Book 5
6.4
διαφθείρειν. ἔμελλον δʼ ὥσπερ εἰκὸς ἐν πόλει μεγάλῃ καὶ πολυοχλούσῃ φανήσεσθαί τινες οἱ τὴν χείρω πολιτείαν αἱρησόμενοι πρὸ τῆς κρείττονος οὐ τῶν ἀσήμων μόνον, ἀλλὰ καὶ τῶν ἐπιφανῶν, ἐν οἷς ἦσαν Ἰούνιοί τε δύο Τίτος καὶ Τιβέριος Βρούτου παῖδες τοῦ ὑπατεύοντος ἀρτίως ἀρχόμενοι γενειᾶν καὶ σὺν αὐτοῖς Οὐιτέλλιοί τε δύο Μάρκος καὶ Μάνιος, ἀδελφοὶ τῆς Βρούτου γυναικός, ἱκανοὶ τὰ κοινὰ πράττειν, καὶ Κολλατίνου θατέρου τῶν ὑπάτων ἀδελφῆς υἱοὶ δύο Λεύκιος καὶ Μάρκος Ἀκύλλιοι τὴν αὐτὴν ἔχοντες τοῖς Βρούτου παισὶν ἡλικίαν, παρʼ οἷς αἱ σύνοδοι τὰ πολλὰ ἐγίνοντο πατρὸς οὐκέτι περιόντος αὐτοῖς καὶ τὰ περὶ τῆς καθόδου τῶν τυράννων βουλεύματα συνετίθετο.
7.1
ἐκ πολλῶν μὲν οὖν καὶ ἄλλων ἔδοξέ μοι τὰ Ῥωμαίων πράγματα προνοίᾳ θεῶν εἰς τοσαύτην προελθεῖν εὐδαιμονίαν, οὐχ ἥκιστα δὲ καὶ ἐκ τῶν τότε γενομένων. τοσαύτη γὰρ ἄνοια καὶ θεοβλάβεια τοὺς δυστήνους ἐκείνους κατέσχεν, ὥσθʼ ὑπέμειναν ἐπιστολὰς γράψαι πρὸς τὸν τύραννον αὐτογράφους δηλοῦντες αὐτῷ τὸ πλῆθός τε τῶν μετεχόντων τῆς συνωμοσίας καὶ χρόνον, ἐν ᾧ τὴν κατὰ τῶν ὑπάτων ἐπίθεσιν ἔμελλον ποιήσεσθαι, πεισθέντες ὑπὸ τῶν ἀφικομένων ὡς αὐτοὺς παρὰ τοῦ τυράννου γραμμάτων, ὅτι βούλεται προειδέναι, τίνας αὐτῷ προσήκει Ῥωμαίων εὖ