Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 6

20.4 ἀδιόρθωτα ἀδικούντων. μωρίας δὲ πολλῆς εἶναι καὶ ἀναλγησίας ἔργον· οὐ γὰρ δὴ φιλανθρωπίας οὐδὲ μετριότητος· τὸν τῶν ἀποικισάντων σφᾶς φθόνον, ἐπεὶ πέρα τοῦ δέοντος ἔδοξεν εἶναι βαρὺς καὶ ἀφόρητος, οὐκ ἀνασχομένους τὸν τῶν ὁμογενῶν ὑπομένειν τούς τʼ ἐν ἐλάττοσι πείραις ἐλεγχθέντας πολεμίους ἀφαιρέσει πόλεως ζημιώσαντας, παρὰ τῶν πολλάκις τὸ μῖσος ἀδιάλλακτον ἀποδειξαμένων μηδεμίαν εἰσπράξασθαι δίκην.
20.5 ταῦτʼ εἰπὼν καὶ τὰς ἀποστάσεις τῶν Λατίνων ἁπάσας ἐξαριθμησάμενος τῶν τʼ ἀπολομένων ἐν τοῖς πρὸς αὐτοὺς πολέμοις Ῥωμαίων τὸ πλῆθος ὅσον ἦν ἀναμνήσας, ἠξίου τὸν αὐτὸν τρόπον χρήσεσθαι καὶ τούτοις, ὃν ἐχρήσαντο Ἀλβανοῖς πρότερον· τὰς μὲν οὖν πόλεις αὐτῶν ἀνελεῖν καὶ τὴν χώραν αὐτῶν τῇ Ῥωμαίων προσθεῖναι, τῶν δʼ ἀνθρώπων τοὺς μὲν εὔνοιάν τινα· πρὸς αὐτοὺς ἀποδειξαμένους ἔχοντας τὰ σφέτερα πολίτας ποιήσεσθαι, τοὺς δʼ αἰτίους τῆς ἀποστάσεως, ὑφʼ ὧν αἱ σπονδαὶ διελύθησαν, ὡς προδότας ἀποκτεῖναι· ὅσον δὲ τοῦ δήμου πτωχὸν καὶ ἀργὸν καὶ ἄχρηστον ἐν ἀνδραπόδων ποιήσεσθαι λόγῳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme