Book 5
51.3
ἐν ᾧ δὲ ταῦτʼ ἐπράττετο χρόνῳ, συνωμοσία κατὰ τῆς πόλεως ἐγένετο δούλων συχνῶν συνειπαμένων τάς τʼ ἄκρας καταλαβέσθαι καὶ κατὰ πολλοὺς ἐμπρῆσαι τόπους τὴν πόλιν. μηνύσεως δὲ γενομένης ὑπὸ τῶν συνειδότων αἱ πύλαι τʼ ὑπὸ τῶν ὑπάτων εὐθὺς ἐκλείοντο, καὶ πάντα τὰ ἐρύματα τῆς πόλεως ὑπὸ τῶν ἱππέων κατείληπτο· καὶ αὐτίκα οἱ μὲν ἐκ τῶν οἰκιῶν συλληφθέντες, οἱ δʼ ἐκ τῶν ἀγρῶν ἀναχθέντες, ὅσους ἀπέφαινον οἱ μηνυταὶ μετασχεῖν τῆς συνωμοσίας, μάστιξι καὶ βασάνοις αἰκισθέντες ἀνεσκολοπίσθησαν ἅπαντες. ταῦτʼ ἐπὶ τούτων ἐπράχθη τῶν ὑπάτων.
52.1
Σερουιλίου δὲ Σολπικίου Καμερινοῦ καὶ Μανίου Τυλλίου Λόγγου τὴν ἀρχὴν παραλαβόντων Φιδηναίων τινὲς παρὰ Ταρκυνίων στρατιώτας μεταπεμψάμενοι τὴν ἄκραν καταλαμβάνονται, καὶ τῶν μὴ ταὐτὰ προαιρουμένων οὓς μὲν διαφθείραντες, οὓς δʼ ἐξελάσαντες, ἀφιστᾶσιν αὖθις ἀπὸ Ῥωμαίων τὴν πόλιν· πρεσβείας τε Ῥωμαικῆς ἀφικομένης ὥρμησαν μὲν ὡς πολεμίοις χρήσασθαι τοῖς ἀνδράσι, κωλυθέντες δʼ ὑπὸ τῶν πρεσβυτέρων ἐξέβαλον αὐτοὺς ἀπὸ τῆς πόλεως,