Book 6
47.3
ἠξίουν τε ταῦτα παραινοῦντες μὴ χείρους ὀργὴν εἶναι τῶν κακιόνων τοὺς κρείττονας, μηδʼ εἰς ἐκεῖνον ἀναβάλλεσθαι τὸν χρόνον τὰς διαλλαγάς, ὅτε ἢ νοῦν ἔχειν ἀναγκασθήσεται τὸ ἀνόητον, ἢ τῷ μείζονι κακῷ τοὔλαττον ἰᾶσθαι ὅπλων παραδόσει καὶ σωμάτων ἐπιτροπῇ τὴν ἐλευθερίαν ἀφαιρεθὲν αὐτὸ ὑφʼ ἑαυτοῦ· ταῦτα γὰρ ἐγγὺς εἶναι τοῦ ἀδυνάτου· μετρίως δὲ χρησαμένους ἀρχηγοὺς τῶν συμφερόντων βουλευμάτων γενέσθαι καὶ προτέρους ἐκείνων ἐπὶ τὰς διαλλαγὰς χωρεῖν ἐνθυμουμένους, ὅτι τὸ μὲν ἄρχειν καὶ ἐπιτροπεύειν τοῖς πατρικίοις ὑπάρχει,
47.4
φιλότητος δὲ καὶ εἰρήνης ... τοῖς ἀγαθοῖς. τὸ δʼ ἀξίωμα τῆς βουλῆς οὐκ ἐν τῷδε μάλιστα ἐλαττώσεσθαι ἀπέφαινον, ἐν ᾧ μάλιστα τὰς ἀναγκαίας συμφορὰς γενναίως φέροντες ἀσφαλῶς πολιτεύσουσιν, ἀλλʼ ἐν ᾧ δυσοργήτως ταῖς τύχαις ὁμιλοῦντες ἀνατρέψουσι τὸ κοινόν. ἀνοίας δʼ ἔργον εἶναι τῆς εὐπρεπείας ὀρεγομένους τῆς ἀσφαλείας ὑπερορᾶν· ἀγαπητὸν μὲν γὰρ ἀμφοῖν τυγχάνειν, εἰ δʼ ἐξείργοιτό τις θατέρου, τὰ σωτήρια τῶν εὐπρεπεστέρων νομιστέα ἀναγκαιότερα. τέλος δʼ ἦν τῶν ταῦτα παραινούντων, πρέσβεις ἀποστέλλειν τοὺς διαλεξομένους τοῖς ἀφεστηκόσι περὶ φιλίας, ὡς οὐδὲν αὐτοῖς ἡμάρτηται ἀνήκεστον.