Book 6
44.3
εἰ μὲν οὖν ἀκμάζοντί μοι τὸ σῶμα ταῦτα προσέπεσε, δῆλον ἂν ἔργῳ ἐποίησα τοῖς ἐχθροῖς, οἷον ὄντα με ἄνδρα προὐπηλάκισαν· ἐπειδὴ δʼ ὑπὲρ ἑβδομήκοντα ἔτη γέγονα καὶ οὐ δυνατὸς ἔτι ἀμύνειν ἑαυτῷ εἰμι ὁρῶ τε, ὅτι οὐκ ἂν ἔτι ὑπʼ ἐμοῦ παύσαιτο ἡ στάσις ὑμῶν, ἀποτίθεμαι τὴν ἀρχὴν καὶ ἐπὶ τοῖς βουλομένοις τὸ σῶμα ἐμαυτοῦ ποιῶ, εἴ τι οἴονται ὑπʼ ἐμοῦ ἐξηπατῆσθαι, χρήσασθαί μοι ὅτι ἂν δικαιῶσι.
45.1
ταῦτʼ εἰπὼν τὸ μὲν δημοτικὸν ἅπαν εἰς συμπάθειαν ὑπηγάγετο, καὶ προὔπεμψαν αὐτὸν ἐκ τῆς ἀγορᾶς ἀπιόντα· τὴν δὲ βουλὴν ἔτι χαλεπωτέραν αὐτῷ γενέσθαι παρεσκεύασεν. εὐθὺς δὲ μετὰ τοῦτο τάδε ἐγίνετο· οἱ μὲν πένητες οὐκέτι κρύφα οὐδὲ νύκτωρ ὡς πρότερον, ἀλλʼ ἀναφανδὸν ἤδη συνιόντες ἐβούλευον ἀπόστασιν ἐκ τῶν πατρικίων· ἡ δὲ βουλὴ κωλύειν διανοουμένη τοῖς ὑπάτοις ἐπέταξε μήπω λύειν τὰ στρατεύματα. τῶν γὰρ τριῶν ταγμάτων ἑκάτερος ἔτι κύριος ἦν τοῖς στρατιωτικοῖς ὅρκοις κατειργομένων καὶ οὐδεὶς ἀπολείπεσθαι τῶν σημείων ἠξίου· τοσοῦτον ἴσχυσεν ὁ τῶν ὅρκων ἐν ἑκάστῳ φόβος. πρόφασις δὲ κατεσκευάσθη τῆς στρατείας, ὡς Αἰκανῶν καὶ Σαβίνων συνεληλυθότων εἰς ἓν ἐπὶ τῷ κατὰ Ῥωμαίων πολέμῳ.