Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 6

 
ὀλίγα δὲ τούτοις ἔτι προσθέντος τοῦ Λαρκίου καὶ τῆς ἐπαναστάσεως αὐτῶν καὶ τῆς προπετείας τῶν βουλευμάτων καθαψαμένου παραλαβὼν τὸν λόγον ὁ τοῦ δήμου προεστηκὼς τότε Σικίννιος ἔτι μᾶλλον ἐτράχυνε τὰς ὀργὰς αὐτῶν λέγων, ὡς ἐκ τούτων ἂν δύναιντο μάλιστα τῶν λόγων καταμαθεῖν, οἷαι τιμαὶ καὶ χάριτες αὐτοὺς ὑποδέξονται κατελθόντας εἰς τὴν πατρίδα.
 
οἷς γὰρ ἐν ἀκμῇ τῶν δεινῶν οὖσι καὶ δεομένοις τῆς παρὰ τοῦ δήμου βοηθείας καὶ ἐπὶ τοῦθʼ ἥκουσιν οὐδὲ νῦν ἐπέρχεται μετρίους καὶ φιλανθρώπους ποιεῖσθαι λόγους, τίνα χρὴ δοκεῖν παραστήσεσθαι διάνοιαν, ὅταν αὐτοῖς κατʼ ἐλπίδα χωρήσῃ τὰ πράγματα, καὶ γένηται τὰ νῦν ὑβριζόμενα τοῖς λόγοις ὑποχείρια τοῖς ἔργοις; ποίας ὑπερηφανίας αὐτοὺς ἀφέξεσθαι, ποίας αἰκίας, ποίας ὠμότητος τυραννικῆς;
 
ἀλλʼ εἰ μὲν ὑμῖν ἀπόχρη δουλεύειν ἅπαντα τὸν τοῦ βίου χρόνον δεδεμένοις καὶ μαστιγουμένοις καὶ πυρὶ καὶ σιδήρῳ καὶ λιμῷ καὶ πάσῃ λώβῃ ἀπολλυμένοις, μὴ τρίβετε τὸν χρόνον, ἀλλὰ τὰ ὅπλα ῥίψαντές τε καὶ τὼ χεῖρε περιαγαγόντες ἀκολουθεῖτε αὐτοῖς· εἰ δὲ τῆς ἐλευθερίας ἔνεστιν ὑμῖν τις πόθος, μὴ ἀνέχεσθε αὐτῶν. ὑμεῖς τʼ, ὦ πρέσβεις, ἢ λέγετε, ἐφʼ οἷς καλεῖτε ἡμᾶς δικαίοις, ἢ μὴ λέγοντες ἐκ τῆς ἐκκλησίας ἄπιτε· οὐ γὰρ ἂν ἔτι μεταδοίημεν ὑμῖν λόγου.
 
ὡς δʼ ἐπαύσατο, πάντες οἱ παρόντες ἐπεθορύβησαν ὡς τὰ δέοντα λελογισμένῳ συγκατατιθέμενοι καὶ μετὰ τοῦτο ἡσυχίας γενομένης Μενήνιος Ἀγρίππας, ὅσπερ καὶ τοὺς ἐν τῇ βουλῇ λόγους ὑπὲρ τοῦ δήμου διέθετο καὶ τοῦ πεμφθῆναι τὴν αὐτοκράτορα πρεσβείαν τὴν γνώμην ἀποφηνάμενος αἰτιώτατος ἦν, διεσήμηνεν ὅτι βούλεται καὶ αὐτὸς εἰπεῖν. τοῖς δὲ κατʼ εὐχὴν τὸ πρᾶγμα ἐφάνη καὶ νυνί γέ τοι λόγων ὑπέλαβον ἀκούσεσθαι συμβάσεις ἀληθινὰς καὶ γνώμας σωτηρίους ἀμφοῖν ἐχόντων.
 
καὶ τὸ μὲν πρῶτον ἐπερρόθησαν ἅπαντες βοῇ μεγάλῃ λέγειν κελεύοντες· ἔπειτα ἐπέσχον, καὶ σιγὴ τοσαύτη κατέλαβε τὴν ἐκκλησίαν, ὥστε μηθὲν διαλλάξαι τὸν τόπον ἐρημίας. ὁ δὲ τά τε ἄλλα, ὡς οἷόν τε ἦν, πιθανωτάτοις ἔδοξε χρήσασθαι λόγοις καὶ τοῦ βουλήματος τῶν ἀκουόντων ἐστοχασμένοις, τελευτῶν δὲ τῆς δημηγορίας λέγεται μῦθόν τινα εἰπεῖν εἰς τὸν Αἰσώπειον τρόπον συμπλάσας πολλὴν ὁμοιότητα πρὸς τὰ πράγματα ἔχοντα, καὶ τούτῳ μάλιστʼ αὐτοὺς ἑλεῖν· ὅθεν καὶ μνήμης ἀξιοῦται ὁ λόγος καὶ φέρεται ἐν ἁπάσαις ταῖς ἀρχαίαις ἱστορίαις. ἦν δὲ τὰ λεχθέντα ὑπʼ αὐτοῦ τοιάδε.
 
ἡμεῖς ἀπεστάλημεν ὑπὸ τῆς βουλῆς, ὦ δημόται, πρὸς ὑμᾶς οὔτε ἀπολογησόμενοι ὑπὲρ ἐκείνης οὔτε ὑμῶν κατηγορήσοντες· οὐ γὰρ ἐδόκει ταῦτα καιρὸν ἔχειν οὐδʼ εἶναι ταῖς κατεχούσαις τὸ κοινὸν τύχαις πρόσφορα· ἀλλὰ διαλύσοντες ἁπάσῃ προθυμίᾳ καὶ μηχανῇ τὴν στάσιν καὶ καταστήσοντες εἰς τὸν ἐξ ἀρχῆς κόσμον τὴν πολιτείαν, ἔχοντες δὲ τούτου τὴν ἐξουσίαν αὐτοκράτορα. ὥστε περὶ μὲν τῶν δικαίων οὐδὲν ἂν οἰόμεθα δεῖν, ὅπερ Ἰούνιος ἐποίησεν οὑτοσί, εἰς μακρὸν ἐκμηκύνειν χρόνον· ἐφʼ οἷς δὲ φιλανθρώποις διαλῦσαι τὴν στάσιν οἰόμεθα δεῖν, καὶ τίς ἡ βεβαιώσουσα τὰς ὁμολογίας ἡμῶν ἔσται πίστις, περὶ τούτων,
 
ἃ διεγνώκαμεν, ἐροῦμεν πρὸς ὑμᾶς. ἡμῖν ἐνθυμουμένοις, ὅτι πᾶσα θεραπεύεται στάσις ἐξ ἁπάσης πόλεως, ὅταν ἐξαιρεθῶσιν αἱ παρασχοῦσαι τὴν διαφορὰν αἰτίαι, ἀναγκαῖον ἔδοξεν εἶναι τὰς ἀρχηγοὺς τῆς διχοστασίας προφάσεις γνῶναί τε καὶ παῦσαι. εὑρόντες δὲ τὰς ἀποτόμους τῶν δανείων ἀναπράξεις τῶν παρόντων κακῶν αἰτίας γεγονυίας, οὕτως αὐτὰς διορθούμεθα. τοὺς ὀφείλοντας χρία καὶ μὴ δυναμένους διαλύσασθαι πάντας ἀφεῖσθαι τῶν ὀφλημάτων δικαιοῦμεν· καὶ εἴ τινων ἤδη τὰ σώματα ὑπερημέρων ὄντων ταῖς νομίμοις προθεσμίαις κατέχεται, καὶ ταῦτʼ ἐλεύθερα εἶναι κρίνομεν· ὅσοι τε δίκαις ἁλόντες ἰδίαις παρεδόθησαν τοῖς καταδικασαμένοις, καὶ τούτους ἐλευθέρους εἶναι βουλόμεθα, καὶ τὰς καταγνώσεις αὐτῶν ἀκύρους ποιοῦμεν.
 
περὶ μὲν δὴ τῶν ἐκ τοῦ παρεληλυθότος χρόνου συμβολαίων, ἃ τὴν ἀπόστασιν ἔδοξεν ἡμῖν ποιῆσαι, τοῦτον ἐπανορθούμεθα τὸν τρόπον· περὶ δὲ τῶν ὕστερον ἐσομένων, ὡς ἂν ὑμῖν τε τῷ δήμῳ καὶ τοῖς ἐκ τοῦ συνεδρίου κοινῇ βουλευσομένοις φανῇ, νόμου κυρωθέντος, οὕτως ἐχέτω. οὐχὶ ταῦτα μέντοι τὰ διαστήσαντα ὑμᾶς ἦν ἀπὸ τῶν πατρικίων, ὦ δημόται, καὶ τούτων εἰ τύχοιτε ἀποχρῆν ὑμῖν ᾤεσθε καὶ οὐδενὸς ἄλλου ὠρέγεσθε; δίδοται νῦν ὑμῖν· ἄπιτε ἤδη χαίροντες εἰς τὴν πατρίδα.
 
αἱ δὲ βεβαιώσουσαι τὰς ὁμολογίας ταύτας καὶ τὸ ἀσφαλὲς ὑμῖν παρέξουσαι πίστεις ἔσονται πᾶσαι νόμιμοί τε καὶ ἐν ἔθει τοῖς διαλυομένοις τὰς ἔχθρας. ἐπιψηφιεῖται μὲν ἡ βουλὴ ταῦτα καὶ νόμου τάξιν ἀποδώσει τοῖς γραφησομένοις· μᾶλλον δʼ ὑφʼ ὑμῶν ἐνθάδε γραφέσθω τὰ δόξαντα, καὶ ἡ βουλὴ τούτοις πείσεται.
 
τοῦ δὲ μενεῖν βέβαια τὰ συγχωρούμενα νῦν, καὶ μηδὲν ὕστερον ἐναντίον αὐτοῖς ὑπὸ τῆς βουλῆς ἐξενεχθήσεσθαι, πρῶτον μὲν ἡμεῖς οἱ πρέσβεις ἀνάδοχοι, διδόντες ὑμῖν σώματα καὶ ψυχὰς καὶ γενεὰς τὰς ἑαυτῶν ἐνέχυρα· ἔπειτα οἱ ἄλλοι βουλευταί, ὅσοι τῷ ψηφίσματι συνεγγραφήσονται· οὐ γὰρ δή ποτε ἀκόντων ἡμῶν γραφήσεταί τι κατὰ τοῦ δήμου. οἱ γὰρ ἡγούμενοι τοῦ συνεδρίου καὶ πρῶτοι τὰς αὑτῶν γνώμας ἀποφαινόμενοι τῶν ἄλλων ἡμεῖς ἐσμεν.
 
τελευταία δὲ πίστις ἅπασίν ἐστιν ἀνθρώποις Ἕλλησί τε καὶ βαρβάροις, ἣν οὐδεὶς πώποτε ἀναιρήσει χρόνος, ἡ διʼ ὅρκων καὶ σπονδῶν ἐγγυητὰς θεοὺς ποιουμένη τῶν συμβάσεων· ὑφʼ ἧς πολλαὶ μὲν ἰδιωτῶν ἔχθραι πικραί, πολλοὶ δὲ πόλεμοι πόλεσι πρὸς πόλεις συστάντες διηλλάγησαν. καὶ ταύτην εἴ τινα λαμβάνετε τὴν πίστιν, εἴτʼ ὀλίγοις ἐπιτρέπετε τοῖς ἡγεμόσι τοῦ συνεδρίου περὶ ὅλης ὑμῖν δοῦναι τῆς βουλῆς τοὺς ὅρκους, εἴτε πάντας ἀξιοῦτε τοὺς ἐπιγραφομένους τοῖς δόγμασιν ὀμνύειν καθʼ ἱερῶν ἦ μὴν βέβαια τὰ συγκείμενα φυλάξειν.
 
δεξιὰς δὲ καὶ σπονδὰς καὶ πίστεις ἐπὶ θεῶν γιγνομένας μήτε σὺ διάβαλλε, Βροῦτε, μήτʼ ἀναίρει τὸ κάλλιστον ἐπιτήδευμα τῶν ἀνθρωπίνων, μηδʼ ὑμεῖς ἀνάσχησθε αὐτοῦ λέγοντος ἀνοσίων καὶ τυραννικῶν ἀνθρώπων πονηρεύματα, ἃ τῆς Ῥωμαίων ἀρετῆς πολὺ ἀπέχει.
 
μίαν εἰπὼν ἔτι τὴν οὔτε ἀγνοουμένην ὑπʼ οὐδενὸς ἀνθρώπων οὔτε ἀμφισβητουμένην παύσομαι. τίς δʼ ἐστὶν αὕτη; ἡ τὸ κοινὸν συμφέρον εἰσάγουσα καὶ διʼ ἀλλήλων ἀμφότερα ποιοῦσα σώζεσθαι τὰ μέρη. αὕτη μέντοι πρώτη καὶ μόνη συνάγει τε ἡμᾶς εἰς τὸ αὐτὸ καὶ οὐκ ἐάσει ποτὲ δίχʼ ἀλλήλων γενέσθαι. δεήσεται γὰρ ἀεὶ καὶ οὐδέποτε παύσεται δεόμενον τὸ μὲν ἀμαθὲς πλῆθος ἔμφρονος ἡγεμονίας, τὸ δʼ ἡγεῖσθαι δυνάμενον βουλευτήριον τῶν ἄρχεσθαι βουλομένων ὄχλων· καὶ οὐ δόξῃ μόνον τοῦτʼ εἰκάσαντες,
 
ἀλλὰ καὶ ἔργῳ πειραθέντες ἴσμεν. τί οὖν δεδιττόμεθα καὶ πράγματα παρέχομεν ἀλλήλοις; τί δὲ λόγους πονηροὺς λέγομεν χρηστὰ πράγματα ἔχοντες ἐν χερσίν, ἀλλʼ οὐκ ἀναπτύξαντες αὑτοὺς καὶ τὼ χεῖρε περιβάλλοντες ἀλλήλοις ἄπιμεν εἰς τὴν πατρίδα παλαιὰν τέρψιν τῶν ἡδίστων καὶ πόθον ἁπάντων γλυκύτατον ἀποληψόμενοι, ἀλλʼ ἐπιζητοῦμεν ἀσφαλείας ἀγενήτους καὶ πίστεις ἀπίστους, ὥσπερ οἱ πολεμιώτατοι καὶ πάντα ὑποπτεύοντες ἐπὶ τὸ χεῖρον. ἡμῖν μέν, ὦ δημόται, τοῖς ἐκ τοῦ συνεδρίου μία πίστις ἀπόχρη περὶ τοῦ μὴ ἄν ποτε ὑμᾶς γενέσθαι περὶ ἡμᾶς, εἰ κατέλθοιτε, κακοὺς τροφάς τε ὑμῶν ἀγαθὰς εἰδόσι καὶ ἐπιτηδεύματα νόμιμα τήν τε ἄλλην ἀρετήν, ἣν πολλάκις ἀπεδείξασθε καὶ ἐν εἰρήνῃ καὶ κατὰ πολέμους.
 
καὶ εἴ τι διʼ ἀνάγκην τῆς πίστεως καὶ ἐλπίδος τὰ συμβόλαια κοινῆς ἐπανορθώσεως τύχοι, τὰ γοῦν ἄλλα πιστεύομεν ὑμῖν ἔσεσθαι ἀγαθοὺς καὶ οὐδὲν δεόμεθα οὔτε ὅρκων οὔτε ὁμήρων οὔτε ἄλλης πίστεως παρὰ τοῦ πλήθους οὐδεμιᾶς· ὑμῖν μέντοι γε πρὸς οὐδὲν τῶν ἀξιουμένων ἐναντιωσόμεθα. καὶ περὶ μὲν τῆς πίστεως, ἐφʼ ᾗ διαβάλλειν ἡμᾶς Βροῦτος ἐπεχείρει, ταῦτα ἱκανά. εἰ δέ τις ὑμῖν φθόνος οὐ δίκαιος ἐγκάθηται πονηρὰ περὶ τῆς βουλῆς διανοεῖσθαι πείθων, βούλομαί τινα καὶ πρὸς τοῦτον εἰπεῖν λόγον, ὦ δημόται· καί μου πρὸς θεῶν μεθʼ ἡσυχίας καὶ προσοχῆς ἀκούσατε.
 
ἔοικέ πως ἀνθρωπείῳ σώματι πόλις. σύνθετον γὰρ καὶ ἐκ πολλῶν μερῶν ἐστιν ἑκάτερον· καὶ οὔτε δύναμιν ἔχει ἕκαστον τὴν αὐτὴν τῶν ἐν αὐτοῖς μερῶν οὔτε χρείας παρέχεται τὰς ἴσας.
 
εἰ δὴ λάβοι τὰ μέρη τοῦ ἀνθρωπείου σώματος ἰδίαν αἴσθησιν καθʼ αὑτὰ καὶ φωνήν, ἔπειτα στάσις ἐν αὐτοῖς ἐμπέσοι καθʼ ἓν γενομένοις τοῖς ἄλλοις ἅπασι πρὸς τὴν γαστέρα μόνην, καὶ λέγοιεν οἱ μὲν πόδες, ὅτι πᾶν ἐπʼ αὐτοῖς ἐπίκειται τὸ σῶμα· αἱ δὲ χεῖρες, ὅτι τὰς τέχνας ἐργάζονται καὶ τἀπιτήδεια ἐκπορίζουσι καὶ μάχονται πολεμίοις καὶ ἄλλα πολλὰ ὠφελήματα παρέχουσιν εἰς τὸ κοινόν· οἱ δὲ ὦμοι, ὅτι τὰ ἄχθη πάντα ἐπʼ αὐτοῖς κομίζεται· τὸ δὲ στόμα ὅτι φθέγγεται· ἡ δὲ κεφαλή, ὅτι ὁρᾷ καὶ ἀκούει καὶ τὰς ἄλλας αἰσθήσεις περιλαβοῦσα πάσας ἔχει, διʼ ὧν σώζεται τὸ πρᾶγμα· εἶτα φαῖεν πρὸς τὴν γαστέρα· σὺ δʼ, ὦ χρηστή, τί τούτων ποιεῖς ἢ τίς ἐστιν ἡ σὴ χάρις ἡμῖν καὶ ὠφέλεια; ἀλλὰ σύ γε τοσοῦτον ἀπέχεις τοῦ πράττειν καὶ συγκατορθοῦν ἡμῖν τι τῶν κοινῇ χρησίμων, ὥστε καὶ ἀντιπράττεις καὶ ἐνοχλεῖς καί, πρᾶγμα ἀφόρητον, ὑπηρετεῖν ἀναγκάζεις καὶ φέρειν ἁπανταχόθεν εἰς τὴν ἐκπλήρωσιν τῶν σεαυτῆς ἐπιθυμιῶν.
 
φέρε, τί οὐ μεταποιούμεθα τῆς ἐλευθερίας, καὶ τῶν πολλῶν ἀφιέμεθα πραγματειῶν, ἃς ἕνεκα ταύτης ὑπομένομεν; εἰ δὴ ταῦτα δόξειεν αὐτοῖς καὶ μηδὲν ἔτι δρῴη τὸ ἑαυτοῦ ἔργον, ἔσθʼ ὅπως ἂν ἐπὶ τὸ πολὺ διαρκέσαι δυνηθείη τὸ σῶμα, ἀλλʼ οὐκ ἂν ἐντὸς ὀλίγων ἡμερῶν τῷ κακίστῳ τῶν μόρων ἀναλωθείη, λιμῷ; οὐκ ἂν ἔχοι ἄλλως τις εἰπεῖν.
 
τὸν αὐτὸν δὴ τρόπον ὑπολάβετε καὶ περὶ πόλεως. πολλὰ γὰρ δὴ τὰ συμπληροῦντα καὶ ταύτην ἔθνη καὶ οὐδὲν ἀλλήλοις ἐοικότα, ὧν ἕκαστον ἰδίαν τινὰ τῷ κοινῷ χρείαν ὥσπερ τὰ μέλη τῷ σώματι παρέχεται. οἱ μὲν γὰρ τοὺς ἀγροὺς γεωργοῦσιν, οἱ δὲ μάχονται περὶ αὐτῶν πρὸς τοὺς πολεμίους, οἱ δʼ ἐμπορεύονται πολλὰς διὰ θαλάσσης ὠφελείας, οἱ δὲ τὰς ἀναγκαίας ἐργάζονται τέχνας. εἰ δὲ πάντα τὰ ἔθνη ταῦτα πρὸς τὴν βουλὴν τὴν ἐκ τῶν ἀρίστων συνηγμένην διαστασιάσειε καὶ λέγοι· σὺ δʼ ἡμῖν, ὦ βουλή, τί ποιεῖς ἀγαθὸν καὶ ἀντὶ ποίας αἰτίας ἄρχειν τῶν ἄλλων ἀξιοῖς; οὐθὲν γὰρ ἂν εἰπεῖν ἔχοις· ἔπειτʼ οὐκ ἀπαλλαγησόμεθά σου τῆς τυραννίδος ταύτης ἤδη ποτὲ καὶ δίχʼ
 
ἡγεμόνος οἰκήσομεν; εἰ δὴ ταῦτα διανοηθέντες τῶν συνήθων ἐπιτηδευμάτων ἀποσταῖεν, τί κωλύσει ταύτην κακὴν κακῶς ἀπολέσθαι τὴν πόλιν ὑπὸ λιμοῦ τε καὶ πολέμου καὶ παντὸς ἄλλου κακοῦ; μαθόντες οὖν, ὦ δημόται, ὅτι καθάπερ ἐν τοῖς σώμασιν ἡμῶν ἡ λοιδορουμένη κακῶς ὑπὸ τῶν πολλῶν γαστὴρ τρέφει τὸ σῶμα τρεφομένη καὶ σώζει σωζομένη, καὶ ἔστιν ὡσεί τις ἑστίασις κοινὴ τὸ πρόσφορον ἁπάντων καὶ τῆς διαλλαγῆς αἴτιον ἀποδιδοῦσα, οὕτως ἐν ταῖς πόλεσιν ἡ διοικοῦσα τὰ κοινὰ καὶ τοῦ προσήκοντος ἑκάστῳ προνοουμένη βουλὴ πάντα σώζει καὶ φυλάττει καὶ ἐπανορθοῖ, παύσασθε τὰς ἐπιφθόνους κατʼ αὐτῆς φωνὰς λέγοντες, ὡς ἐξεβλήθητε τῆς πατρίδος καὶ ὡς ἀλῆται καὶ πτωχοὶ περιέρχεσθε διʼ αὐτήν. οὐδὲν γὰρ ὑμᾶς εἴργασται δεινὸν οὐδʼ ἂν ἐργάσαιτο, ἀλλʼ αὐτὴ καλεῖ καὶ ἀντιβολεῖ καὶ τὰς ψυχὰς ὑμῖν ἅμα ταῖς πύλαις ἀναπετάσασα ὑποδέχεται.
 
τοιαῦτα λέγοντος τοῦ Μενηνίου πολλαὶ καὶ ποικίλαι παρʼ ὅλην ἐγίγνοντο τὴν δημηγορίαν ἐκ τῶν παρόντων φωναί. ἐπειδὴ δὲ τελευτῶν τοῦ λόγου πρὸς ὀλοφυρμοὺς ἐτράπετο καὶ τὰς μελλούσας καθέξειν συμφορὰς τούς τε ὑπομένοντας ἐν τῇ πόλει καὶ τοὺς ἀπελαυνομένους καὶ τὰς ἀμφοῖν ἀνεκλαύσατο τύχας, δάκρυά θʼ ἁπάντων ἐξεχεῖτο καὶ μιᾷ βοῇ συμφρονήσαντες ἀνεβόησαν ἀπάγειν σφᾶς εἰς τὴν πόλιν καὶ μὴ τρίβειν τὸν χρόνον· ὀλίγου τε πάνυ ἐδέησαν ἀπιέναι διὰ τάχους ἐκ τῆς ἐκκλησίας ἅπαντα τὰ πράγματα τοῖς πρεσβευταῖς ἐπιτρέψαντες καὶ μηδὲν ἄλλο τῶν εἰς ἀσφάλειαν πραγματευσάμενοι, εἰ μὴ παρελθὼν ὁ Βροῦτος ἐπέσχε τὰς ὁρμὰς αὐτῶν τὰ μὲν ἄλλα καλῶς ἔχειν τῷ δήμῳ λέγων, ὅσα ἡ βουλὴ ὑπισχνεῖτο, καὶ πολλὴν αὐτῇ τῶν συγχωρηθέντων χάριν ἔχειν ἀξιῶν· δεδοικέναι μέντοι τὸν ἅπαντα χρόνον φάσκων καὶ τοὺς αὖθίς ποτε τυραννικοὺς ἄνδρας ἐπιχειρήσοντας εἰ τύχοι,
 
περὶ τῶν γεγονότων τῷ δήμῳ μνησικακεῖν. μίαν δʼ εἶναι πᾶσι τοῖς δεδοικόσι τοὺς κρείττονας μόνην ἀσφάλειαν ταύτην, εἰ γένοιτο αὐτοῖς φανερόν, ὅτι τοῖς βουλομένοις αὐτοὺς ἀδικεῖν οὐχ ὑπάρχει δύναμις· ἕως δʼ ἂν παρῇ τὸ δύνασθαι τὰ πονηρὰ δρᾶν, οὐκ ἐλλείψειν τοῖς πονηροῖς τὸ βούλεσθαι. ταύτης οὖν εἰ τύχοιεν τῆς ἀσφαλείας, οὐθὲν αὐτοῖς ἔτι δεήσειν.
 
ὑποτυχόντος δὲ τοῦ Μενηνίου καὶ κελεύσαντος λέγειν τὴν ἀσφάλειαν, ἧς ἔτι τὸν δῆμον οἴεται δεῖσθαι, συγχωρήσατε, φησίν, ἡμῖν ἄρχοντας ἀποδεικνύναι καθʼ ἕκαστον ἐνιαυτὸν ἐξ ἡμῶν ὁσουσδήτινας, οἵτινες ἄλλου μὲν οὐδενὸς ἔσονται κύριοι, τοῖς δʼ ἀδικουμένοις ἢ κατισχυομένοις τῶν δημοτῶν βοηθήσουσι καὶ οὐ περιόψονται τῶν δικαίων ἀποστερούμενον οὐθένα· τοῦτο ὑμᾶς ἀντιβολοῦμεν καὶ δεόμεθα πρὸς τοῖς ἄλλοις οἷς δεδώκατε, εἰ μὴ λόγος, ἀλλʼ ἔργον εἰσὶν αἱ διαλλαγαί, δοῦναι καὶ χαρίσασθαι.
 
ὁ μὲν οὖν δῆμος ὡς τούτων ἤκουσε, μεγάλῃ βοῇ καὶ μέχρι πολλοῦ κατεχούσῃ τόν τε ἄνδρα ἐπῄνει, καὶ τοὺς πρεσβευτὰς παρεκάλει συγχωρῆσαι σφίσι καὶ τοῦτο. οἱ δὲ πρέσβεις μεταστάντες ἐκ τῆς ἐκκλησίας καὶ διαλεχθέντες ὀλίγα πρὸς ἀλλήλους παρῆσαν οὐ διὰ μακροῦ. σιωπῆς δὲ γενομένης παρελθὼν ὁ Μενήνιος εἶπε· τὸ μὲν πρᾶγμα, ὦ δημόται, μέγα καὶ πολλῶν μεστὸν ὑποψιῶν ἀτόπων· δέος τε καὶ φροντὶς ἡμᾶς εἰσέρχεται, μή ποτε δύο πόλεις ποιήσωμεν ἐν μιᾷ· πλὴν τό γʼ ἐφʼ ἡμῖν εἶναι μέρος οὐδὲ πρὸς ταύτην ἐναντιούμεθα τὴν δέησιν ὑμῶν.
 
τοῦτο μέντοι χαρίσασθε ἡμῖν, ὃ καὶ ὑπὲρ ὑμῶν ἐστιν· ἐπιτρέψατε τῶν πρεσβευτῶν τισιν εἰς τὴν πόλιν ἀφικομένοις δηλῶσαι τῇ βουλῇ ταῦτα· καὶ γὰρ εἰ τὴν ἐξουσίαν παρʼ αὐτῆς ἔχομεν, ὅπως ἂν βουλώμεθα, ποιήσασθαι τὰς διαλλαγὰς αὐτοκράτορες ὄντες τῶν ὑποσχέσεων, αὐτοί γέ τοι λαβεῖν τοῦτʼ οὐ δικαιοῦμεν, ἀλλʼ ἐπειδὴ παρὰ δόξαν ἡμῖν ἀπήντηται πρᾶγμα καινόν, ἀφελόμενοι τὴν ἰδίαν ἐξουσίαν τῷ συνεδρίῳ φέροντες ἀναθήσομεν· πεπείσμεθα μέντοι κᾀκείνῳ ταὐτὰ δόξειν ἅπερ ἡμῖν. ἐγὼ μὲν οὖν ἐνθάδε μενῶ καὶ σὺν ἐμοί τι μέρος τῆς πρεσβείας, Οὐαλέριος δὲ πορεύσεται καὶ οἱ λοιποὶ σὺν
 
αὐτῷ. ἐδόκει ταῦτα· καὶ κατὰ σπουδὴν ἀναβάντες ἐπὶ τοὺς ἵππους ἤλαυνον εἰς τὴν πόλιν οἱ μέλλοντες δηλώσειν τῇ βουλῇ τὰ γενόμενα. προθέντων δὲ τῶν ὑπάτων λόγον τοῖς συνέδροις, Οὐαλερίου μὲν ἦν γνώμη διδόναι καὶ ταύτην τῷ δήμῳ τὴν χάριν· Ἄππιος δέ, ὅσπερ ἐξ ἀρχῆς ἠναντιοῦτο ταῖς διαλλαγαῖς, καὶ τότε ἐκ τοῦ φανεροῦ ἀντέλεγε βοῶν καὶ θεοὺς ἐπιμαρτυρόμενος καί, ὅσων μέλλοι σπέρμα κακῶν βαλεῖν, τῇ πολιτείᾳ προλέγων. ἀλλʼ οὐκ ἔπειθε τοὺς πολλοὺς ὡρμηκότας, ὥσπερ εἶπον, διαλύσασθαι τὴν στάσιν. γίνεται δὴ ψήφισμα τῆς βουλῆς, τά τε ἄλλα, ὅσα οἱ πρέσβεις ὑπέσχοντο τῷ δήμῳ, πάντα εἶναι κύρια, καὶ τὴν ἀσφάλειαν,
 
ἣν ᾐτεῖτο, ἐπιτρέπειν. ταῦθʼ οἱ πρέσβεις διοικησάμενοι τῇ κατόπιν ἡμέρᾳ παρῆσαν ἐπὶ τὸ στρατόπεδον καὶ τὰ δόξαντα τῇ βουλῇ διεσάφησαν. μετὰ τοῦτο Μενηνίου παραινέσαντος τοῖς δημόταις ἀποστεῖλαί τινας εἰς τὴν πόλιν, οἷς ἡ βουλὴ τὰ πιστὰ δώσει, πέμπεται Λεύκιος Ἰούνιος Βροῦτος, ὑπὲρ οὗ πρότερον εἴρηκα, καὶ σὺν αὐτῷ Μάρκος Δέκιος καὶ Σπόριος Ἰκίλιος. τῶν δὲ παρὰ τῆς βουλῆς ἀφιγμένων οἱ μὲν ἡμίσεις ἅμα τοῖς περὶ τὸν Βροῦτον εἰς τὴν πόλιν ὑπέστρεψαν, Ἀγρίππας δὲ μετὰ τῶν λοιπῶν κατέμεινεν ἐπὶ τοῦ στρατοπέδου διαγράψαι παρακληθεὶς τὸν νόμον τοῖς δημοτικοῖς καθʼ ὃν ἀποδείξουσι τὰς ἀρχάς.
 
τῇ δʼ ἑξῆς ἡμέρᾳ παρῆσαν μὲν οἱ περὶ τὸν Βροῦτον πεποιημένοι τὰς πρὸς τὴν βουλὴν συνθήκας διὰ τῶν εἰρηνοδικῶν, οὓς καλοῦσι Ῥωμαῖοι Φητιάλεις. νεμηθεὶς δʼ ὁ δῆμος εἰς τὰς τότε οὔσας φράτρας, ἢ ὅπως βούλεταί τις αὐτὰς προσαγορεύειν, ἃς ἐκεῖνοι καλοῦσι κουρίας, ἄρχοντας ἐνιαυσίους ἀποδεικνύουσι τούσδε· Λεύκιον Ἰούνιον Βροῦτον καὶ Γάιον Σικίννιον Βελλοῦτον, οὓς καὶ τέως εἶχον ἡγεμόνας, καὶ ἔτι πρὸς τούτοις Γάιον καὶ Πόπλιον Λικιννίους καὶ Γάιον Οὐισκέλλιον Ῥοῦγαν.
 
οὗτοι τὴν δημαρχικὴν ἐξουσίαν πρῶτοι παρέλαβον οἱ πέντε ἄνδρες ἡμέρᾳ τετάρτῃ πρότερον εἰδῶν Δεκεμβρίων, ὥσπερ καὶ μέχρι τοῦ καθʼ ἡμᾶς χρόνου γίνεται. τελεσθεισῶν δὲ τῶν ἀρχαιρεσιῶν τοῖς μὲν παρὰ τῆς βουλῆς ἥκουσι καλῶς ἔχειν ἐδόκει πάντα, περὶ ὧν ἀπεστάλησαν· ὁ δὲ Βροῦτος ἐκκλησίαν συναγαγὼν συνεβούλευε τοῖς δημόταις ἱερὰν καὶ ἄσυλον ἀποδεῖξαι τὴν ἀρχὴν νόμῳ τε καὶ
 
ὅρκῳ βεβαιώσαντας αὐτῇ τὸ ἀσφαλές. ἐδόκει ταῦτα πᾶσι, καὶ γράφεται πρὸς αὐτοῦ καὶ τῶν συναρχόντων ὅδε ὁ νόμος· δήμαρχον ἄκοντα, ὥσπερ ἕνα τῶν πολλῶν, μηδεὶς μηδὲν ἀναγκαζέτω δρᾶν μηδὲ μαστιγούτω μηδʼ ἐπιταττέτω μαστιγοῦν ἑτέρῳ μηδʼ ἀποκτιννύτω μηδʼ ἀποκτείνειν κελευέτω. ἐὰν δέ τις τῶν ἀπηγορευμένων τι ποιήσῃ, ἐξάγιστος ἔστω, καὶ τὰ χρήματα αὐτοῦ Δήμητρος ἱερά, καὶ ὁ κτείνας τινὰ τῶν ταῦτʼ
 
εἰργασμένων φόνου καθαρὸς ἔστω. καὶ ἵνα μηδὲ τὸ λοιπὸν τῷ δήμῳ ἐξουσία γένηται καταπαῦσαι τόνδε τὸν νόμον, ἀλλʼ εἰς ἅπαντα τὸν χρόνον ἀκίνητος διαμείνῃ, πάντας ἐτάχθη Ῥωμαίους ὀμόσαι καθʼ ἱερῶν ἦ μὴν χρήσεσθαι τῷ νόμῳ καὶ αὐτοὺς καὶ ἐγγόνους τὸν ἀεὶ χρόνον, ἀρά τε τῷ ὅρκῳ προσετέθη, τοῖς μὲν ἐμπεδοῦσι τοὺς θεοὺς τοὺς οὐρανίους ἵλεως εἶναι καὶ δαίμονας τοὺς καταχθονίους, τοῖς δὲ παραβαίνουσιν ἐναντία καὶ τὰ παρὰ θεῶν γίνεσθαι καὶ τὰ παρὰ δαιμόνων ὡς ἄγει τῷ μεγίστῳ ἐνόχοις. ἐκ τούτων κατέστη τοῖς Ῥωμαίοις ἔθος τὰ τῶν δημάρχων σώματα ἱερὰ εἶναι καὶ παναγῆ, καὶ μέχρι τοῦ καθʼ ἡμᾶς χρόνου διαμένει.
 
ἐπειδὴ ταῦτʼ ἐψηφίσαντο, βωμὸν κατεσκεύασαν ἐπὶ τῆς ἀκρωρείας, ἐν ᾗ κατεστρατοπέδευσαν, ὃν ἐπὶ τοῦ κατασχόντος αὐτοὺς τότε δείματος ὠνόμασαν, ὡς ἡ πάτριος αὐτῶν σημαίνει γλῶσσα, Διὸς Δειματίου· ᾧ θυσίας ἐπιτελέσαντες καὶ τὸν ὑποδεξάμενον αὐτοὺς τόπον ἱερὸν ἀνέντες, κατῄεσαν εἰς τὴν πόλιν ἅμα τοῖς πρέσβεσιν.
 
ἀποδόντες δὲ καὶ τοῖς ἐν τῇ πόλει θεοῖς χαριστήρια, καὶ τοὺς πατρικίους πείσαντες ἐπικυρῶσαι τὴν ἀρχὴν ψῆφον ἐπενέγκαντας, ἐπειδὴ καὶ τούτου παρʼ αὐτῶν ἔτυχον, ἐδεήθησαν ἔτι τῆς βουλῆς ἐπιτρέψαι σφίσιν ἄνδρας ἐκ τῶν δημοτικῶν δύο καθʼ ἕκαστον ἐνιαυτὸν ἀποδεικνύναι τοὺς ὑπηρετήσοντας τοῖς δημάρχοις ὅσων ἂν δέωνται καὶ δίκας, ἃς ἂν ἐπιτρέψωνται ἐκεῖνοι, κρινοῦντας ἱερῶν τε καὶ δημοσίων τόπων καὶ τῆς κατὰ τὴν ἀγορὰν εὐετηρίας
 
ἐπιμελησομένους. λαβόντες δὲ καὶ τοῦτο τὸ συγχώρημα παρὰ τῆς βουλῆς ἀποδεικνύουσιν ἄνδρας, οὕς ὑπηρέτας τῶν δημάρχων καὶ συνάρχοντας καὶ δικαστὰς ἐκάλουν. νῦν μέντοι κατὰ τὴν ἐπιχώριον γλῶτταν ἀφʼ ἑνὸς ὧν πράττουσιν ἔργων ἱερῶν τόπων ἐπιμεληταὶ καλοῦνται καὶ τὴν ἐξουσίαν οὐκέθʼ ὑπηρετικὴν ἑτέρων ἔχουσιν, ὡς πρότερον, ἐπιτέτραπται δʼ αὐτοῖς πολλὰ καὶ μεγάλα, καὶ σχεδὸν ἐοίκασί πως κατὰ τὰ πλεῖστα τοῖς παρʼ Ἕλλησιν ἀγορανόμοις.
 
ἐπεὶ δὲ κατέστη τὰ πράγματα καὶ τὸν ἀπʼ ἀρχῆς κόσμον ἐκομίσατο ἡ πόλις, ἐπὶ τοὺς ἔξω πολεμίους ὑπὸ τῶν ἡγεμόνων στρατιὰ κατελέγετο πολλὴν εἰσενεγκαμένου προθυμίαν τοῦ δήμου καὶ διʼ ὀλίγου χρόνου πάντα τὰ εἰς τὸν πόλεμον ἐπιτήδεια εὐτρεπῆ ποιήσαντος. τῶν δʼ ὑπάτων διακληρωσαμένων περὶ τῆς ἐξουσίας, ὡς ἔστιν αὐτοῖς ἔθος, Σπόριος μὲν Κάσσιος, ὃς ἔλαχε τὴν τῶν κατὰ τὴν πόλιν ἐπιμέλειαν, ὑπέμεινε μέρος τῆς κατειλεγμένης δυνάμεως τὸ ἀρκοῦν λαβών· Πόστουμος δὲ Κομίνιος ἐξῆγε τὴν λοιπὴν στρατιὰν Ῥωμαίων τʼ αὐτῶν ἀξιόχρεων ἄγων μοῖραν καὶ Λατίνων τι συμμαχικὸν οὐκ ὀλίγον.
 
κρίνας δὲ Οὐολούσκοις ἐπιχειρεῖν πρώτοις πόλιν αὐτῶν Λογγόλαν ἐξ ἐφόδου καταλαμβάνεται, ἐπιβαλομένων μὲν τῶν ἐν αὐτῇ μεταποιεῖσθαί τινος ἀρετῆς καί τινα στρατιὰν ὑπαίθριον ἀποστειλάντων, ᾗ τοὺς ἐπιόντας ἀνείρξειν ἐπίστευον, αἰσχρῶς δʼ ἀναγκασθέντων φυγεῖν πρὶν ἢ λαμπρόν τι ἔργον ἀποδείξασθαι καὶ οὐδʼ ἐν τῇ τειχομαχίᾳ γενναῖον οὐδὲν διαπραξαμένων. μιᾷ γοῦν ἡμέρᾳ τῆς τε γῆς αὐτῶν Ῥωμαῖοι ἐκράτησαν ἀκονιτὶ καὶ τὴν πόλιν οὐ πολλὰ πραγματευθέντες κατὰ κράτος ἔλαβον.
 
ὁ δὲ τῶν Ῥωμαίων στρατηγὸς τά τʼ ἐγκαταληφθέντα χρήματα διαρπάσαι τοῖς στρατιώταις ἐφεὶς καὶ φρουρὰν ἐν τῇ πόλει καταλιπὼν ἐξῆγε τὴν δύναμιν ἐφʼ ἑτέραν πόλιν τῶν Οὐολούσκων, ἣ καλεῖται μὲν Πόλουσκα, διάστημα δʼ οὐ πολὺ τῆς Λογγόλας ἀπέχει. οὐδενὸς δʼ αὐτῷ τολμήσαντος ὑπαντῆσαι διανύσας τὴν χώραν κατὰ πολλὴν εὐπέτειαν προσέβαλε τοῖς τείχεσι· τῶν δὲ στρατιωτῶν οἱ μὲν τὰς πύλας διακόψαντες, οἱ δὲ διὰ κλιμάκων ἐπὶ τὸ τεῖχος ἀναβάντες, αὐθημερὸν γίνονται καὶ ταύτης τῆς πόλεως κύριοι.
 
ὡς δὲ παρέλαβε τὴν πόλιν, ὀλίγους μέν τινας ἐπιλέξας τοὺς αἰτίους τῆς ἀποστάσεως ἀπέκτεινε, τοὺς δὲ λοιποὺς χρημάτων ἀφαιρέσει ζημιώσας καὶ ὅπλα ἀφελόμενος, Ῥωμαίων εἶναι τὸ λοιπὸν ἠνάγκασεν ὑπηκόους.
 
καταλιπὼν δὲ κἂν ταύτῃ βραχεῖαν τῆς στρατιᾶς μοῖραν ἕνεκα φυλακῆς, τῇ κατόπιν ἡμέρᾳ τὴν δύναμιν ἀναλαβὼν προῆγεν ἐπὶ Κοριόλαν, πόλιν ἐπιφανῆ σφόδρα καὶ ὥσπερ ἂν μητρόπολιν τῶν Οὐολούσκων· ἔνθα καὶ δύναμις ἦν συνειλεγμένη καρτερὰ καὶ τὸ τεῖχος οὐ ῥᾴδιον ἁλῶναι τά τε πρὸς τὸν πόλεμον ἐπιτήδεια παρεσκευασμένα τοῖς ἔνδον ἐκ πολλοῦ. ἐπιχειρήσας δὲ τῇ τειχομαχίᾳ μέχρι δείλης ὀψίας ἀποκρούεται πρὸς τῶν ἐναντίων πολλοὺς τῶν οἰκείων ἀπολέσας.
 
τῇ δʼ ἑξῆς ἡμέρᾳ κριούς τε καὶ γέρρα καὶ κλίμακας εὐτρεπισάμενος παρεσκευάζετο μὲν ὡς ἁπάσῃ τῇ δυνάμει πειρασόμενος τῆς πόλεως, ἀκούσας δʼ ὅτι πολλῇ χειρὶ μέλλουσιν Ἀντιάται βοηθεῖν τοῖς Κοριολανοῖς κατὰ τὸ συγγενὲς καὶ εἰσὶν οἱ πεμφθέντες ἐν ὁδῷ ἤδη, μερίσας τὸν ἑαυτοῦ στρατὸν τῷ μὲν ἡμίσει τειχομαχεῖν ἔγνω Τῖτον Λάρκιον ἐπʼ αὐτοῦ καταλιπών,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme