Book 5
26.4
Λατῖνοι μὲν οὖν διεκρούσαντο τὴν ἐπικουρίαν, ὡς οὐχ ὅσιον αὐτοῖς ὂν οὔτε Ταρκυνίοις πολεμεῖν οὔτε Ῥωμαίοις, ἐπειδὴ κοινῇ συνέθεντο πρὸς ἀμφοτέρους τὰ περὶ τῆς φιλίας ὅρκια· ἐκ δὲ τοῦ Πωμεντίνου πεδίου Λάρκιός τε καὶ Ἑρμίνιος οἱ πεμφθέντες ἐπὶ τὴν παρακομιδὴν τοῦ σίτου πρέσβεις πολλὰς γεμίσαντες σκάφας παντοίας τροφῆς ἀπὸ θαλάττης ἀνὰ τὸν ποταμὸν ἐν νυκτὶ ἀσελήνῳ λαθόντες τοὺς πολεμίους διεκόμισαν.
26.5
ταχὺ δὲ καὶ ταύτης ἐξαναλωθείσης τῆς ἀγορᾶς καὶ τῆς αὐτῆς κατασχούσης τοὺς ἀνθρώπους ἀπορίας μαθὼν παρὰ τῶν αὐτομόλων ὁ Τυρρηνός, ὅτι κάμνουσιν ὑπὸ τοῦ λιμοῦ οἱ ἔνδον, ἐπεκηρυκεύσατο πρὸς αὐτοὺς ἐπιτάττων δέχεσθαι Ταρκύνιον, εἰ βούλονται πολέμου τε καὶ λιμοῦ ἀπηλλάχθαι.
27.1
οὐκ ἀνασχομένων δὲ τῶν Ῥωμαίων τὰς ἐπιταγάς, ἀλλὰ πάντα τὰ δεινὰ ὑπομένειν βουλομένων, καταμαθὼν ὁ Μούκιος, ὅτι δυεῖν αὐτοῖς συμβήσεται θάτερον ἢ μὴ διαμεῖναι πολὺν ἐν τοῖς λελογισμένοις χρόνον ὑπὸ τῆς ἀπορίας τῶν ἀναγκαίων ἐκβιασθεῖσιν, ἢ φυλάττουσι βεβαίας τὰς κρίσεις τὸν οἴκτιστον ἀπολέσθαι μόρον, δεηθεὶς τῶν ὑπάτων τὴν βουλὴν αὐτῷ συναγαγεῖν, ὡς μέγα τι καὶ ἀναγκαῖον ἐξοίσων πρὸς αὐτήν, ἐπειδὴ συνήχθη, λέγει τοιάδε· ἄνδρες πατέρες, ἐγχείρημα τολμᾶν διανοούμενος, ὑφʼ οὗ τῶν παρόντων ἀπαλλαγήσεται κακῶν ἡ πόλις, τῷ μὲν ἔργῳ πάνυ θαρρῶ καὶ ῥᾳδίως αὐτοῦ κρατήσειν οἴομαι· περὶ δὲ τῆς ἐμαυτοῦ ψυχῆς, εἰ περιέσται μοι μετὰ τὸ ἔργον, οὐ πολλὰς ἐλπίδας ἔχω, μᾶλλον δʼ εἰ χρὴ τἀληθὲς λέγειν οὐδεμίαν.