Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 6

87.3 ὑποτυχόντος δὲ τοῦ Μενηνίου καὶ κελεύσαντος λέγειν τὴν ἀσφάλειαν, ἧς ἔτι τὸν δῆμον οἴεται δεῖσθαι, συγχωρήσατε, φησίν, ἡμῖν ἄρχοντας ἀποδεικνύναι καθʼ ἕκαστον ἐνιαυτὸν ἐξ ἡμῶν ὁσουσδήτινας, οἵτινες ἄλλου μὲν οὐδενὸς ἔσονται κύριοι, τοῖς δʼ ἀδικουμένοις ἢ κατισχυομένοις τῶν δημοτῶν βοηθήσουσι καὶ οὐ περιόψονται τῶν δικαίων ἀποστερούμενον οὐθένα· τοῦτο ὑμᾶς ἀντιβολοῦμεν καὶ δεόμεθα πρὸς τοῖς ἄλλοις οἷς δεδώκατε, εἰ μὴ λόγος, ἀλλʼ ἔργον εἰσὶν αἱ διαλλαγαί, δοῦναι καὶ χαρίσασθαι.
88.1 ὁ μὲν οὖν δῆμος ὡς τούτων ἤκουσε, μεγάλῃ βοῇ καὶ μέχρι πολλοῦ κατεχούσῃ τόν τε ἄνδρα ἐπῄνει, καὶ τοὺς πρεσβευτὰς παρεκάλει συγχωρῆσαι σφίσι καὶ τοῦτο. οἱ δὲ πρέσβεις μεταστάντες ἐκ τῆς ἐκκλησίας καὶ διαλεχθέντες ὀλίγα πρὸς ἀλλήλους παρῆσαν οὐ διὰ μακροῦ. σιωπῆς δὲ γενομένης παρελθὼν ὁ Μενήνιος εἶπε· τὸ μὲν πρᾶγμα, ὦ δημόται, μέγα καὶ πολλῶν μεστὸν ὑποψιῶν ἀτόπων· δέος τε καὶ φροντὶς ἡμᾶς εἰσέρχεται, μή ποτε δύο πόλεις ποιήσωμεν ἐν μιᾷ· πλὴν τό γʼ ἐφʼ ἡμῖν εἶναι μέρος οὐδὲ πρὸς ταύτην ἐναντιούμεθα τὴν δέησιν ὑμῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme