Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 6

40.2 ὥστʼ οὐ διδαχῆς ὑμῖν δεομένοις ὅτι βεβαιώσομεν τῷ δήμῳ τὸ ἐλεύθερον, οἵπερ καὶ ἐξ ἀρχῆς αὐτὸ ἐδώκαμεν, οἱ λόγοι ἔσονται, ἀλλὰ παρακλήσεως μετρίας, ἵνα πιστεύητε ἡμῖν, ὅ τι ἂν ὑποσχώμεθα, ἐμπεδώσειν. ἡλικίας γάρ, ἣ τὸ φενακίζειν ἥκιστα ἐπιδέχεται, ἐπὶ τὸ τέλειον ἥκομεν, καὶ ἀξιώσεως, ἣ τοῦ ῥᾳδιουργεῖν ἐλάχιστον φέρεται μέρος, ἀρκούντως ἔχομεν, χρόνον τε οὐχ ἑτέρωθί που τὸν λειπόμενον βιοτεύειν μέλλομεν, ἀλλʼ ἐν ὑμῖν δίκας, ὧν ἂν ἐξαπατῆσαι δοκῶμεν, ὑφέξοντες.
40.3 ταῦτα μὲν οὖν, ὥσπερ ἔφην, ὡς οὐ μακρῶν δεόμενος λόγων πρὸς εἰδότας, ἐάσω. ὃ δέ μοι δοκεῖτε παθόντες ὑφʼ ἑτέρων εἰκότως ἐπὶ πάντων ὑποπτεύειν, ὁρῶντες αἰεί τινα τῶν παρακαλούντων ὑμᾶς ἐπὶ τοὺς πολέμους ὑπάτων ὑπισχνούμενον, ὧν ἂν δέησθε, παρὰ τῆς βουλῆς διαπράξεσθαι, μηδὲν δʼ ἐπὶ τέλος ἄγοντα τῶν ὁμολογηθέντων· τοῦτο ὡς οὐ δικαίως ἂν ὑποπτεύοιτε καὶ περὶ ἐμοῦ, δυσὶν ἂν τοῖσδε μάλιστα πιστωσαίμην, τῷ τε μὴ ἂν ἐμοὶ τὴν βουλὴν εἰς τοῦτο τὸ λειτούργημα, ἑτέρων ὄντων τῶν ἐπιτηδειοτέρων, τῷ φιλοδημοτάτῳ δοκοῦντι εἶναι καταχρήσασθαι· καὶ τῷ μὴ ἂν αὐτοκράτορι κοσμῆσαι ἀρχῇ, διʼ ἣν τὰ δόξαντά μοι κράτιστα εἶναι καὶ δίχʼ ἐκείνης ἐπικυροῦν δυνήσομαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme