Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 5

6.2 πολλῶν δὲ λεχθέντων ὑφʼ ἑκατέρου τῶν ὑπάτων ἀναλαβοῦσαι ψῆφον αἱ φρᾶτραι τριάκοντα οὖσαι τὸν ἀριθμὸν οὕτω μικρὰν ἐποιήσαντο τὴν ἐπὶ θάτερα ῥοπήν, ὥστε μιᾷ ψήφῳ πλείους γενέσθαι τῶν κατέχειν τὰ χρήματα βουλομένων τὰς ἀποδιδόναι κελευούσας. λαβόντες δὲ παρὰ τῶν ὑπάτων τὰς ἀποκρίσεις οἱ Τυρρηνοὶ καὶ πολλὰ τὴν πόλιν ἐπαινέσαντες, ὅτι τὰ δίκαια πρὸ τῶν συμφερόντων εἵλοντο, Ταρκυνίῳ μὲν ἐπέστειλαν τοὺς ἀποληψομένους τὰ χρήματα πέμπειν, αὐτοὶ δʼ ἐπέμειναν ἐν τῇ πόλει συναγωγήν τε τῶν ἐπίπλων καὶ διάθεσιν τῶν μὴ δυναμένων ἄγεσθαί τε καὶ φέρεσθαι σκηπτόμενοι· ὡς δὲ τἀληθὲς εἶχε ταράττοντες καὶ σκευωρούμενοι τὰ κατὰ τὴν πόλιν, ὡς ὁ τύραννος αὐτοῖς ἐπέστειλε.
6.3 τάς τε γὰρ ἐπιστολὰς τὰς παρὰ τῶν φυγάδων τοῖς ἐπιτηδείοις αὐτῶν ἀπεδίδοσαν καὶ παρʼ ἐκείνων ἑτέρας πρὸς τοὺς φυγάδας ἐλάμβανον· συνιόντες δὲ πολλοῖς εἰς ὁμιλίαν καὶ διάπειραν αὐτῶν τῆς προαιρέσεως λαμβάνοντες, οὓς εὑρίσκοιεν εὐαλώτους δι’ ἀσθένειαν γνώμης ἢ βίου σπάνιν ἢ πόθον τῶν ἐν τῇ τυραννίδι πλεονεξιῶν, ἐλπίδας τε χρηστὰς ὑποτείνοντες αὐτοῖς καὶ χρήματα διδόντες ἐπεχείρουν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme