Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 5

59.4 οὐ μὴν παντάπασί γε τὰ παρὰ τῶν Λατίνων ἀπεγνώκεσαν οἱ Φιδηναῖοι, ἀλλὰ διεκαρτέρουν ἐπὶ ταῖς ἐκεῖθεν ἐλπίσι πάντα τὰ δεινὰ ὑπομένοντες. ἦν δʼ ὑπὲρ πάντα ὁ λιμὸς ἄμαχον πρᾶγμα καὶ πολὺν οὗτος ἐποίησεν ἀνθρώπων φθόρον. ὡς δʼ ἀπειρήκεσαν ἤδη τοῖς κακοῖς, πρεσβευτὰς ἀπέστειλαν ὡς τὸν ὕπατον ἀνοχὰς αἰτοῦντες εἰς τεταγμένον τινὰ ἡμερῶν ἀριθμὸν ὡς ἐν τούτῳ βουλευσόμενοι τῷ χρόνῳ περὶ τῆς πρὸς Ῥωμαίους φιλίας, ἐφʼ οἷς αὐτὴν ποιήσονται δικαίοις.
59.5 ἦν δʼ οὐ βουλῆς χάριν αἰτούμενος ὑπʼ αὐτῶν ὁ χρόνος, ἀλλὰ παρασκευῆς τῶν συμμάχων, ὡς ἐδήλωσαν τῶν αὐτομόλων τινὲς ἔναγχος ἀφιγμένοι. τῇ γὰρ ἔμπροσθεν νυκτὶ τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν καὶ πλεῖστον ἐν ταῖς Λατίνων πόλεσι δυναμένους ἀπεστάλκεσαν πρέσβεις πρὸς τὸ κοινὸν ἱκετηρίας φέροντας.
60.1 ταῦτα δὴ προεγνωκὼς ὁ Λάρκιος τοῖς μὲν αἰτοῦσι τὰς ἀνοχὰς ἐκέλευσε τὰ ὅπλα ἀποθεμένοις καὶ τὰς πύλας ἀνοίξασι, τότε διαλέγεσθαι πρὸς αὐτόν· ἄλλως δʼ οὔτε διαλλαγὰς οὔτε ἀνοχὰς οὔτε ἄλλο φιλάνθρωπον ἢ μέτριον οὐθὲν αὐτοῖς ὑπάρξειν ἔφη παρὰ τῆς Ῥωμαίων πόλεως· τοὺς δʼ ἀποσταλέντας ἐπὶ τὸ Λατίνων ἔθνος πρεσβευτὰς ἐφύλαττε μηκέτι παρελθεῖν ἐντὸς τείχους, ἁπάσας τὰς εἰς τὴν πόλιν ἀγούσας ὁδοὺς φρουραῖς ἐπιμελεστέραις διαλαβών, ὥστε ἠναγκάσθησαν οἱ πολιορκούμενοι τὰς συμμαχικὰς ἀπογνόντες ἐλπίδας ἐπὶ τὰς τῶν πολεμίων δεήσεις καταφυγεῖν. καὶ συνελθόντες εἰς ἐκκλησίαν ἔκριναν ὑπομένειν τὰς διαλλαγὰς,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme