Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 5

44.1 Ποπλίου δὲ Ποστομίου τοῦ καλουμένου Τουβέρτου τὸ δεύτερον ἄρχειν αἱρεθέντος καὶ Ἀγρίππα Μενηνίου τοῦ λεγομένου Λανάτου τρίτη γίνεται Σαβίνων εἰσβολὴ μείζονι στρατιᾷ, πρὶν αἰσθέσθαι Ῥωμαίους αὐτῶν τὴν ἔξοδον, καὶ μέχρι τοῦ τείχους τῆς Ῥώμης ἔλασις· ἐν ᾗ πολὺς ἐγένετο Ῥωμαίων φόνος οὐ μόνον τῶν γεωργῶν, οἷς οὐδὲν προσδεχομένοις αἰφνιδίως ἐπέστη τὸ δεινόν, πρὶν εἰς τὰ φρούρια τὰ πλησίον ἑκάστους καταφυγεῖν, ἀλλὰ καὶ
44.2 τῶν κατὰ πόλιν τηνικαῦτα διατριβόντων. ὁ γὰρ ἕτερος τῶν ὑπάτων Ποστόμιος οὐκ ἀνεκτὴν εἶναι τὴν ὕβριν τῶν πολεμίων ἡγησάμενος ἐξεβοήθει κατὰ σπουδὴν τοὺς ἐπιτυγχάνοντας ἄγων προχειρότερον μᾶλλον ἢ φρονιμώτερον. οὓς ἰδόντες οἱ Σαβῖνοι σὺν πολλῇ καταφρονήσει χωροῦντας ἐπὶ σφᾶς ἀσυντάκτους τε καὶ διεσπασμένους ἀπʼ ἀλλήλων, ἔτι μᾶλλον αὐξῆσαι τὸ καταφρονοῦν αὐτῶν βουλόμενοι θᾶττον ἢ βάδην ἀνεχώρουν ὡς δὴ φεύγοντες ὀπίσω, τέως εἰς δρυμοὺς ἀφίκοντο βαθεῖς, ἔνθα ὁ λοιπὸς αὐτῶν στρατὸς ὑπεκάθητο· ἔπειθʼ ὑποστρέψαντες ἐχώρουν τοῖς διώκουσιν ὁμόσε, καὶ οἱ ἐκ τοῦ δρυμοῦ μέγα ἀλαλάξαντες ἵενται ἐπʼ αὐτούς.
44.3 ἀσυντάκτοις δʼ ἀνθρώποις καὶ τεταραγμένοις καὶ ὑπὸ τοῦ δρόμου συγκεκομμένοις τὰ πνεύματα πολλοὶ καὶ σὺν κόσμῳ ἐπελθόντες, καταβάλλουσί τε τοὺς ὁμόσε χωροῦντας καὶ τοὺς λοιποὺς εἰς φυγὴν ὁρμήσαντας ὑποτεμόμενοι τὰς εἰς τὴν πόλιν φερούσας ὁδοὺς εἰς ὀρεινήν τινα κατακλείουσι ῥάχιν ἔρημον. θέμενοι δὲ πλησίον αὐτῶν τὰ ὅπλα· νὺξ γὰρ ἤδη κατελάμβανε· φυλακὰς ἐποιοῦντο διʼ ὅλης νυκτός, ἵνα μὴ λάθοιεν σφᾶς ἀποδράντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme