Book 6
78.1
ἐφʼ οἷς δὲ πρεσβεύετε καὶ τίνων δεόμενοι ἥκετε, τί οὐ λέγετε φανερῶς; ἐπὶ ποίαις ἐλπίσι κατελθεῖν ἡμᾶς εἰς τὴν πόλιν ἀξιοῦτε; ποίαν ἡγεμόνα τῆς ὁδοῦ λαβόντας τύχην; τίνος ὑποδεξομένης ἡμᾶς εὐθυμίας ἢ χαρᾶς; οὐδὲν γὰρ ἄχρι τοῦδε φιλάνθρωπον ὑμῶν ἢ χρηστὸν προτεινομένων ἀκούομεν, οὐ τιμάς, οὐκ ἀρχάς, οὐκ ἐπανόρθωσιν ἀπορίας, οὐκ ἄλλο ἁπλῶς οὐδʼ ὁτιοῦν. καίτοι οὐ λέγειν ὑμᾶς ἐχρῆν, ἃ μέλλετε ποιεῖν, ἀλλὰ ποιήσαντες λέγειν, ἵνα προειληφότες ἤδη τι ἔργον ἀπʼ εὐνοίας γενόμενον καὶ τὰ λοιπὰ
78.2
τοιαῦτα ἔσεσθαι εἰκάσωμεν. οἴομαι τοίνυν πρὸς ταῦτα ἐρεῖν αὐτούς, ὅτι περὶ πάντων ἥκουσιν. αὐτοκράτορες, ὥσθʼ, ὅ τι ἂν πείσωμεν ἀλλήλους, τοῦτʼ ἔσται κύριον. ἔστω ταῦτʼ ἀληθῆ· γιγνέσθω τἀκόλουθα τούτοις· οὐδὲν ἀντιλέγω. βούλομαι δὲ τὰ μετὰ ταῦτʼ ἐσόμενα παρʼ αὐτῶν μαθεῖν, ἐπειδὰν εἴπωμεν ἡμεῖς, ἐφʼ οἷς ἀξιοῦμεν ποιεῖσθαι τὴν κάθοδον καὶ συγχωρηθῇ ταῦτα ὑπὸ τούτων, τίς ἐγγυητὴς ἔσται τῶν ὁμολογιῶν ἡμῖν;