Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 6

73.2 ἐρῶ δʼ ὑπὲρ ἑκάστου χωρὶς ἀπὸ τοῦ δικαίου ἀρξάμενος· καὶ γὰρ ἰδίᾳ τε καὶ ἐν κοινῷ λέγοντας ἀπὸ τοῦ δικαίου χρὴ ἄρχεσθαι. ἡμεῖς τοίνυν εἰ μέν τι ἀδικοῦμεν ὑμᾶς, οὐδὲν δεόμεθα οὔτʼ ἀδείας οὔτʼ ἀμνηστίας· καίτοι γε οὐκ ἀξιοῦμεν οὐδὲ κοινωνεῖν ἔτι τῆς πόλεως, ἀλλʼ ἐπιμενοῦμεν, ὅποι ποτʼ ἂν ἡμᾶς ἄγῃ τὸ χρεών, τῇ τύχῃ καὶ δαίμοσιν ἐπιτρέψαντες ἡγεμόσιν. εἰ δʼ ἀδικούμενοι πρὸς ὑμῶν ταύτης ἠναγκάσμεθα τῆς τύχης πειραθῆναι, ἐν ᾗ ἔσμεν, τί οὐχ ὁμολογεῖτε κακοὶ περὶ ἡμᾶς αὐτοὶ γενόμενοι συγγνώμης δεῖσθαι καὶ ἀμνηστίας; νῦν δʼ, ἣν αἰτεῖσθε, ταύτην διδόναι λέγετε, καὶ ἧς ἀφεῖσθαι ζητεῖτε ὀργῆς, ταύτης ὡς ἀφιέντες μεγαληγορεῖτε, συγχέοντες τὴν τῆς ἀληθείας φύσιν καὶ τὴν τῶν δικαίων ἀξίωσιν ἀναστρέφοντες.
73.3 ὅτι δʼ οὐκ ἀδικεῖσθε, ἀλλʼ ἀδικεῖτε, καὶ πολλὰ καὶ μεγάλα εὐεργετηθέντες ὑπὸ τοῦ δήμου, τὰ μὲν εἰς τὴν ἐλευθερίαν, τὰ δʼ εἰς τὴν ἡγεμονίαν, οὐ καλὰς ἀποδεδώκατε αὐτῷ τὰς ἀμοιβάς, μάθετε· ποιήσομαι δʼ ἀφʼ ὧν ἴστε καὶ αὐτοὶ πραγμάτων τοὺς λόγους, καὶ πρὸς θεῶν, ἐάν τι ψεῦδος εἴπω, μὴ ἀνάσχησθε, ἀλλʼ εὐθὺς ἐλέγχετε.
74.1 ἡμῖν τὸ ἀρχαῖον πολίτευμα ἦν μοναρχία, καὶ μέχρι γενεᾶς ἑβδόμης ταύτῃ χρώμενοι διετελέσαμεν τῇ πολιτείᾳ, καὶ παρὰ πάσας τὰς ἡγεμονίας ταύτας οὐδὲν ὁ δῆμος ἠλαττώθη πώποτε ὑπὸ τῶν βασιλέων καὶ πάντων ἥκιστα ὑπὸ τῶν τελευταίων· ἐῶ γὰρ λέγειν, ὅτι πολλὰ καὶ μεγάλα ἀγαθὰ ἐκ τῆς ἀρχῆς αὐτῶν ἐκαρπώσατο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme