Book 6
45.2
ὡς δὲ προῆλθον ἔξω τῆς πόλεως οἱ ὕπατοι τὰς δυνάμεις ἔχοντες καὶ τὰς παρεμβολὰς οὐ πρόσω ἀπʼ ἀλλήλων ἔθεντο, συνελθόντες οἱ στρατιῶται εἰς ἓν ἅπαντες, ὅπλων τε καὶ σημείων ὄντες κύριοι, Σικιννίου τινὸς Βελλούτου παροξύναντος αὐτοὺς ἀφίστανται τῶν ὑπάτων ἁρπάσαντες τὰ σημεῖα· τιμιώτατα γὰρ Ῥωμαίοις ταῦτʼ ἐπὶ στρατείας καὶ ὥσπερ ἱδρύματα θεῶν ἱερὰ νομίζονται· λοχαγούς τε ἑτέρους καὶ περὶ πάντων ἄρχοντα τὸν Σικίννιον ἀποδείξαντες, ὄρος τι καταλαμβάνονται πλησίον Ἀνίητος ποταμοῦ κείμενον, οὐ πρόσω τῆς Ῥώμης, ὃ νῦν ἐξ ἐκείνου Ἱερὸν ὄρος καλεῖται.
45.3
τῶν δʼ ὑπάτων καὶ λοχαγῶν μετακαλούντων αὐτοὺς ἅμα δεήσει καὶ οἰμωγῇ καὶ πολλὰ ὑπισχνουμένων ἀπεκρίνατο ὁ Σικίννιος· τίνα γνώμην ἔχοντες, ὦ πατρίκιοι, οὓς ἀπηλάσατε ἐκ τῆς πατρίδος καὶ ἀντʼ ἐλευθέρων δούλους ἐποιήσατε, νῦν μετακαλεῖτε; ποίᾳ δὲ πίστει τὰς ὑποσχέσεις ἡμῖν ἐμπεδώσετε, ἃς πολλάκις ἤδη ψευσάμενοι ἐλέγχεσθε; ἀλλʼ ἐπειδὴ μόνοι τὴν πόλιν ἀξιοῦτε κατέχειν, ἄπιτε μηδὲν ὑπὸ τῶν πενήτων καὶ ταπεινῶν ἐνοχλούμενοι· ἡμῖν δʼ ἀρκέσει πᾶσα γῆ, ἐν ᾗ ἂν τὸ ἐλεύθερον ἔχωμεν, ὁποία ποτʼ ἂν ᾖ, νομίζεσθαι πατρίς.
46.1
ὡς δʼ ἠγγέλθη ταῦτα τοῖς ἐν τῇ πόλει, πολὺς θόρυβος καὶ οἰμωγὴ ἦν καὶ διὰ τῶν στενωπῶν δρόμος, τοῦ μὲν δήμου καταλιπεῖν τὴν πόλιν παρασκευαζομένου, τῶν δὲ πατρικίων ἀποτρέπειν ἀξιούντων καὶ βίαν τοῖς μὴ βουλομένοις προσφέρειν· βοή τε περὶ τὰς πύλας καὶ πολὺς ἀνακλαυθμὸς ἦν λόγοι τε κατʼ ἀλλήλων ἐχθροὶ καὶ ἔργα πολεμίων ἐγίνοντο οὐκέτι διακρίνοντος οὐδενὸς οὔτε ἡλικίαν οὔτε ἑταιρίαν οὔτε ἀξίωσιν ἀρετῆς.