Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 5

65.4 καταλύσει τοῦ πολέμου. τούτοις δὴ τοῖς παραδείγμασι χρησάμενος οὐ τῆς αὐτῆς φρονήσεως ἔργον ἀπέφαινεν εἶναι τοῖς μὲν πολεμίοις περὶ μηθενὸς ὧν ἠξίωσαν ἀντειπεῖν, τοῖς δʼ ἑαυτῶν πολίταις περὶ μικροῦ πολεμεῖν διαφόρου, οἳ πολέμους μὲν ἠγωνίσαντο καλοὺς καὶ πολλοὺς περὶ τῆς ἡγεμονίας, ὅτε κατεῖχον οἱ βασιλεῖς τὰ κοινά, μεγάλην δὲ προθυμίαν εἰς τὸ συνελευθερῶσαι τὴν πόλιν ἀπὸ τῶν τυράννων παρέσχοντο, ἔτι δὲ πλείονα παρέξεσθαι σπουδὴν ἔμελλον εἰς τὰ λοιπὰ ἔργα παρακληθέντες, βίων μὲν σπανίζοντες, τὰ δὲ σώματα καὶ τὰς ψυχάς, ἃ μόνα περιῆν αὐτοῖς, ἀφειδῶς εἰς τοὺς περὶ αὐτῆς κινδύνους ἐπιδιδόντες. ἔφη δὲ τελευτῶν ὡς εἰ καὶ μηδὲν ἐπεχείρουν ἐκεῖνοι τοιοῦτον ὑπʼ αἰσχύνης κρατούμενοι λέγειν, μηδὲ ἀπαγγέλλειν, τοὺς πατρικίους ἐχρῆν λογισμὸν τὸν προσήκοντα περὶ αὐτῶν λαβόντας, ὧν ᾔδεσαν δεομένους καὶ κοινῇ καὶ καθʼ ἕνα ἕκαστον, ταῦτʼ ἐξ ἑτοίμου χαρίζεσθαι, ἐνθυμουμένους, ὅτι πρᾶγμα ὑπερήφανον ποιοῦσιν αἰτοῦντες μὲν παρʼ ἐκείνων τὰ σώματα, μὴ χαριζόμενοι δʼ αὐτοῖς τὰ χρήματα, καὶ λέγοντες μὲν πρὸς ἅπαντας, ὅτι τῆς κοινῆς ἐλευθερίας ἕνεκα πολεμοῦσι, τῶν δὲ συγκατακτησαμένων αὐτὴν ἀφαιρούμενοι, οὐ πονηρίαν ἔχοντες αὐτοῖς ὀνειδίζειν, ἀλλʼ ἀπορίαν, ἣν οἰκτείρεσθαι μᾶλλον ἢ μισεῖσθαι προσῆκε.
66.1 τοιαῦτα τοῦ Οὐαλερίου λέγοντος καὶ πολλῶν τὴν γνώμην ἐπαινούντων Ἄππιος Κλαύδιος Σαβῖνος ἐν τῷ προσήκοντι κληθεὶς τόπῳ τἀναντία παρῄνει διδάσκων, ὅτι τὸ στασιάζον οὐκ ἐξαιρεθήσεται τῆς πόλεως, ἐὰν ψηφίσωνται χρεῶν ἀποκοπάς, ἀλλʼ ἔτι πονηρότερον ἔσται μεταχθὲν ἀπὸ τῶν πενήτων εἰς τοὺς εὐπόρους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme