλις εἰς ἑαυτὴν οὐ πολλῷ πρότερον διαλλαγεῖσα τῆς
χειμερινῆς τροπῆς. τὸν δὲ μεταξὺ χρόνον, ἐν ᾧ ὁ πᾶς ἐπιτελεῖται σπόρος ὡραῖος, ἔρημος ἡ χώρα τῶν ἐπιμελησομένων ἦν καὶ ἐπὶ πολὺν χρόνον διετέλεσεν, ὥστε μηδὲ κατελθοῦσι τοῖς γεωργοῖς ἀναλαβεῖν αὐτὴν ἔτι ῥᾴδιον εἶναι δούλων τʼ ἀποστάσει καὶ κτηνῶν ὀλέθρῳ, μεθʼ ὧν αὐτὴν ἔμελλον ἐργάζεσθαι κεκακωμένην, ἀφορμῆς τʼ οὐ πολλοῖς εἰς τὸν ἐπιόντα ἐνιαυτὸν ὑπαρχούσης οὔτε σπερμάτων οὔτε τροφῆς.
ταῦθʼ ἡ βουλὴ μαθοῦσα πρέσβεις διεπέμπετο πρὸς Τυρρηνοὺς καὶ Καμπανοὺς καὶ τὸ καλούμενον Πωμεντῖνον πεδίον σῖτον ὅσον ἂν δύναιντο πλεῖστον ὠνησομένους· Πόπλιος δὲ Οὐαλέριος καὶ Λεύκιος Γεγάνιος εἰς Σικελίαν ἀπεστάλησαν, Οὐαλέριος μὲν υἱὸς ὢν Ποπλικόλα, Γεγάνιος δὲ θατέρου τῶν ὑπάτων ἀδελφός.
τύραννοι δὲ τότε κατὰ πόλεις μὲν ἦσαν, ἐπιφανέστατος δὲ Γέλων ὁ Δεινομένους νεωστὶ τὴν Ἱπποκράτους τοῦ ἀδελφοῦ τυραννίδα παρειληφώς, οὐχὶ Διονύσιος ὁ Συρακούσιος, ὡς Λικίννιος γέγραφε καὶ Γέλλιος καὶ ἄλλοι συχνοὶ τῶν Ῥωμαίων συγγραφέων οὐθὲν ἐξητακότες τῶν περὶ τοὺς χρόνους ἀκριβῶς, ὡς αὐτὸ δηλοῖ τοὖργον, ἀλλʼ εἰκῆ τὸ προστυχὸν ἀποφαινόμενοι.
ἡ μὲν γὰρ εἰς Σικελίαν ἀποδειχθεῖσα πρεσβεία κατὰ τὸν δεύτερον ἐνιαυτὸν τῆς ἑβδομηκοστῆς καὶ δευτέρας ὀλυμπιάδος ἐξέπλευσεν ἄρχοντος Ἀθήνησιν Ὑβριλίδου, ἑπτακαίδεκα διελθόντων ἐτῶν μετὰ τὴν ἐκβολὴν τῶν βασιλέων, ὡς οὗτοί τε καὶ οἱ ἄλλοι σχεδὸν ἅπαντες συγγραφεῖς ὁμολογοῦσι· Διονύσιος δʼ ὁ πρεσβύτερος ὀγδοηκοστῷ καὶ πέμπτῳ μετὰ ταῦτʼ ἔτει Συρακουσίοις ἐπαναστὰς κατέσχε τὴν τυραννίδα κατὰ τὸν τρίτον ἐνιαυτὸν τῆς ἐνενηκοστῆς καὶ τρίτης ὀλυμπιάδος ἄρχοντος Ἀθήνησι Καλλίου τοῦ μετʼ
Ἀντιγένη. ὀλίγοις μὲν οὖν ἔτεσι διαμαρτεῖν τῶν χρόνων δοίη τις ἂν ἱστορικοῖς ἀνδράσιν ἀρχαίας καὶ πολυετεῖς συνταττομένοις πραγματείας, γενεαῖς δὲ δυσὶν ἢ τρισὶν ὅλαις ἀποπλανηθῆναι τῆς ἀληθείας οὐκ ἂν ἐπιτρέψειεν. ἀλλʼ ἔοικεν ὁ πρῶτος ἐν ταῖς ὡρογραφίαις τοῦτο καταχωρίσας, ᾧ πάντες ἠκολούθησαν οἱ λοιποί, τοσοῦτο μόνον ἐν ταῖς ἀρχαίαις εὑρὼν ἀναγραφαῖς, ὅτι πρέσβεις ἀπεστάλησαν ἐπὶ τούτων τῶν ὑπάτων εἰς Σικελίαν σῖτον ὠνησόμενοι καὶ παρῆσαν ἐκεῖθεν ἄγοντες ἣν ὁ τύραννος ἔδωκε δωρεάν, οὐκέτι μὴν παρὰ τῶν Ἑλληνικῶν ἐξετάσαι συγγραφέων, ὅστις ἦν τύραννος τότε Σικελίας, ἀβασανίστως δέ πως καὶ κατὰ τὸ προστυχὸν θεῖναι τὸν Διονύσιον.
οἱ μὲν οὖν ἐπὶ Σικελίας πλέοντες πρέσβεις χειμῶνι χρησάμενοι κατὰ θάλατταν καὶ κύκλῳ τὴν νῆσον περιπλεῖν ἀναγκασθέντες χρόνιοί τε κατήχθησαν πρὸς τὸν τύραννον, καὶ τὴν χειμερινὴν ἐκεῖ διατρίψαντες ὥραν μετὰ θέρος ἐπανῆλθον εἰς Ἰταλίαν πολλὰς κομίζοντες ἀγοράς.
οἱ δʼ εἰς τὸ Πωμεντῖνον ἀποσταλέντες πεδίον ὀλίγου μὲν ἐδέησαν ὡς κατάσκοποι πρὸς τῶν Οὐολούσκων ἀναιρεθῆναι διαβληθέντες ὑπὸ τῶν ἐκ Ῥώμης φυγάδων, χαλεπῶς δὲ πάνυ διὰ τὴν προθυμίαν τῶν ἰδιοξένων αὐτὰ διασῶσαι δυνηθέντες τὰ σώματα, δίχα τῶν χρημάτων ἀνέστρεψαν εἰς τὴν Ῥώμην ἄπρακτοι.
ὅμοια δὲ τούτοις συνέβη παθεῖν καὶ τοῖς εἰς τὴν Ἰταλιῶτιν ἀφικομένοις Κύμην. καὶ γὰρ αὐτόθι πολλοὶ Ῥωμαίων διατρίβοντες, οἱ σὺν τῷ βασιλεῖ Ταρκυνίῳ διασωθέντες ἐκ τῆς τελευταίας μάχης φυγάδες, τὸ μὲν πρῶτον ἐξαιτεῖσθαι παρὰ τοῦ τυράννου τοὺς ἄνδρας ἐπεχείρησαν ἐπὶ θανάτῳ, ἀποτυχόντες δὲ τούτου ῥύσια κατασχεῖν ταῦτα τὰ σώματα παρὰ τῆς ἀπεσταλκυίας πόλεως ἠξίουν, ἕως ἀπολάβωσι τὰς ἑαυτῶν οὐσίας, ἃς ἔφασαν ὑπὸ Ῥωμαίων ἀδίκως δεδημεῦσθαι, καὶ ταύτης ᾤοντο δεῖν τῆς δίκης τὸν τύραννον αὐτοῖς γενέσθαι κριτήν.
ὁ δὲ τυραννῶν τότε τῆς Κύμης Ἀριστόδημος ἦν ὁ Ἀριστοκράτους, ἀνὴρ οὐ τῶν ἐπιτυχόντων ἕνεκα γένους, ὃς ἐκαλεῖτο Μαλακὸς ὑπὸ τῶν ἀστῶν καὶ σὺν χρόνῳ γνωριμωτέραν τοῦ ὀνόματος ἔσχε τὴν κλῆσιν, εἴθʼ ὅτι θηλυδρίας ἐγένετο παῖς ὢν καὶ τὰ γυναιξὶν ἁρμόττοντα ἔπασχεν, ὡς ἱστοροῦσί τινες, εἴθʼ ὅτι πρᾷος ἦν φύσει καὶ μαλακὸς εἰς ὀργήν, ὡς ἕτεροι γράφουσιν.
ἀφορμαῖς δὲ τῆς τυραννίδος ὁποίαις ἐχρήσατο καὶ τίνας ἦλθεν ἐπʼ αὐτὴν ὁδοὺς καὶ πῶς διῴκησε τὰ κατὰ τὴν ἀρχὴν καταστροφῆς θʼ ὁποίας ἔτυχεν, οὐκ ἄκαιρον εἶναι δοκῶ μικρὸν ἐπιστήσας τὴν Ῥωμαϊκὴν διήγησιν· κεφαλαιωδῶς διεξελθεῖν.
ἐπὶ τῆς ἑξηκοστῆς καὶ τετάρτης ὀλυμπιάδος ἄρχοντος Ἀθήνησι Μιλτιάδου Κύμην τὴν ἐν Ὀπικοῖς Ἑλληνίδα πόλιν, ἣν Ἐρετριεῖς τε καὶ Χαλκιδεῖς ἔκτισαν, Τυρρηνῶν οἱ περὶ τὸν Ἰόνιον κόλπον κατοικοῦντες ἐκεῖθέν θʼ ὑπὸ τῶν Κελτῶν ἐξελασθέντες σὺν χρόνῳ, καὶ σὺν αὐτοῖς Ὀμβρικοί τε καὶ Δαύνιοι καὶ συχνοὶ τῶν ἄλλων βαρβάρων ἐπεχείρησαν ἀνελεῖν οὐδεμίαν ἔχοντες εἰπεῖν πρόφασιν τοῦ μίσους δικαίαν ὅτι μὴ
τὴν εὐδαιμονίαν τῆς πόλεως. ἦν γὰρ Κύμη κατʼ ἐκείνους τοὺς χρόνους περιβόητος ἀνὰ τὴν Ἰταλίαν ὅλην πλούτου τε καὶ δυνάμεως ἕνεκα καὶ τῶν ἄλλων ἀγαθῶν γῆν τε κατέχουσα τῆς Καμπανῶν πεδιάδος τὴν πολυκαρποτάτην καὶ λιμένων κρατοῦσα τῶν περὶ Μισηνὸν ἐπικαιροτάτων. τούτοις ἐπιβουλεύσαντες τοῖς ἀγαθοῖς οἱ βάρβαροι στρατεύουσιν ἐπʼ αὐτήν, πεζοὶ μὲν οὐκ ἐλάττους πεντήκοντα μυριάδων, ἱππεῖς δὲ δυεῖν χιλιάδων ἀποδέοντες εἶναι δισμύριοι. ἐστρατοπεδευκόσι δʼ αὐτοῖς οὐ μακρὰν ἀπὸ τῆς πόλεως τέρας γίνεται θαυμαστόν, οἷον ἐν οὐδενὶ χρόνῳ μνημονεύεται γενόμενον οὔθʼ Ἑλλάδος οὔτε βαρβάρου γῆς οὐδαμόθι.
οἱ γὰρ παρὰ τὰ στρατόπεδα ῥέοντες αὐτῶν ποταμοί, Οὐολτοῦρνος ὄνομα θατέρῳ, τῷ δʼ ἑτέρῳ Γλάνις, ἀφέντες τὰς κατὰ φύσιν ὁδοὺς ἀνέστρεψαν τὰ νάματα καὶ μέχρι πολλοῦ διετέλεσαν ἀπὸ τῶν στομάτων ἀναχωροῦντες ἐπὶ τὰς πηγάς.
τοῦτο καταμαθόντες οἱ Κυμαῖοι τότʼ ἐθάρρησαν ὁμόσε τοῖς βαρβάροις χωρεῖν ὡς τοῦ δαιμονίου ταπεινὰ μὲν τἀκείνων μετέωρα θήσοντος, ὑψηλὰ δὲ τὰ δοκοῦντα εἶναι σφῶν ταπεινά. νείμαντες δὲ τὴν ἐν ἀκμῇ δύναμιν ἅπασαν τριχῇ, μιᾷ μὲν τὴν πόλιν ἐφρούρουν, τῇ δʼ ἑτέρᾳ τὰς ναῦς εἶχον ἐν φυλακῇ, τῇ δὲ τρίτῃ πρὸ τοῦ τείχους ταξάμενοι τοὺς ἐπιόντας ἐδέχοντο. τούτων ἱππεῖς μὲν ἦσαν ἑξακόσιοι, πεζοὶ δὲ τετρακισχίλιοι καὶ πεντἀκόσιοι· καὶ οὕτως ὄντες τὸν ἀριθμὸν ὀλίγοι τὰς τοσαύτας ὑπέστησαν μυριάδας.
ὡς δὲ κατέμαθον αὐτοὺς οἱ βάρβαροι μάχεσθαι παρεσκευασμένους, ἀλαλάξαντες ἐχώρουν ὁμόσε τὸν βάρβαρον τρόπον ἄνευ κόσμου πεζοί τε καὶ ἱππεῖς ἀναμὶξ ὡς ἅπαντας ἀναρπασόμενοι. ἦν δὲ τὸ πρὸ τῆς πόλεως χωρίον, ἐν ᾧ συνέμισγον ἀλλήλοις, αὐλὼν στενὸς ὄρεσι καὶ λίμναις περικλειόμενος, τῇ μὲν ἀρετῇ τῶν Κυμαίων σύμμαχος, τῷ δὲ πλήθει τῶν βαρβάρων πολέμιος.
ἀνατρεπόμενοι γὰρ ὑπʼ ἀλλήλων καὶ συμπατούμενοι πολλαχῇ μὲν καὶ ἄλλῃ, μάλιστα δὲ περὶ τὰ τέλματα τῆς λίμνης, οὐδʼ εἰς χεῖρας ἐλθόντες τῇ φάλαγγι τῶν Ἑλλήνων αὐτοὶ διʼ αὑτῶν οἱ πλείους διεφθάρησαν· καὶ ὁ μὲν πεζὸς αὐτῶν στρατὸς ὁ πολὺς περὶ ἑαυτῷ σφαλείς, ἔργον δὲ γενναῖον οὐδὲν ἀποδειξάμενος, ἄλλος ἄλλῃ διασκεδασθεὶς ἔφυγεν· οἱ δʼ ἱππεῖς συνῆλθον μὲν ὁμόσε καὶ πολὺν τοῖς Ἕλλησιν οὗτοι παρέσχον πόνον. ἀδύνατοι δʼ ὄντες κυκλώσασθαι τοὺς πολεμίους διὰ στενοχωρίαν, καί τι καὶ τοῦ δαιμονίου κεραυνοῖς καὶ ὕδασι καὶ βρονταῖς συναγωνισαμένου τοῖς Ἕλλησι, δείσαντες εἰς φυγὴν τρέπονται.
ἐν ταύτῃ τῇ μάχῃ πάντες μὲν οἱ τῶν Κυμαίων ἱππεῖς λαμπρῶς ἠγωνίσαντο, καὶ τῆς νίκης οὗτοι μάλιστα ὡμολογοῦντο αἴτιοι γενέσθαι, ὑπὲρ ἅπαντας δὲ τοὺς ἄλλους Ἀριστόδημος ὁ Μαλακὸς ἐπικαλούμενος· καὶ γὰρ τὸν ἡγεμόνα τῶν πολεμίων οὗτος ἀπέκτεινε μόνος ὑποστὰς καὶ ἄλλους πολλοὺς καὶ ἀγαθούς. λυθέντος δὲ τοῦ πολέμου τὰς χαριστηρίους θυσίας ἀποδόντες οἱ Κυμαῖοι τοῖς θεοῖς καὶ ταφὰς τῶν ἀποθανόντων τῶν ἐν τῇ μάχῃ λαμπρὰς ποιησάμενοι περὶ τῶν ἀριστείων, ὅτῳ χρὴ τὸν πρῶτον ἀποδοῦναι στέφανον, εἰς πολλὴν κατέστησαν ἔριν.
οἱ μὲν γὰρ ἀκέραιοι κριταὶ τὸν Ἀριστόδημον ἐβούλοντο τιμῆσαι, καὶ ἦν ὁ δῆμος ἅπας μετʼ ἐκείνου· οἱ δὲ δυνατοὶ τὸν ἱππάρχην Ἱππομέδοντα, καὶ ἡ βουλὴ πᾶσα τούτῳ συνελάμβανεν· ἦν δʼ ἀριστοκρατικὴ τότε παρὰ τοῖς Κυμαίοις ἡ πολιτεία, καὶ ὁ δῆμος οὐ πολλῶν τινων κύριος. στάσεως δὲ διὰ ταύτην τὴν ἔριν ἀνισταμένης δείσαντες οἱ πρεσβύτεροι, μὴ πρὸς ὅπλα καὶ φόνους χωρήσῃ τὸ φιλότιμον, ἔπεισαν ἀμφοτέρας τὰς τάξεις συγχωρῆσαι τὰς ἴσας λαβεῖν τιμὰς ἑκάτερον τῶν ἀνδρῶν.
ἀπὸ ταύτης γίνεται τῆς ἀρχῆς δήμου προστάτης ὁ Μαλακὸς Ἀριστόδημος καὶ λόγου πολιτικοῦ δύναμιν ἀσκήσας ἐξεδημαγώγει τὸ πλῆθος, πολιτεύμασί τε κεχαρισμένοις ἀναλαμβάνων καὶ τοὺς σφετεριζομένους τὰ κοινὰ τῶν δυνατῶν ἐξελέγχων καὶ ἀπὸ τῶν ἑαυτοῦ χρημάτων πολλοὺς τῶν πενήτων εὖ ποιῶν· καὶ ἦν τοῖς προεστηκόσι τῆς ἀριστοκρατίας διὰ ταῦτʼ ἐπαχθὴς καὶ φοβερός.
εἰκοστῷ δʼ ὕστερον ἔτει τῆς πρὸς τοὺς βαρβάρους μάχης ἦλθον ὡς τοὺς Κυμαίους Ἀρικηνῶν πρέσβεις σὺν ἱκετηρίαις ἀξιοῦντες αὐτοὺς βοηθῆσαι σφίσιν ὑπὸ Τυρρηνῶν πολεμουμένοις. μετὰ γὰρ τὰς διαλλαγάς, ἃς ἐποιήσατο πρὸς τὴν Ῥωμαίων πόλιν ὁ βασιλεὺς τῶν Τυρρηνῶν Πορσίνας, τὸν υἱὸν Ἄρροντα δοὺς τὴν ἡμίσειαν τῆς στρατιᾶς ἔπεμψεν ἰδίαν ἀρχὴν κτήσασθαι βουλόμενον, ὡς ἐν τοῖς πρὸ τούτου δεδήλωκα λόγοις· ὃς ἐπολιόρκει τότε τοὺς Ἀρικηνοὺς καταπεφευγότας εἰς τὸ τεῖχος καὶ οὐ διὰ μακροῦ λιμῷ τὴν πόλιν αἱρήσειν ᾤετο.
ταύτης τῆς πρεσβείας ἀφικομένης οἱ προεστηκότες τῆς ἀριστοκρατίας μισοῦντες τὸν Ἀριστόδημον καὶ δεδιότες, μή τι κακὸν ἐξεργάσηται περὶ τὴν πολιτείαν, κάλλιστον ὑπέλαβον εἰληφέναι καιρὸν ἐκποδὼν αὐτὸν ποιήσασθαι σὺν εὐσχήμονι προφάσει. πείσαντες δὴ τὸν δῆμον ἀποστεῖλαι Ἀρικηνοῖς δισχιλίους ἄνδρας ἐπὶ συμμαχίαν, καὶ στρατηγὸν ἀποδείξαντες τὸν Ἀριστόδημον ὡς δὴ τὰ πολέμια λαμπρόν, τὰ μετὰ ταῦτʼ ἔπραττον, ἐξ ὧν ἢ κατακοπήσεσθαι μαχόμενον ὑπὸ τῶν Τυρρηνῶν αὐτὸν ὑπελάμβανον ἢ κατὰ πέλαγος διαφθαρήσεσθαι.
γενόμενοι γὰρ ὑπὸ τῆς βουλῆς κύριοι καταλέξαι τοὺς ἐπὶ τὴν συμμαχίαν ἐξελευσομένους τῶν μὲν ἐπισήμων καὶ λόγου ἀξίων οὐδένα κατέγραψαν, ἐπιλέξαντες δὲ τοὺς ἀπορωτάτους τε καὶ πονηροτάτους τῶν δημοτικῶν, ἐξ ὧν ἀεί τινας ὑπώπτευον νεωτερισμούς, ἐκ τούτων συνεπλήρωσαν τὸν ἀπόστολον· καὶ ναῦς δέκα παλαιὰς κάκιστα πλεούσας καθελκύσαντες, ὧν ἐτριηράρχουν οἱ πενέστατοι Κυμαίων, εἰς ταύτας αὐτοὺς ἐνεβίβασαν θάνατον ἀπειλήσαντες, ἐάν τις ἀπολειφθῇ τῆς στρατείας.
ὁ δʼ Ἀριστόδημος τοσοῦτον εἰπὼν μόνον, ὡς οὐ λέληθεν αὐτὸν ἡ διάνοια τῶν ἐχθρῶν, ὅτι λόγῳ μὲν ἐπὶ συμμαχίαν αὐτὸν ἀποστέλλουσιν, ἔργῳ δʼ εἰς προὖπτον ὄλεθρον, δέχεται μὲν τὴν στρατηγίαν, ἀναχθεὶς δʼ ἅμα τοῖς πρέσβεσι τῶν Ἀρικηνῶν διὰ ταχέων καὶ τὸ μεταξὺ πέλαγος ἐπιπόνως καὶ κινδυνωδῶς διανύσας ὁρμίζεται κατὰ τοὺς ἔγγιστα τῆς Ἀρικείας αἰγιαλούς· καὶ καταλιπὼν ἐν ταῖς ναυσὶ φυλακὴν ἀποχρῶσαν ἐν τῇ πρώτῃ νυκτὶ τὴν ἀπὸ θαλάσσης ὁδὸν οὐ πολλὴν οὖσαν διανύσας ἐπιφαίνεται τοῖς Ἀρικηνοῖς περὶ τὸν ὄρθρον ἀπροσδόκητος.
θέμενος δὲ πλησίον αὐτῶν τὸν χάρακα καὶ τοὺς καταπεφευγότας εἰς τὰ τείχη πείσας προελθεῖν εἰς ὕπαιθρον προὐκαλεῖτο τοὺς Τυρρηνοὺς εὐθὺς εἰς μάχην. γενομένου δʼ ἐκ παρατάξεως ἀγῶνος καρτεροῦ οἱ μὲν Ἀρικηνοὶ βραχὺν πάνυ διαμείναντες χρόνον ἐνέκλιναν ἀθρόοι, καὶ γίνεται πάλιν εἰς τὸ τεῖχος αὐτῶν φυγή· ὁ δʼ Ἀριστόδημος σὺν τοῖς περὶ αὐτὸν λογάσι Κυμαίων ὀλίγοις οὖσι πᾶν τὸ τοῦ πολέμου βάρος ὑποστὰς καὶ τὸν ἡγεμόνα τῶν Τυρρηνῶν αὐτοχειρίᾳ κτείνας τρέπει τοὺς ἄλλους εἰς φυγὴν καὶ
νίκην ἀναιρεῖται πασῶν λαμπροτάτην. διαπραξάμενος δὲ ταῦτα καὶ τιμηθεὶς ὑπὸ τῶν Ἀρικηνῶν πολλαῖς δωρεαῖς ἀπέπλει διὰ ταχέων αὐτὸς ἄγγελος τοῖς Κυμαίοις τῆς αὑτοῦ νίκης βουλόμενος γενέσθαι· εἵποντο δʼ αὐτῷ πολλαὶ πάνυ τῶν Ἀρικηνῶν ὁλκάδες τὰ λάφυρα καὶ τοὺς αἰχμαλώτους τῶν Τυρρηνῶν ἄγουσαι.
ὡς δὲ πλησίον ἐγένοντο τῆς Κύμης, ὁρμίσας τὰς ναῦς ἐκκλησίαν τοῦ στρατοῦ ποιεῖται, καὶ πολλὰ μὲν τῶν προεστηκότων τῆς πόλεως κατηγορήσας, πολλοὺς δὲ τῶν ἀνδραγαθησάντων κατὰ τὴν μάχην ἐπαίνους διελθὼν ἀργύριόν τε διαδοὺς αὐτοῖς κατʼ ἄνδρα καὶ τὰς παρὰ τῶν Ἀρικηνῶν δωρεὰς εἰς κοινὸν ἅπασι καταθεὶς ἠξίου μεμνῆσθαι τῶν εὐεργεσιῶν, ἂν καταπλεύσωσιν εἰς τὴν πατρίδα, καὶ ἄν τις αὐτῷ ποτε συμβαίνῃ κίνδυνος ἐκ τῆς ὀλιγαρχίας ὡς δύναμις ἑκάστῳ βοηθεῖν.
ἁπάντων δὲ πολλὰς ὁμολογούντων αὐτῷ χάριτας εἰδέναι τῆς τʼ ἀνελπίστου σωτηρίας, ἣν διʼ ἐκεῖνον ἔσχον, καὶ τῆς ἐπὶ τὰ οἰκεῖα οὐ σὺν κεναῖς χερσὶν ἀφίξεως, καὶ τὰς ἑαυτῶν ψυχὰς θᾶττον ἢ τὴν ἐκείνου προήσεσθαι τοῖς ἐχθροῖς ἐπαγγειλαμένων, ἐπαινέσας αὐτοὺς ἀπέλυσε τὴν ἐκκλησίαν. καὶ μετὰ τοῦτο καλῶν εἰς τὴν αὑτοῦ σκηνὴν τοὺς πονηροτάτους ἐξ αὐτῶν καὶ κατὰ χεῖρα γενναιοτάτους δωρεῶν τε δόσει καὶ λόγων φιλανθρωπίᾳ καὶ ταῖς ἅπαντας ἐξαπατώσαις ἐλπίσι διαφθείρας, ἑτοίμους ἔσχε συγκαταλῦσαι τὴν καθεστῶσαν πολιτείαν.
οὓς συνεργοὺς καὶ συναγωνιστὰς λαβὼν καὶ ἃ δεήσει πράττειν ἑκάστοις ὑποθέμενος τοῖς τʼ αἰχμαλώτοις, οὓς ἐπήγετο, προῖκα δοὺς τὴν ἐλευθερίαν, ἵνα καὶ τὴν ἐκείνων εὔνοιαν προσλάβῃ, κατέπλει κεκοσμημέναις ταῖς ναυσὶν εἰς τοὺς τῶν Κυμαίων λιμένας. οἱ δὲ τῶν στρατευομένων πατέρες τε καὶ μητέρες καὶ πᾶσα ἡ ἄλλη συγγένεια, παιδία τε καὶ γαμεταὶ γυναῖκες, ὑπήντων ἐξιοῦσιν αὐτοῖς μετὰ δακρύων περιπλεκόμενοι καὶ καταφιλοῦντες καὶ ταῖς ἡδίσταις ἕκαστον ἀνακαλούμενοι προσηγορίαις.
καὶ ἡ ἄλλη δὲ πληθὺς ἡ κατὰ τὴν πόλιν ἅπασα χαρᾷ καὶ κρότῳ δεξιουμένη τὸν ἡγεμόνα προὔπεμπεν εἰς οἶκον ἀπιόντα. ἐφʼ οἷς οἱ προεστηκότες τῆς πόλεως ἀνιώμενοι, μάλιστα δʼ οἱ τὴν στρατηγίαν αὐτῷ παραδόντες καὶ τἆλλα τὰ πρὸς τὸν ὄλεθρον μηχανησάμενοι, πονηροὺς ὑπὲρ τοῦ μέλλοντος εἶχον διαλογισμούς.
ὁ δὲ διαλιπὼν ὀλίγας τινὰς ἡμέρας, ἐν αἷς τὰς εὐχὰς ἀπεδίδου τοῖς θεοῖς καὶ τὰς ὑστεριζούσας ὁλκάδας ἀνεδέχετο, ἐπειδὴ καιρὸς ἦν, ἔφη βούλεσθαι τὰ πραχθέντα κατὰ τὸν ἀγῶνα πρὸς τὴν βουλὴν ἀπαγγεῖλαι καὶ τὰ ἐκ τοῦ πολέμου λάφυρα ἀποδεῖξαι. συνελθόντων δὲ τῶν ἐν τέλει κατὰ πλῆθος εἰς τὸ βουλευτήριον ὁ μὲν ἐδημηγόρει παρελθὼν καὶ πάντα τὰ γενόμενα κατὰ τὴν μάχην διεξῄει, οἱ δὲ παρασκευασθέντες ὑπʼ αὐτοῦ συνεργοὶ τῆς ἐπιθέσεως ἔχοντες ὑπὸ τοῖς ἱματίοις ξίφη κατὰ πλῆθος εἰσδραμόντες εἰς τὸ βουλευτήριον ἀποσφάττουσιν ἅπαντας τοὺς ἀριστοκρατικούς.
φυγὴ δʼ ἐγένετο μετὰ τοῦτο τῶν κατʼ ἀγορὰν καὶ δρόμος, τῶν μὲν ἐπὶ τὰς οἰκίας, τῶν δʼ ἔξω τῆς πόλεως, πλὴν τῶν συνειδότων τὴν ἐπίθεσιν· οὗτοι δὲ τὴν ἄκραν καὶ τὰ νεώρια καὶ τοὺς ἐρυμνοὺς τόπους τῆς πόλεως κατελάμβανον. τῇ δʼ ἐπιούσῃ νυκτὶ λύσας ἐκ τῶν δεσμωτηρίων τοὺς ἐπιθανατίους πολλοὺς ὄντας καὶ καθοπλίσας ἅμα τοῖς ἄλλοις φίλοις, ἐν οἷς ἦσαν καὶ οἱ τῶν Τυρρηνῶν αἰχμάλωτοι, φυλακὴν ἐκ τούτων καθίσταται περὶ τὸ σῶμα.
ἡμέρας δὲ γενομένης συγκαλέσας τὸν δῆμον εἰς ἐκκλησίαν καὶ πολλὴν κατηγορίαν διαθέμενος τῶν φονευθέντων ὑπʼ αὐτοῦ πολιτῶν, ἐκείνους μὲν ἔφη τετιμωρῆσθαι σὺν δίκῃ πολλάκις ἐπιβουλευθεὶς ὑπʼ αὐτῶν, τοῖς δʼ ἄλλοις πολίταις ἐλευθερίαν φέρων παρεῖναι καὶ ἰσηγορίαν καὶ ἄλλα πολλὰ ἀγαθά.
ταῦτʼ εἰπὼν καὶ θαυμαστῶν ἅπαντας ἐμπλήσας ἐλπίδων τοὺς δημοτικοὺς δύο τὰ κάκιστα τῶν ἐν ἀνθρώποις καθίσταται πολιτευμάτων, οἷς ἅπασα χρῆται προοιμίοις τυραννίς, γῆς ἀναδασμὸν καὶ χρεῶν ἄφεσιν· τούτων δὲ τὴν ἐπιμέλειαν αὐτὸς ἀμφοτέρων ὑπισχνεῖται ποιήσεσθαι στρατηγὸς ἀποδειχθεὶς αὐτοκράτωρ, ἕως ἐν ἀσφαλεῖ τὰ κοινὰ γένηται καὶ δημοκρατικὴν
καταστήσωνται πολιτείαν. ἀσμένως δὲ τοῦ δημοτικοῦ καὶ πονηροῦ πλήθους τὴν ἁρπαγὴν τῶν ἀλλοτρίων δεξαμένου λαβὼν τὴν αὐτοκράτορα ἀρχὴν αὐτὸς παρʼ ἑαυτοῦ ἕτερον ἐπιφέρει βούλευμα, διʼ οὗ παρακρουσάμενος αὐτοὺς ἁπάντων ἀφείλετο τὴν ἐλευθερίαν. σκηψάμενος γὰρ ὑποπτεύειν ταραχὰς καὶ ἐπαναστάσεις ἐκ τῶν πλουσίων εἰς τοὺς δημοτικοὺς διὰ τὸν ἀναδασμὸν τῆς γῆς καὶ τὰς τῶν δανείων ἀφέσεις, ἵνα μὴ γένοιτο πόλεμος ἐμφύλιος μηδὲ φόνοι πολιτικοί, μίαν εὑρίσκειν ἔφη πρὶν εἰς τὰ δεινὰ ἐλθεῖν φυλακήν, εἰ τὰ ὅπλα προενέγκαντες ἐκ τῶν οἰκιῶν ἅπαντες τοῖς θεοῖς καθιερώσειαν, ἵνα κατὰ τῶν ἔξωθεν ἐπιόντων πολεμίων ἔχοιεν αὐτοῖς, ὅταν ἀνάγκη τις καταλάβῃ, χρῆσθαι καὶ μὴ καθʼ ἑαυτῶν, κεῖσθαι δʼ αὐτὰ τέως παρὰ τοῖς θεοῖς ἐν καλῷ.
ὡς δὲ καὶ τοῦτʼ ἐπείσθησαν, αὐθημερὸν ἁπάντων παρελόμενος Κυμαίων τὰ ὅπλα ταῖς ἑξῆς ἡμέραις ἔρευναν ἐποιεῖτο τῶν οἰκιῶν, ἐν αἷς πολλοὺς καὶ ἀγαθοὺς ἀποκτείνας τῶν πολιτῶν, ὡς οὐχ ἅπαντα τοῖς θεοῖς ἀποδείξαντας τὰ ὅπλα, μετὰ ταῦτα φυλακαῖς τρισὶ κρατύνεται τὴν τυραννίδα· ὧν ἦν μία μὲν ἐκ τῶν ῥυπαρωτάτων τε καὶ πονηροτάτων πολιτῶν, μεθʼ ὧν κατέλυσε τὴν ἀριστοκρατικὴν πολιτείαν, ἑτέρα δʼ ἐκ τῶν ἀνοσιωτάτων δούλων, οὓς αὐτὸς ἠλευθέρωσεν ἀποκτείναντας τοὺς αὑτῶν δεσπότας, τρίτη δὲ μισθοφόρος ἐκ τῶν ἀγριωτάτων βαρβάρων· οὗτοι δισχιλίων οὐκ ἐλάττους ἦσαν καὶ τὰ πολέμια μακρῷ τῶν
ἄλλων ἀμείνους. ὧν δʼ ἀπέκτεινεν ἀνδρῶν τὰς εἰκόνας ἀνελὼν ἐκ παντὸς ἱεροῦ καὶ βεβήλου τόπου, φέρων εἰς τοὺς αὐτοὺς τόπους τὰς ἰδίας ἀντʼ ἐκείνων ἀνέστησεν· οἰκίας δʼ αὐτῶν καὶ κλήρους καὶ τὴν λοιπὴν ὕπαρξιν ἀναλαβών, ἐξελόμενος χρυσὸν καὶ ἄργυρον καὶ εἴ τι ἄλλο τυραννίδος ἦν ἄξιον κτῆμα, τὰ λοιπὰ τοῖς συγκατασκευάσασι τὴν ἀρχὴν ἐχαρίσατο, πλείστας δὲ καὶ μεγίστας δωρεὰς τοῖς ἀποκτείνασι τοὺς ἑαυτῶν δεσπότας ἐδίδου· οἱ δʼ ἠξίουν ἔτι καὶ γυναιξὶ τῶν δεσποτῶν καὶ θυγατράσι συνοικεῖν.
γενεὰν δὲ τῶν πεφονευμένων τὴν ἄρρενα κατʼ ἀρχὰς ἐν οὐθενὶ λόγῳ ποιησάμενος, ὕστερον εἴτʼ ἐκ θεοπροπίου τινὸς εἴτε καὶ κατὰ τὸν εἰκότα λογισμὸν οὐ μικρὸν αὐτῷ δέος ὑποτρέφεσθαι νομίσας ἐπεχείρησε
μὲν ἐν ἡμέρᾳ μιᾷ πᾶσαν ἀπολέσαι· δεήσει δὲ πολλῇ χρησαμένων ἁπάντων, παρʼ οἷς ἔτυχον αἵ τε μητέρες αὐτῶν οὖσαι καὶ οἱ παῖδες τρεφόμενοι, χαρίσασθαι βουλόμενος αὐτοῖς καὶ ταύτην τὴν δωρεὰν θανάτου μὲν ἀπολύει παρὰ γνώμην, φυλακὴν δὲ ποιούμενος αὐτῶν, μή τι συστάντες μετʼ ἀλλήλων βουλεύσωσι κατὰ τῆς τυραννίδος, ἀπιέναι πάντας ἐκέλευσεν ἐκ τῆς πόλεως ἄλλον ἄλλῃ καὶ δίαιταν ἔχειν ἐν τοῖς ἀγροῖς μηθενὸς τῶν προσηκόντων ἐλευθέροις παισὶ μήτʼ ἐπιτηδεύματος μήτε μαθήματος μεταλαμβάνοντας, ἀλλὰ ποιμαίνοντάς τε καὶ τἆλλα τὰ κατὰ τοὺς ἀγροὺς ἔργα πράττοντας, θάνατον ἀπειλήσας, εἴ τις ἐξ αὐτῶν εὑρεθείη
παρελθὼν εἰς τὴν πόλιν. οἱ δὲ καταλιπόντες τὰς πατρῴας ἑστίας ἐν τοῖς ἀγροῖς ὥσπερ δοῦλοι διετρέφοντο τοῖς ἀποκτείνασι τοὺς πατέρας αὐτῶν λατρεύοντες. ἵνα δὲ μηδὲ τῶν ἄλλων πολιτῶν ἐν μηθενὶ γένηται μήτε γενναῖον μήτʼ ἀνδρῶδες φρόνημα, πᾶσαν ἐκθηλῦναι ταῖς ἀγωγαῖς τὴν ἐπιτρεφομένην νεότητα τῆς πόλεως ἐπεβάλετο ἀνελὼν μὲν τὰ γυμνάσια καὶ τὰς ἐνοπλίους μελἔτας, ἀλλάξας δὲ τὴν δίαιταν, ᾗ πρότερον οἱ παῖδες ἐχρῶντο.