Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 5

22.3 βασιλεὺς δὲ Πορσίνας ἄγων τὴν στρατιὰν τὸ μὲν Ἰανίκολον ἐξ ἐφόδου καταλαμβάνεται καταπληξάμενος τοὺς φυλάττοντας αὐτὸ καὶ φρουρὰν Τυρρηνῶν ἐν αὐτῷ καθίστησιν· ἐπὶ δὲ τὴν πόλιν ἐλαύνων ὡς καὶ ταύτην δίχα πόνου παραστησόμενος, ἐπειδὴ πλησίον τῆς γεφύρας ἐγένετο καὶ τοὺς Ῥωμαίους ἐθεάσατο προκαθημένους τοῦ ποταμοῦ, παρεσκευάζετό τε πρὸς μάχην ὡς ἀναρπασόμενος αὐτοὺς πλήθει καὶ ἐπῆγε σὺν πολλῇ καταφρονήσει τὴν δύναμιν.
22.4 εἶχον δὲ τὴν ἡγεμονίαν τοῦ μὲν ἀριστεροῦ κέρως οἱ Ταρκυνίου παῖδες, Σέξτος καὶ Τῖτος, Ῥωμαίων τʼ αὐτῶν τοὺς φυγάδας ἄγοντες καὶ ἐκ τῆς Γαβίων πόλεως τὸ ἀκμαιότατον ξένων τε καὶ μισθοφόρων χεῖρα οὐκ ὀλίγην· τοῦ δὲ δεξιοῦ Μαμίλιος ὁ Ταρκυνίου κηδεστής, ἐφʼ οὗ Λατίνων οἱ ἀποστάντες Ῥωμαίων ἐτάξαντο· βασιλεὺς δὲ Πορσίνας κατὰ μέσην τὴν φάλαγγα ἐτέτακτο.
22.5 Ῥωμαίων δὲ τὸ μὲν δεξιὸν κέρας Σπόριος Λάρκιος καὶ Τῖτος Ἑρμίνιος κατεῖχον ἐναντίοι Ταρκυνίοις· τὸ δʼ ἀριστερὸν Μάρκος Οὐαλέριος ἀδελφὸς θατέρου τῶν ὑπάτων Ποπλικόλα καὶ Τῖτος Λουκρήτιος ὁ τῷ πρόσθεν ὑπατεύσας ἔτει Μαμιλίῳ καὶ Λατίνοις συνοισόμενοι· τὰ δὲ μέσα τῶν κεράτων οἱ ὕπατοι κατεῖχον ἀμφότεροι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme