Book 6
60.3
οὐδὲ μέχρι τοῦ παρόντος παύεται. εὖ γὰρ ἴστε, ὅτι οὐκ ἂν ἐτόλμησαν οἱ φαῦλοι καὶ ταπεινοὶ τηλικαῦτα ἐξαμαρτεῖν, εἰ μὴ ὑπὸ τοῦ σεμνοῦ καὶ φιλοπόλιδος τούτου ἐξηγέρθησαν, ὡς δὴ ἀκίνδυνον αὐτοῖς τὸ ἔργον ἐσόμενον, καὶ πρὸς τῷ μηδεμίαν ὑποσχεῖν δίκην κρείττονα μοῖραν τῆς προτέρας ἕξοντες. μάθοιτε δʼ ἄν, ὡς ἀληθῆ ἐγὼ ταῦτα λέγω, μνησθέντες, ὅτι δεδιττόμενος ὑμᾶς ὑπὲρ πολέμου καὶ διαλλαγὰς ἀναγκαίας ἀποφαίνων ἅμα ἔφη καὶ ὡς οὐκ ἀγαπήσουσιν οἱ πένητες ἀφεθέντες τῶν χρεῶν, ἀλλὰ καὶ βοηθείας δεήσονταί τινος καὶ οὐκ ἀνέξονται ἔτι ὑφʼ ὑμῶν ὡς καὶ πρότερον ἀρχόμενοι· τελευτῶν δʼ ὑμᾶς ἠξίου στέργειν τὰ παρόντα καὶ συγχωρεῖν, ὅ τι ἂν ὁ δῆμος ἐπὶ τῇ καθόδῳ δικαιώσῃ λαβεῖν, μὴ διακρίναντας μήτʼ ἀπὸ καλῶν αἰσχρὰ μήτʼ ἀπὸ δικαίων ἄδικα.
60.4
τοσαύτης ἄρα αὐθαδείας τὸ ἀνόητον οὗτος ἐμπέπληκε τῆς πόλεως ἀνὴρ πρεσβύτερος καὶ πάσας κεκαρπωμένος τὰς παρʼ ὑμῶν τιμάς. ἆρʼ ἦν σοι ἄξιον, Οὐαλέριε, καθʼ ἑτέρων τὰ μὴ προσόντα ὀνείδη λέγειν τοιαύταις ὄντι κατηγορίαις ἐνόχῳ;
61.1
καὶ πρὸς μὲν τὰς ὑπὸ τούτου ῥηθείσας διαβολὰς ἀρκεῖ τὰ εἰρημένα, ὑπὲρ δʼ ὧν βουλευσόμενοι συνεληλύθατε δοκεῖ μοι δίκαιά τʼ εἶναι καὶ τῆς πόλεως ἄξια καὶ συμφέροντα ὑμῖν, οὐ μόνον ἃ ἐν ἀρχαῖς ἀπεφηνάμην, ἀλλὰ καὶ νῦν ἐπὶ τῆς αὐτῆς γνώμης ἐπιμένων ἀποφαίνομαι, μὴ συγχεῖν τὸν κόσμον τῆς πολιτείας, μηδὲ κινεῖν ἔθη πατέρων ἀκίνητα, μηδʼ ἀναιρεῖν ἐξ ἀνθρώπων πίστιν ἱερὸν χρῆμα, μεθʼ ἧς ἅπασα πόλις οἰκεῖται ἀσφαλῶς, δήμῳ τε μὴ εἴκειν ἀγνώμονι ἀδίκων ἔργων καὶ ἀθεμίτων χρῄζοντι·