Book 5
49.4
προειδόσι τὴν ἔφοδον τοῖς ἔνδον ἐπιθῆται· ὅπερ καὶ συνέβη. γενόμενος γὰρ πλησίον τοῦ τείχους ἅπαντας ἔλαθεν ἄρτι τῆς ἡμέρας διαυγούσης, καὶ πρὶν ἢ καταστρατοπεδεύεσθαι κριοὺς προσέφερε καὶ κλίμακας καὶ πάσῃ πολιορκίας ἐχρῆτο ἰδέᾳ. τῶν δὲ Καμαριναίων καταπλαγέντων τὸ αἰφνίδιον τῆς παρουσίας αὐτοῦ καὶ τῶν μὲν ἀνοίγειν τὰς πύλας καὶ δέχεσθαι τὸν ὕπατον ἀξιούντων, τῶν δʼ ἀμύνεσθαι πάσῃ δυνάμει καὶ μὴ παριέναι τοὺς πολεμίους εἴσω, ἐν ᾧ τὸ ταραττόμενόν τε καὶ στασιάζον αὐτῶν ἐπεκράτει, τὰς πύλας ἐκκόψας καὶ τὰ βραχύτατα τῶν ἐρυμάτων κλίμαξι καταλαβόμενος κατὰ κράτος εἰλήφει τὴν πόλιν. ἐκείνην μὲν οὖν τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα φέρειν τε καὶ
49.5
ἄγειν τὰ χρήματα τοῖς σφετέροις ἐφῆκε· τῇ δʼ ἑξῆς συναχθῆναι τοὺς αἰχμαλώτους εἰς ἓν χωρίον κελεύσας τοὺς μὲν βουλεύσαντας τὴν ἀπόστασιν ἅπαντας ἀπέκτεινε, τὸν δʼ ἄλλον ὄχλον ἀπέδοτο, τὴν δὲ πόλιν κατέσκαψεν.
50.1
ἐπὶ δὲ τῆς ἑβδομηκοστῆς ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Νικέας Λοκρὸς ἐξ Ὀποῦντος, ἄρχοντος Ἀθήνησι Σμύρου, παραλαμβάνουσι τὴν ὕπατον ἀρχὴν Πόστομος Κομίνιος καὶ Τῖτος Λάρκιος· ἐφʼ ὧν ἀπέστησαν αἱ Λατίνων πόλεις ἀπὸ τῆς Ῥωμαίων φιλίας, Ὀκταουΐου Μαμιλίου τοῦ κηδεύσαντος Ταρκυνίῳ τοὺς ἐπιφανεστάτους ἐξ ἑκάστης πόλεως, τοὺς μὲν ὑποσχέσεσι δώρων, τοὺς δὲ δεήσεσι πείσαντος συμπρᾶξαι τοῖς
50.2
φυγάσι τὴν κάθοδον. καὶ γίνεται κοινὴ τῶν συναγομένων εἰς Φερεντῖνον ἀγορὰ πλὴν μιᾶς τῆς Ῥωμαίων πόλεως· ταύτῃ γὰρ οὐκ ἐπήγγειλαν μόνῃ παρεῖναι, καθάπερ εἰώθεσαν· ἐν ᾗ ψῆφον ἐνεγκεῖν ἔδει τὰς πόλεις περὶ τοῦ πολέμου καὶ στρατηγοὺς ἀποδεῖξαι καὶ