Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 5

31.3 ἀληθέστερον. ἐντολαὶ δʼ ἦσαν, ἃς ἔδωκε τοῖς πρεσβευταῖς ὁ βασιλεύς, τοιαίδε· περὶ μὲν καθόδου Ταρκυνίων μηδένα ποιεῖσθαι λόγον, τὰ δὲ χρήματα αὐτοῖς ἀξιοῦν ἀποδοθῆναι, μάλιστα μὲν ἅπαντα ὅσα Ταρκύνιός θʼ ὁ πρεσβύτατος κατέλιπε καὶ αὐτοὶ σὺν τῷ δικαίῳ κτησάμενοι κατέσχον· εἰ δὲ μή γʼ ὅσα δυνατὰ ἀγρῶν τε καὶ οἰκιῶν καὶ βοσκημάτων καὶ ὧν ἐκ γῆς ἀνῄρηνται καρπῶν τὰς ἀξίας, ὁποτέρως ἂν αὐτοῖς δόξῃ συμφέρειν, ἐάν τε τοὺς κατέχοντας αὐτὰ καὶ καρπουμένους εἰσφέρειν, ἐάν τʼ ἐκ τοῦ δημοσίου διαλύειν.
31.4 ταῦτα μὲν ὑπὲρ ἐκείνων, ἑαυτῷ δʼ αἰτεῖσθαι διαλυομένῳ τὴν ἔχθραν τοὺς καλουμένους Ἑπτὰ πάγους· αὕτη Τυρρηνῶν ἡ χώρα τὸ ἀρχαῖον ἦν, Ῥωμαῖοι δʼ αὐτὴν κατέσχον πολέμῳ τοὺς ἔχοντας ἀφελόμενοι· καὶ ἵνα μένωσι Ῥωμαῖοι Τυρρηνοῖς βέβαιοι φίλοι, παῖδας ἐκ τῶν ἐπιφανεστάτων οἰκιῶν τοὺς ὁμηρεύσοντας ὑπὲρ τῆς πόλεως αἰτεῖν παρʼ αὐτῶν.
32.1 ἀφικομένης δὲ τῆς πρεσβείας εἰς Ῥώμην ἡ βουλὴ μὲν ἐψηφίσατο Ποπλικόλᾳ θατέρῳ τῶν ὑπάτων πεισθεῖσα πάντα συγχωρεῖν, ὅσα ὁ Τυρρηνὸς ἠξίου, κάμνειν τὸν δημότην καὶ ἄπορον ὄχλον οἰομένη τῇ σπάνει τῶν ἐπιτηδείων, καὶ ἀγαπητῶς δέξεσθαι τὴν τοῦ πολέμου λύσιν, ἐφʼ οἷς ἂν γένηται δικαίοις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme