Book 5
64.2
τί δʼ ἡμῖν ἔσται πλέον, ἐὰν νικήσωμεν τοὺς ἔξωθεν πολεμίους, εἰ τοῖς δανεισταῖς ἀγώγιμοι πρὸς τὰ χρέα γενησόμεθα καὶ τῇ πόλει τὴν ἡγεμονίαν κατασκευάσαντες αὐτοὶ μηδὲ τὴν ἐλευθερίαν τοῖς σώμασι φυλάξαι δυνησόμεθα; κίνδυνόν τʼ οὐ τοῦτον μόνον ἐπαχθῆναι σφίσιν ἀποφαίνων, ἐὰν ἐκπολεμωθῇ πρὸς τὴν βουλὴν ὁ δῆμος, μὴ καταλίπῃ τὴν πόλιν ἐν τοῖς κινδύνοις, ὃ πάντας ὀρρωδεῖν χρὴ τοὺς τὰ κοινὰ σώζεσθαι βουλομένους, ἀλλὰ κἀκεῖνον τὸν ἔτι τούτου χαλεπώτερον, μὴ ταῖς παρὰ τῶν τυράννων φιλανθρωπίαις ἐξαπατηθεὶς κατὰ τῶν πατρικίων ἄρηται τὰ ὅπλα
64.3
καὶ συγκαταγάγῃ Ταρκύνιον ἐπὶ τὴν ἀρχήν. ἕως οὖν ἔτι λόγους καὶ ἀπειλὰς εἶναι, πονηρὸν δʼ ἔργον μηδὲν ὑπὸ τοῦ δήμου γεγονέναι, φθάσαι τῇ βοηθείᾳ ταύτῃ τὸν δῆμον εἰς τὰ πράγματα προοικειωσαμένους παρῄνει, οὔτε πρώτους τὸ πολίτευμα τοῦτο καθισταμένους οὔτε αἰσχύνην τινὰ διʼ αὐτὸ μεγάλην ὀφλήσοντας, ἀλλὰ πολλοὺς ἔχοντας ἐπιδεῖξαι καὶ τοῦτο ὑπομείναντας καὶ ἄλλα πολλῷ τούτου χαλεπώτερα, ὅταν μηθὲν ἐξῇ πράττειν ἕτερον· τὰς γὰρ ἀνάγκας κρείττους εἶναι τῆς ἀνθρωπίνης φύσεως, καὶ τὸ εὐπρεπὲς τότε ἀξιοῦν ἅπαντας σκοπεῖν, ὅταν ἔχωσιν ἤδη τὸ ἀσφαλές.