Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 6

79.1 πολέμου δὲ πολιτικοῦ ὡς ἅπαντες ἴσασι κάκιον χρῆμα οὐδέν, ἐν ᾧ τὰ μὲν κρατηθέντα ἀτυχεῖ, τὰ δὲ κρατήσαντα ἀδικεῖ, καὶ περίεστι τοῖς μὲν ὑπὸ τῶν φιλτάτων ἀπόλλυσθαι, τοῖς δὲ τὰ φίλτατα διολέσαι. ἐπὶ τοιαύταις δὴ τύχαις καὶ συμφοραῖς οὐκ εὐκταίας μήτε ὑμεῖς, ὦ πατρίκιοι, καλεῖτε ἡμᾶς, μήτε ἡμεῖς αὐτοῖς ὑπακούωμεν, ὦ δημόται, ἀλλʼ, ὡς διῄρηκεν ἡμᾶς ἀπʼ ἀλλήλων ἡ τύχη, στέργωμεν. ἐχέτωσαν μὲν οὖν οὗτοι τὴν πόλιν ὅλην καὶ καρπούσθωσαν ἡμῶν δίχα καὶ τῶν ἄλλων ἀγαθῶν ἁπάντων ἀπολαυέτωσαν μόνοι, τοὺς ταπεινοὺς καὶ ἀδόξους δημότας ἐκβαλόντες ἐκ τῆς πατρίδος· ἀπαλλαττώμεθα δʼ ἡμεῖς, ὅποι ποτʼ ἂν ἡμᾶς ὁ δαίμων ἄγῃ τόπον ἀλλότριον ἐκλιπεῖν νομίσαντες, οὐ πόλιν ἰδίαν.
79.2 οὔτε γὰρ ἡμῶν τινι ἐνθάδε ὑπολείπεται κλῆρος γῆς οὔτε πατρῷον ἐφέστιον οὔτε ἱερὰ κοινὰ οὔτε ἀξίωμα ὡς ἐν πατρίδι, ὧν περιεχόμενοι φιλοχωροῖμεν ἂν καὶ παρὰ γνώμην μένειν, ἀλλʼ οὐδʼ ἡ μετὰ τῶν ὅπλων τοῖς σώμασι μετὰ πολλῶν πόνων ἐλευθερία· ἐπεὶ τὰ μὲν οἱ πολλοὶ πόλεμοι διέφθειραν, τὰ δʼ ἡ τῶν καθʼ ἡμέραν ἀναγκαίων σπάνις ἐξανήλωσε, τὰ δʼ ὑπὸ τῶν ὑπερηφάνων δανειστῶν τούτων ἀφῃρέθημεν· οἷς τελευτῶντες ἠναγκαζόμεθα τοὺς ἑαυτῶν κλήρους οἱ δείλαιοι γεωργεῖν, σκάπτοντες φυτεύοντες ἀροῦντες ποίμνια νέμοντες ὁμόδουλοι τοῖς ἑαυτῶν δορικτήτοις ἀνδραπόδοις ὄντες, οἱ μὲν ἁλύσει δεθέντες, οἱ δὲ πέδαις, οἱ δʼ ὥσπερ τὰ χαλεπώτατα τῶν θηρίων κλοιοῖς καὶ μύδροις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme