Book 6
62.3
ἡ μὲν γὰρ τῶν φυγάδων βραχεῖά ἐστιν ἰσχὺς καὶ οὔτε πολὺν ἀνθέξει χρόνον διαμένουσα, ὥσπερ νῦν, ὑπαίθριος μένει ὑπὸ καλύβαις ὥρᾳ ἔτους χειμερίῳ, πορίζεσθαι δὲ τὰ ἐπιτήδεια οὐχ ὅπως διʼ ἁρπαγῆς ἔτι δυνησομένη ἐπειδὰν τὰ ὄντα ἀναλώσῃ, ἀλλʼ οὐδʼ ἂν ἄλλοθεν ὠνητὰ ἐπεισάγεσθαι διὰ πενίαν, οἷς οὔτε ἰδίᾳ οὔτʼ ἐν κοινῷ χρήματά ἐστιν· οἱ δὲ πόλεμοι ταῖς περιουσίαις τῶν χρημάτων ὡς τὰ πολλὰ ἀντέχουσιν· ἀναρχία τʼ αὐτοῖς ὡς εἰκὸς καὶ στάσις ἐκ τῆς ἀναρχίας ἐμπεσοῦσα ταχὺ διαχεῖ καὶ διαλύσει τὰ βουλεύματα.
62.4
οὐ γὰρ δὴ ἀξιώσουσιν οὔτε Σαβίνοις οὔτε Τυρρηνοῖς οὔτʼ ἄλλοις τισὶ τῶν ἀλλοφύλων παραδόντες σφᾶς αὐτούς, ἐκείνοις δουλεύειν, ὧν καὶ αὐτοί ποτʼ ἀφείλοντο τὴν ἐλευθερίαν σὺν ὑμῖν, καὶ μάλιστα οὐδὲ πιστευθήσονται πρὸς αὐτῶν οἱ κακῶς αὑτῶν τὴν πατρίδα καὶ αἰσχρῶς ἀπολέσαι προθυμηθέντες, μὴ οὐχὶ ὅμοια δράσειν τὴν ὑποδεξαμένην. ἀριστοκρατεῖται δὲ καὶ τα ἔθνη τὰ πέριξ ὑμῶν ᾶπαντα, καὶ το δημοτικὸν ἐν οὐδεμιᾷ πόλει μεταποιεῖται τῶν ἰσων, ὥστε οὐ δήπου οἱ προὔχοντες ἐν ἑκάστῃ πόλει τὸν οἰκεῖον οὐκ ἐῶντες παρακινεῖν ὄχλον, τοῦτον εἰσδέξονται τὸν ἔπηλυν καὶ στασιαστὴν εἰς τὴν ἑαυτῶν πατρίδα, μὴ μεταδόντες αὐτοὶ τῶν ὁμοίων σὺν χρόνῳ στερήσονται τῶν ἴσων.