Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 6

 
ταῦτα δὴ τῆς βουλῆς ἐψηφισμένης δέχεσθε ἄσμενοι τὰς χάριτας αὐτῶν, ὦ δημόται, μετὰ πάσης προθυμίας καὶ σπουδῆς, ἐν μεγάλῳ τιθέμενοι τὴν τοσαύτην εὐτυχίαν καὶ πολλὴν τοῖς θεοῖς χάριν εἰδότες αὐτῆς, εἰ πόλις ἡ Ῥωμαίων ἡ τοσούτων ἄρχουσα ἀνθρώπων, καὶ συνέδριον, ὃ τὴν ἡγεμονίαν ἔχει πάντων τῶν ἐν ταύτῃ καλῶν, οὐκ ὂν αὐτοῖς πάτριον οὐδενὶ τῶν ἀντιπάλων εἴκειν, ὑμῖν μόνοις ὑποκατακλίνονται τῆς ἀξιώσεως ἑκόντες, καὶ οὔτε ἀκριβολογεῖσθαι περὶ τῶν καθηκόντων ἑκατέροις ἠξίωσαν ὡς ὑποδεεστέροις κρείττονες, ἀλλʼ αὐτοὶ πρότεροι περὶ διαλύσεως ἐπρεσβεύσαντο, οὔτε τὰς αὐθάδεις ὑμῶν ἀποκρίσεις, ἃς ἐποιήσασθε πρὸς τοὺς προτέρους πρέσβεις, πρὸς ὀργὴν ἐδέξαντο, ἀλλʼ ὑπέμειναν ὑμῶν τὸ σοβαρὸν τοῦτο καὶ μειρακιῶδες τῆς αὐθαδείας βάρος, ὥσπερ ἂν παίδων ἀφρόνων χρηστοὶ πατέρες· καὶ πάλιν ἑτέραν πρεσβείαν ἀποστέλλειν ᾤοντο δεῖν καὶ τῶν δικαίων μειονεκτεῖν καὶ πάντα ὑπομένειν, ὦ πολῖται, τὰ
 
μέτρια. ἐπὶ δὴ τοσαύτης βεβηκότες εὐτυχίας μὴ μέλλετε λέγειν, ὦ δημόται, τίνων χρήζετε μηδʼ ἐντρυφᾶτε ἡμῖν, καταλυσάμενοι δὲ τὴν στάσιν ἄπιτε χαίροντες εἰς τὴν γειναμένην τε καὶ θρεψαμένην ὑμᾶς πόλιν, ᾗ τροφεῖά τε καὶ χάριτας οὐ χρηστὰς ἀπεδίδοτε, καταλιπόντες αὐτὴν τὸ γοῦν ἐφʼ ὑμῖν εἶναι ἔρημον καὶ μηλόβοτον. εἰ δὲ παρήσετε τὸν καιρὸν τοῦτον, εὔξεσθε πολλάκις ὅμοιον εὑρεῖν ἕτερον.
 
παυσαμένου δὲ τοῦ Οὐαλερίου παρελθὼν ὁ Σικίννιος οὐκ ἐξ ἑνὸς ἔφη δεῖν λόγου τὸ συμφέρον ἐξετάζειν τοὺς εὖ βουλευομένους, ἀλλʼ ὑποτίθεσθαι τὸν ἐναντίον αὑτοῖς λόγον, ἄλλως τε καὶ περὶ τηλικούτων πραγμάτων σκοποῦντας· ἠξίου τε λέγειν πρὸς ταῦτα τοὺς βουλομένους ἅπασαν αἰδῶ καὶ εὐλάβειαν ἀποθεμένους· οὐ γὰρ ἐπιτρέπειν τὰ πράγματα σφίσιν εἰς τὰς τοιαύτας ἀνάγκας κατακεκλεισμένοις οὔτʼ ὄκνῳ οὔτʼ
 
αἰσχύνῃ εἴκειν. σιωπῆς δὲ γενομένης ἐπειδὴ πάντες εἰς ἀλλήλους ἀπέβλεπον ἐπιζητοῦντες τὸν ὑπὲρ τοῦ κοινοῦ λέξοντα, ἐφαίνετο δʼ οὐδείς· ὁ γὰρ Σικίννιος τοῖς αὐτοῖς πολλάκις ἐχρῆτο λόγοις· παρέρχεται κατὰ τὰς ὑποσχέσεις Λεύκιος Ἰούνιος ἐκεῖνος ὁ βουλόμενος ἐπικαλεῖσθαι Βροῦτος καὶ τυχὼν ἐπισημασίας παρὰ τοῦ
 
πλήθους ἀθρόας τοιαύτην διέθετο δημηγορίαν· τὸ δέος ὑμᾶς, ὦ δημόται, τὸ τῶν πατρικίων ἐντετηκὸς ἔτι ταῖς ψυχαῖς ἐκπλήσσειν ἔοικε, καὶ διὰ τοῦτο τεταπεινωμένοι φέρειν τοὺς λόγους εἰς μέσον, οἷς εἰώθατε χρῆσθαι πρὸς ἀλλήλους, ὀκνεῖτε. οἴεται δʼ ἴσως ἕκαστος ὑμῶν τὸν πλησίον ὑπὲρ τοῦ κοινοῦ λέξειν, καὶ πάντας μᾶλλον, εἴ τι κινδύνευμά ἐστιν, ὑπομενεῖν, αὐτὸς δʼ ἐν τῷ ἀσφαλεῖ βεβηκώς, ὅ τι ἂν ἐκ τοῦ τολμηροῦ χρηστὸν περιγένηται, τούτου τὸ μέρος ἕξειν ἀδεῶς· κακῶς εἰδώς. εἰ γὰρ ἅπαντες τοῦτο ὑπολάβοιμεν, ἡ καθʼ ἕνα ὑμῶν ἕκαστον ἀτολμία κοινὴ πᾶσιν ἔσται βλάβη, καὶ ἐν ᾧ τὸ ἴδιόν τις ἀσφαλὲς ἀποσκοπεῖ
 
τὸ μετὰ πάντων κοινὸν ἀπολεῖ. ἀλλʼ εἰ καὶ μὴ πρότερον ἔγνωτε, ὅτι λέλυται τὸ δέος ὑμῶν καὶ τὸ ἐλεύθερον ἅμα τοῖς ὅπλοις βεβαίως ἔχετε, νῦν γʼ ἤδη μάθετε διδασκάλοις χρησάμενοι τούτοις. οἱ γὰρ ὑπερήφανοι καὶ βαρεῖς οὐκ ἐπιτάττοντες ὑμῖν ὡς πρότερον ἥκουσιν οὐδʼ ἀπειλοῦντες, ἀλλὰ δεόμενοι καὶ παρακαλοῦντες, ἐπὶ τὰ ὑμέτερα ὑμᾶς κατιέναι, καὶ ὡς ἐλευθέροις ἐξ ἴσου ἤδη ἄρχονται ὁμιλεῖν. τί οὖν ἔτι καταπέπληχθε αὐτοὺς καὶ σιωπᾶτε, ἀλλʼ οὐκ ἐλεύθερα φρονεῖτε καὶ διαρρήξαντες ἤδη ποτὲ τοὺς χαλινοὺς λέγετε εἰς τὸ κοινόν, ἃ πεπόνθατε πρὸς αὐτῶν; ὦ σχέτλιοι,
 
τί δεδοίκατε; μή τι πάθητε ἡγεμόνι τῆς ἐλευθεροστομίας ἐμοὶ χρώμενοι; κινδυνεύσω γὰρ ὑπὲρ ὑμῶν εἰπεῖν τὰ δίκαια μετὰ παρρησίας ἐγὼ πρὸς αὐτοὺς καὶ οὐδὲν ἀποκρύψομαι. καὶ ἐπειδὴ Οὐαλέριος οὐδὲν ἔφησεν εἶναι τὸ κωλῦον ἀναστρέφειν ὑμᾶς ἐπὶ τὰ οἰκεῖα τῆς βουλῆς διδούσης τὴν κάθοδον καὶ προσεψηφισμένης τὸ μὴ μνησικακεῖν, ταῦτʼ ἀποκρινοῦμαι πρὸς αὐτόν, ἅπερ ἐστὶν ἀληθῆ καὶ ἀναγκαῖα εἰρῆσθαι.
 
ἡμᾶς, ὦ Οὐαλέριε, πολλὰ μὲν καὶ ἄλλα τὰ κωλύοντά ἐστιν ἀποθεμένους τὰ ὅπλα ἐφʼ ὑμῖν γενέσθαι, τρία δὲ τὰ μέγιστα καὶ τὰ φανερώτατα. πρῶτον μέν, ὅτι ἐγκαλοῦντες ἡμῖν ὡς ἡμαρτηκόσιν ἥκετε καὶ ἐν εὐεργεσίας οἴεσθε μέρει διδόναι τὴν κάθοδον· ἔπειθʼ, ὅτι οὐδὲν ὑποδηλοῦτε παρακαλοῦντες ἐπὶ τὰς διαλλαγάς, ἐφʼ οἷς αὐτὰς δικαίοις καὶ φιλανθρώποις ποιησόμεθα· τὸ δὲ τελευταῖον, ὅτι βέβαιον ἡμῖν, ὧν ἂν ὑπόσχησθε, οὐδέν ἐστιν, ἀλλὰ πολλάκις ἐξαπατῶντες τε καὶ φενακίζοντες ἡμᾶς διατετελέκατε.
 
ἐρῶ δʼ ὑπὲρ ἑκάστου χωρὶς ἀπὸ τοῦ δικαίου ἀρξάμενος· καὶ γὰρ ἰδίᾳ τε καὶ ἐν κοινῷ λέγοντας ἀπὸ τοῦ δικαίου χρὴ ἄρχεσθαι. ἡμεῖς τοίνυν εἰ μέν τι ἀδικοῦμεν ὑμᾶς, οὐδὲν δεόμεθα οὔτʼ ἀδείας οὔτʼ ἀμνηστίας· καίτοι γε οὐκ ἀξιοῦμεν οὐδὲ κοινωνεῖν ἔτι τῆς πόλεως, ἀλλʼ ἐπιμενοῦμεν, ὅποι ποτʼ ἂν ἡμᾶς ἄγῃ τὸ χρεών, τῇ τύχῃ καὶ δαίμοσιν ἐπιτρέψαντες ἡγεμόσιν. εἰ δʼ ἀδικούμενοι πρὸς ὑμῶν ταύτης ἠναγκάσμεθα τῆς τύχης πειραθῆναι, ἐν ᾗ ἔσμεν, τί οὐχ ὁμολογεῖτε κακοὶ περὶ ἡμᾶς αὐτοὶ γενόμενοι συγγνώμης δεῖσθαι καὶ ἀμνηστίας; νῦν δʼ, ἣν αἰτεῖσθε, ταύτην διδόναι λέγετε, καὶ ἧς ἀφεῖσθαι ζητεῖτε ὀργῆς, ταύτης ὡς ἀφιέντες μεγαληγορεῖτε, συγχέοντες τὴν τῆς ἀληθείας φύσιν καὶ τὴν τῶν δικαίων ἀξίωσιν ἀναστρέφοντες.
 
ὅτι δʼ οὐκ ἀδικεῖσθε, ἀλλʼ ἀδικεῖτε, καὶ πολλὰ καὶ μεγάλα εὐεργετηθέντες ὑπὸ τοῦ δήμου, τὰ μὲν εἰς τὴν ἐλευθερίαν, τὰ δʼ εἰς τὴν ἡγεμονίαν, οὐ καλὰς ἀποδεδώκατε αὐτῷ τὰς ἀμοιβάς, μάθετε· ποιήσομαι δʼ ἀφʼ ὧν ἴστε καὶ αὐτοὶ πραγμάτων τοὺς λόγους, καὶ πρὸς θεῶν, ἐάν τι ψεῦδος εἴπω, μὴ ἀνάσχησθε, ἀλλʼ εὐθὺς ἐλέγχετε.
 
ἡμῖν τὸ ἀρχαῖον πολίτευμα ἦν μοναρχία, καὶ μέχρι γενεᾶς ἑβδόμης ταύτῃ χρώμενοι διετελέσαμεν τῇ πολιτείᾳ, καὶ παρὰ πάσας τὰς ἡγεμονίας ταύτας οὐδὲν ὁ δῆμος ἠλαττώθη πώποτε ὑπὸ τῶν βασιλέων καὶ πάντων ἥκιστα ὑπὸ τῶν τελευταίων· ἐῶ γὰρ λέγειν, ὅτι πολλὰ καὶ μεγάλα ἀγαθὰ ἐκ τῆς ἀρχῆς αὐτῶν ἐκαρπώσατο.
 
χωρὶς γὰρ τῆς ἄλλης αὐτῶν θεραπείας, ᾗ κολακεύοντας αὐτὸν οἰκεῖον μὲν σφίσιν, ἐχθρὸν δʼ ὑμῖν ἐβούλοντο εἶναι, ὃ ποιοῦσιν ἅπαντες οἱ τυραννικῶς ἐξάγοντες τὰς δυναστείας, κρατήσαντες πολέμῳ μακρῷ Συέσσης, πόλεως πάνυ εὐδαίμονος, ἐξὸν αὐτοῖς μηδενὶ κοινωνῆσαι τῶν λαφύρων, ἀλλʼ αὐτοὶ κατασχεῖν καὶ πάντας ὑπερβαλέσθαι πλούτῳ βασιλεῖς, οὐκ ἠξίωσαν, ἀλλὰ φέροντες εἰς μέσον ἔθηκαν ἅπασαν τὴν ὠφέλειαν· ὥσθʼ ἡμᾶς χωρὶς ἀνδραπόδων καὶ βοσκημάτων καὶ τῆς ἄλλης κτήσεως πολλῆς οὔσης καὶ καλῆς ἀργυρίου πέντε μνᾶς κατʼ ἄνδρα διανείμασθαι.
 
ὧν ἡμεῖς ἀμελήσαντες, ἐπειδὴ τυραννικώτερον ἐχρῶντο ταῖς ἐξουσίαις οὐκ εἰς τὸν δῆμον πλημμελοῦντες, ἀλλʼ εἰς ὑμᾶς, δυσανασχετοῦντες ἐπὶ τοῖς γινομένοις τῆς μὲν τῶν βασιλέων εὐνοίας ἀπέστημεν, ὑμῖν δὲ προσεθέμεθα· καὶ συνεπαναστάντες αὐτοῖς μεθʼ ὑμῶν οἵ τʼ ἐν τῇ πόλει καὶ οἱ ἐπὶ στρατοπέδου τοὺς μὲν ἐξηλάσαμεν, ὑμῖν δὲ φέροντες ἀνεθήκαμεν τὴν ἐκείνων ἀρχήν. πολλάκις τε γενόμενον ἐφʼ ἡμῖν μεταθέσθαι πρὸς τοὺς ἐξελασθέντας τὰς μεγάλας δωρεάς, ἃς ὑπέτεινον ἡμῖν, ἵνα δὴ τὸ πρὸς ὑμᾶς πιστὸν ἐγκαταλίπωμεν, οὐχ ὑπεμείναμεν, ἀλλὰ πολλοὺς καὶ μεγάλους καὶ συνεχεῖς πολέμους καὶ κινδύνους διʼ ὑμᾶς ἀνηντλήσαμεν· καὶ μέχρι τοῦ παρόντος ἔτος ἑπτακαιδέκατον ἤδη τριβόμεθα πᾶσιν ἀνθρώποις μαχόμενοι περὶ τῆς κοινῆς ἐλευθερίας.
 
ἀκαταστάτου μὲν γὰρ ἔτι τῆς πολιτείας οὔσης· οἷα γίγνεσθαι φιλεῖ περὶ τὰς μεταβολὰς τὰς αἰφνιδίως γιγνομένας· δυσὶ ταῖς ἐπιφανεστάταις πόλεσι Τυρρηνῶν, Ταρκυνιήταις τε καὶ Οὐιεντανοῖς κατάγειν βουλομένοις τοὺς βασιλεῖς μεγάλῃ στρατιᾷ, παρακινδυνεύσαντες ὀλίγοι πρὸς πολλοὺς διηγωνίσμεθα, καὶ μεγίστην ἀποδειξάμενοι προθυμίαν τούς τʼ ἀντιταχθέντας μάχῃ νικήσαντες ἀπεωσάμεθα, καὶ τῷ περιόντι τῶν ὑπάτων διεσώσαμεν τὴν ἀρχήν.
 
οὐ πολλοῖς δὲ χρόνοις ὕστερον Πορσίναν Τυρρηνῶν βασιλέα κατάγειν καὶ αὐτὸν ἀξιοῦντα τοὺς φυγάδας τῇ τʼ ἐξ ἁπάσης Τυρρηνίας, ἣν αὐτὸς ἐπήγετο, δυνάμει καὶ ταῖς ὑπʼ ἐκείνων ἐκ πολλοῦ συναχθείσαις, οὐκ ἔχοντες ἀξιόμαχον χεῖρα καὶ διὰ τοῦτο κατακλεισθέντες εἰς πολιορκίαν τε καὶ ἀμηχανίαν καὶ παντὸς πράγματος ἀπορίαν, τῷ πάντα ὑπομεῖναι τὰ δεινὰ φίλον γενόμενον ἠναγκάσαμεν ἀπελθεῖν.
 
τὰ δὲ τελευταῖα τρίτον κάθοδον τῶν βασιλέων παρασκευασαμένων διὰ τοῦ Λατίνων ἔθνους καὶ τριάκοντα πόλεις ἐπαγομένων, ἀντιβολοῦντας ὑμᾶς ὁρῶντες καὶ ὀλοφυρομένους καὶ ἕνα ἕκαστον ἐπιβοώμενον ἑταιρίας τε καὶ συντροφίας καὶ ὁμαιχμίας ἀναμιμνήσκοντας οὐχ ὑπεμείναμεν ἐγκαταλιπεῖν· ἡγησάμενοι δὲ κάλλιστον εἶναι καὶ λαμπρότατον ἀγῶνα τὸν ὑπὲρ ὑμῶν ὁμόσε τοῖς δεινοῖς ἐχωρήσαμεν, μέγιστον δὴ κινδύνων ἀναρρίψαντες ἐκεῖνον, ἐν ᾧ πολλὰ μὲν τραύματα λαβόντες, πολλὰ δὲ σώματα συγγενῶν τε καὶ ἑταίρων καὶ ὁμοσκήνων ἀποβαλόντες, ἐνικήσαμεν τοὺς πολεμίους καὶ τοὺς ἡγεμόνας αὐτῶν ἀπεκτείναμεν καὶ τὴν βασιλικὴν συγγένειαν ἅπασαν διεφθείραμεν.
 
ἃ μὲν δὴ εἰς τὸ συνελευθερῶσαι ὑμᾶς ἀπὸ τῶν τυράννων παρεσχόμεθα ὑπὲρ δύναμιν διὰ τὸ ἑαυτῶν πρόθυμον, οὐχ ὑπὸ τοῦ ἀναγκαίου μᾶλλον εἰς αὐτὸ καταστάντες ἢ ὑπʼ ἀρετῆς, ταῦτʼ ἐστιν. ἃ δʼ εἰς τὸ τιμᾶσθαί τε καὶ ἄρχειν ἑτέρων δυναστείαν τε περιβαλέσθαι μείζω ἢ κατὰ τὴν ἐξ ἀρχῆς δόκησιν ἀκούσατε, καὶ ὅπως, ἐάν τι παρατρέψω τὸν λόγον ἔξω τοῦ ἀληθοῦς, ὥσπερ καὶ ἀρχόμενος εἶπον, ἐναντιώσεσθέ
 
μοι. ὑμῖν γὰρ ἐπειδὴ τὸ ἀσφαλὲς τῆς ἐλευθερίας ἔδοξεν εἶναι βέβαιον, οὐκ ἀπέχρησεν ἐπὶ τούτου μένειν, ἀλλʼ ἐπὶ τὸ τολμᾶν καὶ νεωτεροποιεῖν ὁρμήσαντες, ἐχθρὸν δʼ ἴσως ἅπαν ἡγούμενοι τὸ περιεχόμενον ἐλευθερίας, καὶ μικροῦ δεῖν πρὸς ἅπαντας ἀνθρώπους πόλεμον ἀναδείξαντες, εἰς ἅπαντα τὰ κινδυνεύματα καὶ τοὺς ὑπὲρ τῆς πλεονεξίας ταύτης ἀγῶνας τοῖς ἡμετέροις ᾤεσθε δεῖν καταχρῆσθαι σώμασιν.
 
ὅσας μὲν οὖν πόλεις κατὰ μίαν καὶ δύο πολεμούσας ὑμῖν ὑπὲρ τῆς ἐλευθερίας, τὰς μὲν ἐκ παρατάξεως χειρωσάμενοι, τὰς δὲ τειχομαχίαις ἑλόντες ὑπηκόους ἐποιήσαμεν, ἐῶ. τί γὰρ δεῖ κατὰ μικρὸν λέγειν τὰς πράξεις τοσαύτην ἔχοντας λόγων ἀφθονίαν; ἀλλὰ Τυρρηνίαν ἅπασαν εἰς δώδεκα νενεμημένην ἡγεμονίας καὶ πολλῇ μὲν τῇ κατὰ γῆν, πολλῇ δὲ τῇ κατὰ θάλατταν δυναστείᾳ περιουσιάζουσαν, τίνες ἦσαν οἱ συγκατακτησάμενοι καὶ ποιήσαντες αὐτὴν ὑμῖν ὑπήκοον; Σαβίνους δὲ τουτουσὶ ἔθνος τηλικοῦτον, οἷς διὰ παντὸς ὁ περὶ τῶν πρωτείων πρὸς ὑμᾶς ἦν ἀγών, ποία παρέσχεν ὑμῖν βοήθεια μηκέτι διαμιλλᾶσθαι περὶ τῶν ἴσων; τί δέ; τὰς τῶν Λατίνων τριάκοντα πόλεις, οὐ μόνον δυνάμεως μεγέθει ἐπαιρομένας, ἀλλὰ καὶ ἐπὶ τῷ δικαιότερα ἀξιοῦν μεγάλα φρονούσας, τίνες ἦσαν οἱ καταδουλωσάμενοι καὶ παρασχόντες ὑπὲρ ἀνδραποδισμοῦ καὶ κατασκαφῆς τῶν πόλεων δεομένας καταφυγεῖν ἐφʼ ὑμᾶς;
 
ἐῶ τἆλλα, ὅσα οὔπω διαστασιάζοντες πρὸς ὑμᾶς καὶ αὐτοί μέν γε μεταποιούμενοι τῶν ἐκ τῆς ἀρχῆς ἐλπίδων συνεκινδυνεύσαμεν ὑμῖν. ἀλλʼ ἐπειδὴ φανερῶς ἤδη τυραννίδα περιβεβλημένοι τὴν ἀρχὴν καὶ ἡμῖν ὥσπερ δούλοις παραχρώμενοι ἐξηλέγχθητε, ἡμεῖς τʼ οὐκέτι ὅμοιοι ταῖς πρὸς ὑμᾶς διανοίαις διαμένοντες, ἐν δὲ τούτῳ καὶ τὰ ὑπήκοα ὀλίγου δεῖν πάντα ἐπανίστατο, ἀρξάντων μὲν τῆς ἀποστάσεως Οὐολούσκων, ἀκολουθησάντων δʼ αὐτοῖς Αἰκανῶν Ἑρνίκων Σαβίνων ἄλλων συχνῶν, ἐδόκει τε οἷος οὐχ ἕτερος εἶναι καιρός, εἰ βουλομένοις ἡμῖν ἦν, δυεῖν ἐξεργάσασθαι θάτερον, ἢ καταλύσασθαι τὴν ἀρχὴν ὑμῶν ἢ πρὸς τὸ λοιπὸν ἀποδεῖξαι μετριωτέραν, ἆρα μέμνησθε, εἰς οἵαν ἀπόγνωσιν τῆς ἀρχῆς ἤλθετε καὶ ὡς ἐν παντὶ δὴ ἀθυμίας ἐγένεσθε, εἴτε μὴ συναρούμεθα τῶν ἀγώνων ὑμῖν, εἴτε ὀργῇ ἐφέντες ὡς τοὺς πολεμίους τρεψόμεθα, καὶ ὅσας δεήσεις καὶ ὑποσχέσεις ἐποιήσασθε;
 
τί οὖν οἱ ταπεινοὶ καὶ πρὸς ὑμῶν ὑβρισμένοι τότε ἐποιήσαμεν; ἡττηθέντες τῶν δεήσεων καὶ πεισθέντες ταῖς ὑποσχέσεσιν, αἷς ὁ βέλτιστος οὑτοσὶ Σερουίλιος ὑπατεύων τότε πρὸς τὸν δῆμον ἐποιήσατο, οὐθὲν μὲν ἐμνησικακήσαμεν ὑμῖν τῶν πάλαι, χρηστὰ δὲ περὶ τοῦ μέλλοντος ἐλπίσαντες χρόνου, παρέσχομεν ὑμῖν ἑαυτούς, καὶ πάντα τὰ πολέμια ἐν ὀλίγῳ κατεργασάμενοι χρόνῳ παρῆμεν ἄγοντες αἰχμαλώτους πολλοὺς καὶ λείας καλάς.
 
ἀνθʼ ὧν τίνας ἡμῖν χάριτας ἀπεδώκατε; ἆρά γε δικαίας καὶ τῶν κινδύνων ἀξίας; πόθεν; πολλοῦ γε καὶ δεῖ. ἐψεύσασθε μέν γε καὶ τὰς ὑποσχέσεις, ἃς ἐκελεύσατε τὸν ὕπατον ὑπὲρ τοῦ κοινοῦ ποιήσασθαι, αὐτὸν δὲ τὸν ἄνδρα τουτονὶ τὸν βέλτιστον, ᾧ κατεχρήσασθε πρὸς τὸν φενακισμόν, ἄμοιρον ἐποιήσατε τοῦ θριάμβου πάντων μάλιστʼ ἀνθρώπων ἄξιον ὄντα τῆς τιμῆς ταύτης τυχεῖν, οὐκ ἐξ ἄλλου τινὸς προσθέντες αὐτῷ τὴν ὕβριν, ἀλλʼ ὅτι τὰ δίκαια ποιεῖν ὑμᾶς ὡς ὑπέσχεσθε ἠξίου καὶ ἀγανακτῶν ἐπὶ τῷ φενακισμῷ δῆλος ἦν.
 
ἔναγχος δὲ δὴ τοῦ χρόνου· τουτὶ γὰρ ἔτι προσθεὶς τῷ περὶ τοῦ δικαίου λόγῳ παύσομαι· ὅθʼ ὑμῖν Αἰκανοί τε καὶ Σαβῖνοι καὶ Οὐολοῦσκοι μιᾷ γνώμῃ χρησάμενοι αὐτοί τʼ ἐπανίσταντο καὶ τοὺς ἄλλους παρεκάλουν, οὐκ ἐφʼ ἡμᾶς ἠναγκάσθητε καταφυγεῖν τοὺς ταπεινοὺς καὶ φαύλους οἱ σεμνοὶ καὶ βαρεῖς, πάντα ὑπισχνούμενοι ὑπὲρ τῆς τότε σωτηρίας; καὶ ἵνα μὴ ἐξαπατᾶν ἡμᾶς αὖθις δοκῆτε, ὃ πολλάκις ἐποιήσατε, προκάλυμμα τῆς ἀπάτης Μάνιον Οὐαλέριον τουτονὶ τὸν φιλοδημότατον ἄνδρα εὕρεσθε· ᾧ πιστεύσαντες ἡμεῖς ὡς οὐκ ἂν ὑπὸ δικτάτορός τε καὶ ταῦτα χρηστοῦ περὶ ἡμᾶς ἀνδρὸς φενακισθησόμενοι συνηράμεθα ὑμῖν καὶ τοῦδε τοῦ πολέμου καὶ τοὺς ἐχθροὺς ἐνικῶμεν οὐ μικροὺς οὐδʼ ὀλίγους οὐδʼ ἀφανεῖς ἀγῶνας ὑπομείναντες.
 
θᾶττον δʼ ἢ κατὰ τὴν ἁπάντων ἐλπίδα τέλος εἰληφότος τὸ κάλλιστον τοῦ πολέμου τοσοῦτον ἀπέσχετε τοῦ χαίρειν καὶ πολλὴν εἰδέναι τῷ δήμῳ χάριν, ὥστε κατέχειν ἡμᾶς ἔτι ἠξιοῦτε ἄκοντας ὑπὸ ταῖς σημαίαις ἐν τοῖς ὅπλοις, ἵνα παρέλθητε τὰς ὑποσχέσεις ὥσπερ ἐξ ἀρχῆς διέγνωτε. οὐχ ὑπομένοντος δὲ τοῦ ἀνδρὸς τὸν φενακισμὸν οὐδὲ τὴν αἰσχύνην τοῦ ἔργου, ἀλλʼ εἰσενέγκαντος εἰς τὴν πόλιν τὰ σημεῖα καὶ διαφέντος ἐπὶ τὰ οἰκεῖα τὰς δυνάμεις, πρόφασιν ποιησάμενοι ταύτην τοῦ μὴ τὰ δίκαια ποιεῖν τοῦτον ὑβρίσατε, τῶν δὲ πρὸς ἡμᾶς ὁμολογιῶν οὐδεμίαν ἐφυλάξατε, ἀλλʼ ἐν τῷ αὐτῷ τρία τὰ μέγιστα παρηνομήσατε, τὸ ἀξίωμα τῆς βουλῆς καταλύσαντες καὶ τὴν πίστιν τοῦ ἀνδρὸς διαφθείραντες καὶ τοῖς εὐεργέταις ἀνόνητον ποιήσαντες τὴν χάριν τῶν πόνων.
 
ταῦτα δὴ καὶ ἄλλα πρὸς τούτοις ὅμοια πολλὰ ἔχοντες λέγειν πρὸς ὑμᾶς οὐκ ἀξιοῦμεν, ὦ πατρίκιοι, πρὸς ἱκεσίας καὶ δεήσεις ὑμῶν τραπέσθαι, οὐδʼ ὥσπερ οἱ τὰ δεινὰ δεδρακότες ἐπʼ ἀδείᾳ καὶ ἀμνηστίᾳ κάθοδον λαμβάνειν. οὐ μὴν ἀκριβολογεῖσθαί γε περὶ τούτων ἐν τῷ παρόντι οἰόμεθα χρῆναι, ἐπειδὴ περὶ ὁμονοίας διαλεξόμενοι συνεληλύθαμεν, ἀλλʼ ἀμελείᾳ καὶ λήθῃ παραδόντες αὐτὰ φέρομεν.
 
ἐφʼ οἷς δὲ πρεσβεύετε καὶ τίνων δεόμενοι ἥκετε, τί οὐ λέγετε φανερῶς; ἐπὶ ποίαις ἐλπίσι κατελθεῖν ἡμᾶς εἰς τὴν πόλιν ἀξιοῦτε; ποίαν ἡγεμόνα τῆς ὁδοῦ λαβόντας τύχην; τίνος ὑποδεξομένης ἡμᾶς εὐθυμίας ἢ χαρᾶς; οὐδὲν γὰρ ἄχρι τοῦδε φιλάνθρωπον ὑμῶν ἢ χρηστὸν προτεινομένων ἀκούομεν, οὐ τιμάς, οὐκ ἀρχάς, οὐκ ἐπανόρθωσιν ἀπορίας, οὐκ ἄλλο ἁπλῶς οὐδʼ ὁτιοῦν. καίτοι οὐ λέγειν ὑμᾶς ἐχρῆν, ἃ μέλλετε ποιεῖν, ἀλλὰ ποιήσαντες λέγειν, ἵνα προειληφότες ἤδη τι ἔργον ἀπʼ εὐνοίας γενόμενον καὶ τὰ λοιπὰ
 
τοιαῦτα ἔσεσθαι εἰκάσωμεν. οἴομαι τοίνυν πρὸς ταῦτα ἐρεῖν αὐτούς, ὅτι περὶ πάντων ἥκουσιν. αὐτοκράτορες, ὥσθʼ, ὅ τι ἂν πείσωμεν ἀλλήλους, τοῦτʼ ἔσται κύριον. ἔστω ταῦτʼ ἀληθῆ· γιγνέσθω τἀκόλουθα τούτοις· οὐδὲν ἀντιλέγω. βούλομαι δὲ τὰ μετὰ ταῦτʼ ἐσόμενα παρʼ αὐτῶν μαθεῖν, ἐπειδὰν εἴπωμεν ἡμεῖς, ἐφʼ οἷς ἀξιοῦμεν ποιεῖσθαι τὴν κάθοδον καὶ συγχωρηθῇ ταῦτα ὑπὸ τούτων, τίς ἐγγυητὴς ἔσται τῶν ὁμολογιῶν ἡμῖν;
 
τίνι πιστεύσαντες ἀσφαλείᾳ τὰ ὅπλα θήσομεν ἐκ τῶν χειρῶν καὶ καταστήσομεν αὖθις εἰς τὴν τούτων ἐξουσίαν τὰ σώματα; πότερον τοῖς ψηφίσμασι τῆς βουλῆς τοῖς ὑπὲρ τούτων γραφησομένοις, οὐ γὰρ δὴ γεγραμμένοις; καὶ τί πάλιν κωλύσει ἑτέροις ἀκυρωθῆναι ταῦτα ψηφίσμασιν, ὅταν Ἀππίῳ καὶ τοῖς ὅμοια φρονοῦσιν ἐκείνῳ φανῇ; ἢ τοῖς ἀξιώμασι τῶν πρεσβευτῶν, οἳ τὰς ἑαυτῶν παρέχονται πίστεις; ἀλλὰ διὰ τῶν ἀνδρῶν τούτων καὶ πρότερον ἡμᾶς ἐξηπάτησαν. ἢ ταῖς ἐπὶ τῶν θεῶν ὁμολογίαις διʼ ὅρκων τὰ πιστὰ πορισάμενοι παρʼ αὐτῶν; ἀλλʼ ἔγωγʼ ὑπὲρ ἅπασαν πίστιν ἀνθρωπίνην ταύτην δέδοικα, ἣν ὑπὸ τῶν ἐν ταῖς ἡγεμονίαις ὄντων καταφρονουμένην ὁρῶ, καὶ τὰς ἀκουσίους συμβάσεις τοῖς ἄρχειν ἀξιοῦσι πρὸς τοὺς ἐλευθερίας μεταποιουμένους, οὐ νῦν πρῶτον, ἀλλὰ καὶ πολλάκις ἤδη καταμαθών, ἐπίσταμαι τοσοῦτον ἰσχυούσας χρόνον, ὅσον ἂν αὐτῶν αἱ ἀνάγκαι κρατῶσι.
 
τίς οὖν ἡ τοιαύτη φιλία καὶ πίστις, ἐν ᾗ παρὰ γνώμην ἀλλήλους θεραπεύειν ἀναγκασθησόμεθα φυλάττοντες τοὺς οἰκείους ἑκάτεροι καιρούς; ὑποψίαι δὲ δὴ τό γε μετὰ τοῦτο καὶ διαβολαὶ συνεχεῖς κατʼ ἀλλήλων φθόνοι τε καὶ μίση καὶ πᾶσʼ ἄλλη κακῶν ἰδέα καὶ πολὺς ὁ περὶ τοῦ φθάσαι διολέσαντας τὸ ἀντίπαλον ἀγών, ὡς ἐν τῷ μέλλειν κειμένου τοῦ παθεῖν.
 
πολέμου δὲ πολιτικοῦ ὡς ἅπαντες ἴσασι κάκιον χρῆμα οὐδέν, ἐν ᾧ τὰ μὲν κρατηθέντα ἀτυχεῖ, τὰ δὲ κρατήσαντα ἀδικεῖ, καὶ περίεστι τοῖς μὲν ὑπὸ τῶν φιλτάτων ἀπόλλυσθαι, τοῖς δὲ τὰ φίλτατα διολέσαι. ἐπὶ τοιαύταις δὴ τύχαις καὶ συμφοραῖς οὐκ εὐκταίας μήτε ὑμεῖς, ὦ πατρίκιοι, καλεῖτε ἡμᾶς, μήτε ἡμεῖς αὐτοῖς ὑπακούωμεν, ὦ δημόται, ἀλλʼ, ὡς διῄρηκεν ἡμᾶς ἀπʼ ἀλλήλων ἡ τύχη, στέργωμεν. ἐχέτωσαν μὲν οὖν οὗτοι τὴν πόλιν ὅλην καὶ καρπούσθωσαν ἡμῶν δίχα καὶ τῶν ἄλλων ἀγαθῶν ἁπάντων ἀπολαυέτωσαν μόνοι, τοὺς ταπεινοὺς καὶ ἀδόξους δημότας ἐκβαλόντες ἐκ τῆς πατρίδος· ἀπαλλαττώμεθα δʼ ἡμεῖς, ὅποι ποτʼ ἂν ἡμᾶς ὁ δαίμων ἄγῃ τόπον ἀλλότριον ἐκλιπεῖν νομίσαντες, οὐ πόλιν ἰδίαν.
 
οὔτε γὰρ ἡμῶν τινι ἐνθάδε ὑπολείπεται κλῆρος γῆς οὔτε πατρῷον ἐφέστιον οὔτε ἱερὰ κοινὰ οὔτε ἀξίωμα ὡς ἐν πατρίδι, ὧν περιεχόμενοι φιλοχωροῖμεν ἂν καὶ παρὰ γνώμην μένειν, ἀλλʼ οὐδʼ ἡ μετὰ τῶν ὅπλων τοῖς σώμασι μετὰ πολλῶν πόνων ἐλευθερία· ἐπεὶ τὰ μὲν οἱ πολλοὶ πόλεμοι διέφθειραν, τὰ δʼ ἡ τῶν καθʼ ἡμέραν ἀναγκαίων σπάνις ἐξανήλωσε, τὰ δʼ ὑπὸ τῶν ὑπερηφάνων δανειστῶν τούτων ἀφῃρέθημεν· οἷς τελευτῶντες ἠναγκαζόμεθα τοὺς ἑαυτῶν κλήρους οἱ δείλαιοι γεωργεῖν, σκάπτοντες φυτεύοντες ἀροῦντες ποίμνια νέμοντες ὁμόδουλοι τοῖς ἑαυτῶν δορικτήτοις ἀνδραπόδοις ὄντες, οἱ μὲν ἁλύσει δεθέντες, οἱ δὲ πέδαις, οἱ δʼ ὥσπερ τὰ χαλεπώτατα τῶν θηρίων κλοιοῖς καὶ μύδροις.
 
αἰκίας δὲ δὴ καὶ προπηλακισμοὺς καὶ μάστιγας καὶ πόνους ἐκ νυκτὸς εἰς νύκτα καὶ πᾶσαν ἄλλην ὠμότητα καὶ ὕβριν καὶ ὑπερηφανίαν, ἣν ὑπεμείναμεν, ἐῶ. τοσούτων οὖν καὶ τηλικούτων ἀπηλλαγμένοι κακῶν ὑπὸ τοῦ δαίμονος, ὅση σπουδὴ καὶ δύναμις ἑκάστῳ πάρεστι φεύγωμεν ἀπʼ αὐτῶν ἄσμενοι τύχην καὶ θεὸν οἵπερ ἡμᾶς σώζουσιν ἡγεμόνας τῆς ὁδοῦ ποιησάμενοι, πατρίδα νομίζοντες τὴν ἐλευθερίαν καὶ πλοῦτον τὴν ἀρετήν. πᾶσα γὰρ ἡμᾶς ὑποδέξεται γῆ κοινωνούς, τὰ μὲν ἀλύπους ἐσομένους τοῖς ὑποδεξαμένοις, τὰ δʼ ὠφελίμους.
 
παραδείγματα δὲ τούτων γενέσθωσαν ἡμῖν πολλοί τε Ἕλληνες πολλοί τε βάρβαροι, μάλιστα δʼ οἱ τούτων τε καὶ ἡμῶν πρόγονοι· ὧν οἱ μὲν μετʼ Αἰνείου συναναστάντες ἐκ τῆς Ἀσίας εἰς τὴν Εὐρώπην ἐν τῇ Λατίνων γῇ πόλιν ᾤκισαν, οἱ δʼ ὕστερον ἐξ Ἄλβας ἀναστάντες Ῥωμύλου τὴν ἀποικίαν ἄγοντος ἐν τοῖσδε τοῖς τόποις ἱδρύσαντο τὴν ὑφʼ ἡμῶν ἐκλειπομένην.
 
ὑπάρχει τε ἡμῖν δύναμις οὐκ ὀλίγῳ πλείων μόνον τῆς ἐκείνοις γενομένης, ἀλλὰ καὶ τριπλασία, καὶ πρόφασις δικαιοτέρα τῆς μεταναστάσεως. οἱ μέν γε ἐξ Ἰλίου μεταναστάντες ὑπὸ πολεμίων ἐξηλαύνοντο, ἡμεῖς δʼ αὐτόθεν ὑπὸ φίλων· ἐλεεινότερον δὲ δήπου τὸ πρὸς τῶν οἰκείων ἢ τῶν ἀλλοτρίων ἐλαύνεσθαι. οἱ δὲ Ῥωμύλῳ
 
συναράμενοι τῆς στρατείας ἐπὶ τῷ κτήσασθαι κρείττονα γῆν ὑπερεῖδον τῆς πατρῴας· ἡμεῖς δὲ τὸν ἄπολιν καὶ τὸν ἀνέστιον ἐκλείποντες βίον, οὔτε θεοῖς ἐπίφθονον οὔτε ἀνθρώποις λυπηρὰν οὔτε γῇ τινι βαρεῖαν στέλλομεν ἀποικίαν, ἀλλʼ οὐδὲ διʼ αἵματος καὶ φόνων ἐμφυλίων ἐλθόντες πρὸς τοὺς ἀπελαύνοντας ἡμᾶς, οὐδὲ πυρὶ καὶ σιδήρῳ κακώσαντες τὴν ἐκλειπομένην γῆν, οὐδʼ ἄλλο μνημόσυνον οὐδὲν αἰωνίου καταλιπόντες ἔχθρας, ὡς ταῖς παρεσπονδημέναις φυγαῖς καὶ εἰς ἀβουλήτους ἀνάγκας κατακλεισθείσαις ἔθος ἐστὶ
 
δρᾶν. θεούς τε ἐπιμαρτυράμενοι καὶ δαίμονας, οἳ τὰ θνητὰ πάντα κατὰ δίκην ἄγουσι, καὶ καταλιπόντες ἐκείνοις ἀναπράξασθαι τὰς ὑπὲρ ἡμῶν δίκας, ἐκεῖνο μόνον ἀξιοῦμεν, οἷς ἐστιν ἡμῶν ἐν τῇ πόλει τέκνα νήπια καὶ γονεῖς καὶ εἴ τινες ἄρα γυναῖκες ἡμῖν ἐθελήσουσι κοινωνεῖν τῆς τύχης, τὰ σώματʼ ἀπολαβεῖν. ταῦθʼ ἡμῖν ἀπόχρη λαβεῖν, καὶ οὐκέτι οὐδενὸς ἄλλου δεόμεθα τῶν ἐκ τῆς πατρίδος. ἀλλʼ εὐτυχεῖτε καὶ ζῆτε βίον, ὃν ἂν προαιρῆσθε, οὕτως ἀπολίτευτα καὶ ἀκοινώνητα πρὸς τοὺς ταπεινοτέρους φρονοῦντες.
 
ὁ μὲν δὴ Βροῦτος τοιούτους εἰπὼν λόγους ἐπαύσατο· τοῖς δὲ παροῦσιν, ὅσα τε περὶ τῶν δικαίων εἶπεν, ἀληθῆ εἶναι ἐδόκει καὶ ὅσα τῆς ὑπεροψίας τοῦ συνεδρίου κατηγόρησε, μάλιστα δʼ ἐν οἷς τὸ ἀσφαλὲς τῶν ὁμολογιῶν δόλου μεστὸν ἀπεδείκνυε καὶ ἀπάτης. ἐπεὶ δὲ τὰς ὕβρεις τελευτῶν διῆλθεν, ἃς ἦσαν ὑβρισμένοι ὑπὸ τῶν δανειστῶν, καὶ τῶν οἰκείων ἕκαστον ἀνέμνησε κακῶν, οὐδεὶς ἦν στερρὸς οὕτω τὴν διάνοιαν, ὃς οὐκ ἐξεχεῖτο τοῖς δάκρυσι καὶ ἀνεκλαίετο τὰς κοινὰς συμφοράς· καὶ τοῦτʼ οὐκ αὐτοῖς μόνοις συνέβαινε παθεῖν, ἀλλὰ καὶ τοῖς παρὰ τῆς βουλῆς ἥκουσιν. οὐδὲ γὰρ οἱ πρέσβεις τὰ δάκρυα κατέχειν ἴσχυον ἐνθυμούμενοι τὰς ἐκ τοῦ διοικισμοῦ τῆς πόλεως ἀτυχίας, καὶ πολὺς ἦν χρόνος ἐν ᾧ κατηφεῖς καὶ δεδακρυμένοι καὶ
 
τί χρὴ λέγειν ἀποροῦντες εἱστήκεσαν. ἐπειδὴ δʼ ὅ τε πολὺς θρῆνος ἐπαύσατο καὶ σιωπὴ κατέσχε τὴν ἐκκλησίαν, παρῆλθεν ἀπολογησόμενος πρὸς ταῦτα, ὅσπερ ἐδόκει τῶν ἄλλων πολιτῶν ἡλικίᾳ τε προὔχειν καὶ ἀξιώσει, Τῖτος Λάρκιος, ὃς δὶς ἀποδειχθεὶς ὕπατος δυναστείᾳ τῇ καλουμένῃ δικτατορίᾳ κράτιστα πάντων ἀνθρώπων χρησάμενος ἱερὰν καὶ σεβασμοῦ μεστὴν ἐποίησε νομισθῆναι τὴν ἐπίφθονον ἀρχήν.
 
ἐπιβαλλόμενος δὲ περὶ τοῦ δικαίου ποιεῖσθαι λόγους, καὶ τὰ μὲν τοῖς δανειστικοῖς ἐγκαλῶν ὡς ὠμὰ καὶ ἀπάνθρωπα διαπεπραγμένοις, τὰ δὲ τῶν πενήτων καθαπτόμενος ὡς οὐ δικαίως ἀξιούντων βίᾳ μᾶλλον ἀφεῖσθαι τῶν ὀφειλημάτων ἢ χάριτι, καὶ ὡς τὴν βουλὴν οὐκ ὀρθῶς δι’ ὀργῆς ἐχόντων ἐπὶ τῷ μηθενὸς τῶν μετρίων παρʼ
 
αὐτῆς τυγχάνειν, μᾶλλον ἢ οὐχὶ τοὺς αἰτίους· πειρώμενός τʼ ἀποφαίνειν βραχὺ μὲν ὑπάρχον τοῦ δήμου τὸ μὴ κατὰ γνώμην ἀδικοῦν, ὑπὸ δὲ μήκους ἀπορίας ἠναγκασμένον αἰτεῖσθαι τὴν ἄφεσιν, τὸ δὲ πλεῖον ἀκολασίᾳ καὶ ὕβρει καὶ τῷ καθʼ ἡδονὰς ζῆν ἐφεικὸς καὶ δι’ ἁρπαγῆς ἐκ τῶν ἀλλοτρίων ὑπηρετεῖν ταῖς ἐπιθυμίαις παρεσκευασμένον, διακρίνεσθαί τε οἰόμενος δεῖν ἀπὸ τῶν ἐλεεινῶν τὰ πονηρὰ καὶ ἀπὸ τῶν φιλανθρωπίας δεομένων τὰ μίσους ἄξια, καὶ τοιούτους τινὰς ἄλλους καθιστάμενος λόγους ἀληθεῖς μέν, οὐχ ἅπασι δὲ τοῖς ἀκούουσι κεχαρισμένους, οὐκ ἔπειθεν, ἀλλὰ θροῦς ἦν ἐφʼ ἑκάστῳ πολὺς καὶ τῶν μὲν ἀγανακτήσεις ὡς ἐξαιμάττοντος τὰς λύπας, τῶν δʼ ἐξομολογήσεις ὡς οὐδὲν τῶν ἀληθῶν ἀποκρυπτομένου· ἔλαττον δὲ πολλῷ τοῦτʼ ἦν θατέρου τὸ μέρος, ὥστʼ ἠφανίζοντο τῷ πολλῷ καὶ περιῆν ἡ τοῦ ἀγανακτοῦντος βοή.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme