Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 5

56.3 ἵνα δὲ μηθὲν ἐν τῇ συλλήψει τῶν πολιτῶν νεωτερίσωσιν οἱ προσήκοντες αὐτοῖς ἢ τῶν ἄλλων τινὲς πολιτῶν μηδʼ ἐμφύλιοι διὰ τὴν ταραχὴν ταύτην γένωνται φόνοι, γράμματα πέμψας πρὸς τὸν ἐπὶ τῆς πολιορκίας τῆς Φιδηναίων τεταγμένον ὕπατον ἐκέλευσεν ἀρχομένης τῆς νυκτὸς ἄγοντα τὸ κράτιστον τῆς στρατιᾶς ἥκειν ἐπὶ τὴν πόλιν καὶ πλησίον τοῦ τείχους ἐν ὀρεινῷ τόπῳ θέσθαι τὰ ὅπλα.
57.1 παρασκευασάμενος δὲ ταῦτα τοῖς μηνύσασι τὴν πρᾶξιν εἶπε ..., πρὸς τοὺς ἡγεμόνας τῶν συνωμοτῶν ἥκειν εἰς τὴν ἀγορὰν περὶ μέσας νύκτας, ἄγοντας οἷς μάλιστα πιστεύουσι τῶν ἑταίρων, ὡς ἐκεῖ τάξιν τε καὶ χώραν καὶ σύνθημα ληψομένους, καὶ ἃ δεῖ πράττειν ἑκάστους ἀκούσοντας. ἐγίγνετο ταῦτα· καὶ ἐπειδὴ συνήχθησαν οἱ προεστηκότες τῶν ἑταίρων ἅπαντες εἰς τὴν ἀγοράν, διὰ συνθημάτων ἀδήλων ἐκείνοις εὐθὺς αἵ τε ἄκραι πλήρεις ἐγίγνοντο τῶν ὑπὲρ τῆς πόλεως ἀνειληφότων τὰ ὅπλα καὶ τὰ περὶ τὴν ἀγορὰν ὑπὸ τῶν ἱππέων ἐφρουρεῖτο κύκλῳ, μία τε οὐ κατελείπετο τοῖς ἀπιέναι βουλομένοις ἔξοδος.
57.2 καὶ κατὰ τὸν αὐτὸν χρόνον ὁ ἕτερος τῶν ὑπάτων Μάνιος ἀπὸ τῆς Φιδήνης ἀναστὰς παρῆν εἰς τὸ πεδίον ἄγων τὴν δύναμιν. ὡς δʼ ἡμέρα τάχιστα διέλαμψεν, ὁπλίτας περὶ ἑαυτοὺς ἔχοντες οἱ ὕπατοι προῆλθον ἐπὶ τὸ βῆμα· καὶ διὰ πάντων τῶν στενωπῶν τοῖς κήρυξι περιαγγεῖλαι κελεύσαντες ἥκειν τὸν δῆμον εἰς ἐκκλησίαν, παντὸς τοῦ κατὰ τὴν πόλιν ὄχλου συνδραμόντος, δηλοῦσί τε αὐτοῖς τὴν γενομένην ἐπὶ τῇ καθόδῳ τοῦ τυράννου συνωμοσίαν καὶ τοὺς μηνυτὰς ἀναβιβάζονται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme