Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 5

37.3 ἔβλαπτον. ὑπὲρ ὧν ἀποστείλαντες οἱ Ῥωμαῖοι πρεσβείαν πρὶν ἐπὶ τὰ ὅπλα χωρῆσαι δίκας ᾔτουν καὶ τὸ λοιπὸν ἠξίουν μηδὲν εἰς τοὺς ἐργαζομένους τὴν γῆν παρανομεῖν. αὐθάδεις δὲ λαβόντες ἀποκρίσεις προεῖπον αὐτοῖς τὸν πόλεμον. καὶ γίνεται ἡ μὲν πρώτη ἔξοδος ἑνὸς τῶν ὑπάτων Οὐαλερίου σὺν ἱππεῦσι καὶ ψιλῶν τοῖς ἀκμαιοτάτοις αἰφνίδιος ἐπὶ τοὺς λῃιζομένους τὴν χώραν καὶ φόνος τῶν καταληφθέντων ἐν ταῖς προνομαῖς συχνῶν ὄντων πολύς, οἷα εἰκὸς ἀνθρώπων ἀσυντάκτων τε καὶ οὐ προῃσθημένων τὴν ἔφοδον.
37.4 ἔπειτα τῶν Σαβίνων πολλὴν ἀποστειλάντων ἐπʼ αὐτοὺς στρατιὰν ὑφʼ ἡγεμόνι τεταγμένην ἐμπείρῳ πολέμου Ῥωμαίων ἑτέρα γίνεται ἐπʼ αὐτοὺς ἔξοδος ἁπάσαις ταῖς δυνάμεσιν ἀγόντων ἀμφοτέρων τῶν ὑπάτων. Ποστόμιος μὲν οὖν πλησίον τῆς Ῥώμης ἐν ὀρεινοῖς τόποις κατεστρατοπέδευσε δεδιώς, μή τις ἔφοδος ἐκ τῶν φυγάδων ἐπʼ αὐτὴν γένηται αἰφνίδιος· Οὐαλέριος δʼ ἐγγὺς τῶν πολεμίων παρὰ ποταμὸν Ἀνίητα, ὃς ἐκ πόλεως μὲν Τιβύρων καθʼ ὑψηλοῦ πολὺς ἐκχεῖται σκοπέλου, φέρεται δὲ διὰ τῆς Σαβίνων τε καὶ Ῥωμαίων πεδιάδος ὁρίζων τὴν ἑκατέρων χώραν· συνάπτει δὲ τὸ ῥεῦμα τῷ Τεβέρει ποταμῷ καλὸς μὲν ὀφθῆναι, γλυκὺς δὲ πίνεσθαι.
38.1 ἐκ δὲ τῶν ἑτέρων τοῦ ποταμοῦ μερῶν ἡ τῶν Σαβίνων ἔκειτο παρεμβολὴ τοῦ ῥεύματος οὐδʼ αὐτὴ πολὺν ἀπέχουσα τόπον ἐπὶ γεωλόφου τινὸς ἠρέμα κατακλινοῦς οὐ σφόδρα ἐχυροῦ. κατʼ ἀρχὰς μὲν οὖν δι’ εὐλαβείας εἶχον ἀλλήλους ἑκάτεροι καὶ μάχης ἄρχειν διαβάντες τὸν ποταμὸν ὤκνουν, χρόνῳ δʼ ὕστερον οὐ κατὰ λογισμὸν καὶ πρόνοιαν τοῦ συμφέροντος, ἀλλʼ ὑπʼ ὀργῆς τε καὶ φιλονεικίας ἐξαφθέντες συνάπτουσι μάχην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme