Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 6

88.2 τοῦτο μέντοι χαρίσασθε ἡμῖν, ὃ καὶ ὑπὲρ ὑμῶν ἐστιν· ἐπιτρέψατε τῶν πρεσβευτῶν τισιν εἰς τὴν πόλιν ἀφικομένοις δηλῶσαι τῇ βουλῇ ταῦτα· καὶ γὰρ εἰ τὴν ἐξουσίαν παρʼ αὐτῆς ἔχομεν, ὅπως ἂν βουλώμεθα, ποιήσασθαι τὰς διαλλαγὰς αὐτοκράτορες ὄντες τῶν ὑποσχέσεων, αὐτοί γέ τοι λαβεῖν τοῦτʼ οὐ δικαιοῦμεν, ἀλλʼ ἐπειδὴ παρὰ δόξαν ἡμῖν ἀπήντηται πρᾶγμα καινόν, ἀφελόμενοι τὴν ἰδίαν ἐξουσίαν τῷ συνεδρίῳ φέροντες ἀναθήσομεν· πεπείσμεθα μέντοι κᾀκείνῳ ταὐτὰ δόξειν ἅπερ ἡμῖν. ἐγὼ μὲν οὖν ἐνθάδε μενῶ καὶ σὺν ἐμοί τι μέρος τῆς πρεσβείας, Οὐαλέριος δὲ πορεύσεται καὶ οἱ λοιποὶ σὺν
88.3 αὐτῷ. ἐδόκει ταῦτα· καὶ κατὰ σπουδὴν ἀναβάντες ἐπὶ τοὺς ἵππους ἤλαυνον εἰς τὴν πόλιν οἱ μέλλοντες δηλώσειν τῇ βουλῇ τὰ γενόμενα. προθέντων δὲ τῶν ὑπάτων λόγον τοῖς συνέδροις, Οὐαλερίου μὲν ἦν γνώμη διδόναι καὶ ταύτην τῷ δήμῳ τὴν χάριν· Ἄππιος δέ, ὅσπερ ἐξ ἀρχῆς ἠναντιοῦτο ταῖς διαλλαγαῖς, καὶ τότε ἐκ τοῦ φανεροῦ ἀντέλεγε βοῶν καὶ θεοὺς ἐπιμαρτυρόμενος καί, ὅσων μέλλοι σπέρμα κακῶν βαλεῖν, τῇ πολιτείᾳ προλέγων. ἀλλʼ οὐκ ἔπειθε τοὺς πολλοὺς ὡρμηκότας, ὥσπερ εἶπον, διαλύσασθαι τὴν στάσιν. γίνεται δὴ ψήφισμα τῆς βουλῆς, τά τε ἄλλα, ὅσα οἱ πρέσβεις ὑπέσχοντο τῷ δήμῳ, πάντα εἶναι κύρια, καὶ τὴν ἀσφάλειαν,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme